Humanitext Reader

イソクラテス · アレイオス・パゴス会演説 §58-66

祖制民主政の弁護と三十人政権との比較

7 / 9 箇所 · ギリシア語

要旨

話者は、自身の主張が寡頭政を擁護するものではなく、祖先伝来の真の民主政を復興させるものであると弁明する。そして、現在の民主政をかつての三十人僭主の支配と比較し、民主政がアテナイにもたらした繁栄と国家としての尊厳を強調する。

§58ἐγὼ δʼ εἰ μὲν περὶ πραγμάτων ἀγνοουμένων καὶ μὴ κοινῶν τοὺς λόγους ἐποιούμην, καὶ περὶ τούτων ἐκέλευον ὑμᾶς ἑλέσθαι συνέδρους ἢ συγγραφέας, διʼ ὧν ὁ δῆμος κατελύθη τὸ πρότερον, εἰκότως ἂν εἶχον ταύτην τὴν αἰτίαν·
しかし、もし私が、知られてもおらず公でもない事柄について語り、それらについて、かつて民主政が打倒される原因となった委員や草案作成者たちをあなた方が選出するよう勧めていたのであれば、私は当然そのような非難を受けるべきだったでしょう。
νῦν δʼ οὐδὲν εἴρηκα τοιοῦτον, ἀλλὰ διείλεγμαι περὶ διοικήσεως οὐκ ἀποκεκρυμμένης ἀλλὰ πᾶσι φανερᾶς,
しかし今、私はそのようなことは何一つ言っておらず、隠されておらず、すべての人に明らかな国政について論じているのです。
§59ἣν πάντες ἴστε καὶ πατρίαν ἡμῖν οὖσαν καὶ πλείστων ἀγαθῶν καὶ τῇ πόλει καὶ τοῖς ἄλλοις Ἕλλησιν αἰτίαν γεγενημένην, πρὸς δὲ τούτοις ὑπὸ τοιούτων ἀνδρῶν νομοθετηθεῖσαν καὶ κατασταθεῖσαν, οὓς οὐδεὶς ὅστις οὐκ ἂν ὁμολογήσειε δημοτικωτάτους γεγενῆσθαι τῶν πολιτῶν.
それは、我々の祖先の伝来のものであり、我々の都市にとっても他のギリシア人にとっても非常に多くの良きことの原因となってきたこと、さらに、市民の中で最も民主的な人々であったと誰もが認めるであろう人々によって立法され、確立されたものであることをあなた方は皆知っています。
ὥστε πάντων ἄν μοι συμβαίη δεινότατον, εἰ τοιαύτην πολιτείαν εἰσηγούμενος νεωτέρων δόξαιμι πραγμάτων ἐπιθυμεῖν.
したがって、このような国制を提案している私が、国制転覆を望んでいると思われるようなことになれば、私にとってこれ以上理不尽なことはないでしょう。
§60ἔπειτα κἀκεῖθεν ῥᾴδιον γνῶναι τὴν ἐμὴν διάνοιαν·
さらに、次のことからも私の意図を理解するのは容易です。
ἐν γὰρ τοῖς πλείστοις τῶν λόγων τῶν εἰρημένων ὑπʼ ἐμοῦ φανήσομαι ταῖς μὲν ὀλιγαρχίαις καὶ ταῖς πλεονεξίαις ἐπιτιμῶν, τὰς δʼ ἰσότητας καὶ τὰς δημοκρατίας ἐπαινῶν, οὐ πάσας, ἀλλὰ τὰς καλῶς καθεστηκυίας, οὐδʼ ὡς ἔτυχον, ἀλλὰ δικαίως καὶ λόγον ἐχόντως.
私がこれまでに語った弁論の大部分において、私は寡頭政や強欲を非難し、平等と民主政を称賛していることが明らかになるでしょう。 それも、すべての民主政ではなく、見事に確立された民主政を、かつ、いい加減にではなく、正当にかつ論理的に称賛しているのです。
§61οἶδα γὰρ τούς τε προγόνους τοὺς ἡμετέρους ἐν ταύτῃ τῇ καταστάσει πολὺ τῶν ἄλλων διενεγκόντας, καὶ Λακεδαιμονίους διὰ τοῦτο κάλλιστα πολιτευομένους, ὅτι μάλιστα δημοκρατούμενοι τυγχάνουσιν.
なぜなら、私は我々の先祖がこの体制において他の人々よりはるかに優れていたことを知っており、またラケダイモン人が最も見事な国制を敷いているのは、彼らが最も民主的なあり方をしているからであることを知っているからです。
ἐν γὰρ τῇ τῶν ἀρχῶν αἱρέσει καὶ τῷ βίῳ τῷ καθʼ ἡμέραν καὶ τοῖς ἄλλοις ἐπιτηδεύμασιν ἴδοιμεν ἂν παρʼ αὐτοῖς τὰς ἰσότητας καὶ τὰς ὁμοιότητας μᾶλλον ἢ παρὰ τοῖς ἄλλοις ἰσχυούσας·
というのも、官職の選出、日々の生活、そしてその他の慣習において、彼らの間では、他の人々の間におけるよりも平等と均等さが強く作用しているのを見ることができるからです。
οἷς αἱ μὲν ὀλιγαρχίαι πολεμοῦσιν, οἱ δὲ καλῶς δημοκρατούμενοι χρώμενοι διατελοῦσιν.
これらに対して、寡頭政は敵対しますが、見事な民主政を敷く人々はこれらを用い続けているのです。
§62τῶν τοίνυν ἄλλων πόλεων ταῖς ἐπιφανεστάταις καὶ μεγίσταις, ἢν ἐξετάζειν βουληθῶμεν, εὑρήσομεν τὰς δημοκρατίας μᾶλλον ἢ τὰς ὀλιγαρχίας συμφερούσας·
さらに、他の都市国家のうち最も著名で最大のものを検証しようとするなら、寡頭政よりも民主政の方が有益であることを知るでしょう。
ἐπεὶ καὶ τὴν ἡμετέραν πολιτείαν, ᾗ πάντες ἐπιτιμῶσιν, ἢν παραβάλωμεν αὐτὴν μὴ πρὸς τὴν ὑπʼ ἐμοῦ ῥηθεῖσαν ἀλλὰ πρὸς τὴν ὑπὸ τῶν τριάκοντα καταστᾶσαν, οὐδεὶς ὅστις οὐκ ἂν θεοποίητον εἶναι νομίσειεν.
実際、誰もが非難する我々の現在の国制でさえ、それを私の述べた国制ではなく、三十人僭主によって確立された体制と比較するならば、誰もがそれを神が作られたかのように素晴らしいと思うに違いないからです。
§63βούλομαι δʼ, εἰ καί τινές με φήσουσιν ἔξω τῆς ὑποθέσεως λέγειν, δηλῶσαι καὶ διελθεῖν ὅσον αὕτη τῆς τότε διήνεγκεν, ἵνα μηδεὶς οἴηταί με τὰ μὲν ἁμαρτήματα τοῦ δήμου λίαν ἀκριβῶς ἐξετάζειν, εἰ δέ τι καλὸν ἢ σεμνὸν διαπέπρακται, ταῦτα δὲ παραλείπειν.
たとえ私が本題から外れたことを話していると言う人がいるとしても、この体制が当時の体制とどれほど異なっていたかを明らかにし、詳しく説明したい。 それは、私が民衆の過ちは非常に厳密に検証する一方で、何か優れたことや崇高なことが成し遂げられた場合にはそれを看過している、と誰も思わないようにするためです。
ἔσται δʼ ὁ λόγος οὔτε μακρὸς οὔτʼ ἀνωφελὴς τοῖς ἀκούουσιν.
そして、この話は聞く人々にとって長くもなく、無益でもないでしょう。
§64ἐπειδὴ γὰρ τὰς ναῦς τὰς περὶ Ἑλλήσποντον ἀπωλέσαμεν καὶ ταῖς συμφοραῖς ἐκείναις ἡ πόλις περιέπεσε, τίς οὐκ οἶδε τῶν πρεσβυτέρων τοὺς μὲν δημοτικοὺς καλουμένους ἑτοίμους ὄντας ὁτιοῦν πάσχειν ὑπὲρ τοῦ μὴ ποιεῖν τὸ προσταττόμενον, καὶ δεινὸν ἡγουμένους εἴ τις ὄψεται τὴν πόλιν τὴν τῶν Ἑλλήνων ἄρξασαν, ταύτην ὑφʼ ἑτέροις οὖσαν, τοὺς δὲ τῆς ὀλιγαρχίας ἐπιθυμήσαντας ἑτοίμως καὶ τὰ τείχη καθαιροῦντας καὶ τὴν δουλείαν ὑπομένοντας;
なぜなら、我々がヘレスポントス近海で船を失い、都市がそれらの不運に見舞われたとき、年長者たちのうち誰が知らないでしょうか、民主派と呼ばれる人々はいかなる命令にも従わないためにどんなことでも耐える覚悟があり、ギリシア人を支配したこの都市が他者の支配下にあるのを目にされるのを恐ろしいことと考えていた一方で、寡頭政を望んだ人々は進んで城壁を破壊し、隷属を受け入れたことを。
§65καὶ τότε μέν, ὅτε τὸ πλῆθος ἦν κύριον τῶν πραγμάτων, ἡμᾶς τὰς τῶν ἄλλων ἀκροπόλεις φρουροῦντας, ἐπειδὴ δʼ οἱ τριάκοντα παρέλαβον τὴν πολιτείαν, τοὺς πολεμίους τὴν ἡμετέραν ἔχοντας;
そして当時、民衆が国政の実権を握っていたときには、我々が他国の城塞に守備隊を置いていたのに対し、三十人僭主が国制を掌握すると、敵が我々の城塞を占拠していたことを。
καὶ κατὰ μὲν ἐκεῖνον τὸν χρόνον δεσπότας ἡμῶν ὄντας Λακεδαιμονίους, ἐπειδὴ δʼ οἱ φεύγοντες κατελθόντες πολεμεῖν ὑπὲρ τῆς ἐλευθερίας ἐτόλμησαν καὶ Κόνων ναυμαχῶν ἐνίκησε, πρέσβεις ἐλθόντας παρʼ αὐτῶν καὶ διδόντας τῇ πόλει τὴν ἀρχὴν τὴν τῆς θαλάττης;
そして、あの時期にはラケダイモン人が我々の主人であったのに対し、亡命者たちが帰還して自由のためにあえて戦い、コノンが海戦で勝利を収めると、彼らのもとから使節がやって来て、我々の都市に海上覇権を譲り渡したことを。
§66καὶ μὲν δὴ καὶ τάδε τίς οὐ μνημονεύει τῶν ἡλικιωτῶν τῶν ἐμῶν, τὴν μὲν δημοκρατίαν οὕτω κοσμήσασαν τὴν πόλιν καὶ τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις, ὥστʼ ἔτι καὶ νῦν τοὺς ἀφικνουμένους νομίζειν αὐτὴν ἀξίαν εἶναι μὴ μόνον τῶν Ἑλλήνων ἄρχειν ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, τοὺς δὲ τριάκοντα τῶν μὲν ἀμελήσαντας, τὰ δὲ συλήσαντας, τοὺς δὲ νεωσοίκους ἐπὶ καθαιρέσει τριῶν ταλάντων ἀποδομένους, εἰς οὓς ἡ πόλις ἀνήλωσεν οὐκ ἐλάττω χιλίων ταλάντων;
さらにまた、私の同世代の人々のうち、次のことを覚えていない者がいるでしょうか。 民主政は神殿や公の建物によってこの都市をこれほど見事に飾り立てたため、今日でも訪れる人々が、この都市はギリシア人だけでなく他のすべての人々をも支配するにふわしいと考えているのに対し、三十人僭主はそれらを無視するか、あるいは略奪し、かつて都市が千タラントンを下回らない額を投じて建設した船首格納庫を、破壊するためにわずか三タラントンで売却したことを。

語釈・文法注

  1. 58διʼ ὧν ὁ δῆμος κατελύθη τὸ πρότερον — 関係代名詞 ὧν の先行詞は、直前の συνέδρους ἢ συγγραφέας(委員や草案作成者たち)である。歴史的には、紀元前411年の四百人政治や紀元前404年の三十人政権という寡頭政への政変をもたらす契機となった、憲法起草委員会などの設置を指している。
  2. 59οὐδεὶς ὅστις οὐκ ἂν ὁμολογήσειε — οὐδεὶς ὅστις οὐ(〜しない者は誰もいない)という二重否定による慣用的な関係節構造で、強い全称肯定(「誰であっても認めるであろう」)を意味する。助動詞的機能を持つ ἂν と希求法 ὁμολογήσειε の組み合わせは、潜在・推量を表す。
  3. 61δημοκρατούμενοι τυγχάνουσιν — 動詞 τυγχάνω と現在分詞の組み合わせ。ここでは「彼らが(実際には/たまたま)最も民主的な生活を送っている」という事実を強調するために用いられている。スパルタの国制がその内実において平等を重んじる民主的な特徴を備えていたという逆説的な主張を補強している。
  4. 64τοὺς μὲν δημοτικοὺς... ἑτοίμους ὄντας... τοὺς δὲ... καθαιροῦντας — 主節の動詞 οἶδε(知っている)の目的語として、対格+分詞による構文(「〜が…しているのを」)が μέν と δέ によって並列されている。民主派(τοὺς δημοτικούς)と寡頭政を望む者たち(τοὺς τῆς ὀλιγαρχίας ἐπιθυμήσαντας)の対照的な行動が、分詞 ὄντας および καθαιροῦντας / ὑπομένοντας によって記述されている。
  5. 65ἡμᾶς τὰς τῶν ἄλλων ἀκροπόλεις φρουροῦντας — 前節の οἶδε(あるいはそれに続く「知っている/覚えている」という動詞)の支配下にある、対格+分詞構文の継続。「当時、我々(ἡμᾶς)が他国の城塞を守備していたこと(φρουροῦντας)」を意味し、後続の「三十人僭主が国政を握った時に敵が我々のものを占拠していたこと(τοὺς πολεμίους τὴν ἡμετέραν ἔχοντας)」と対比されている。

この箇所を引用する

イソクラテス, アレイオス・パゴス会演説 §58-66. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0010.tlg018.humanitext-grc2:58-66

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。