Humanitext Reader

伊索克拉底 · 阿雷奥帕古斯议会演说 §49-57

昔日的风尚与倡导复兴旧制面临的误解

第 6 段,共 9 段 · 希腊语

内容简介

作者赞美了过去年轻人的节制生活,以及阿雷奥帕谷斯议会的卓越治理所带来的和平与安全。他感叹因该体制衰落而导致的现代腐败,并指出提议恢复旧制可能会被误解为敌视民主政体的危险。

§49ἀντειπεῖν δὲ τοῖς πρεσβυτέροις ἢ λοιδορήσασθαι δεινότερον ἐνόμιζον ἢ νῦν περὶ τοὺς γονέας ἐξαμαρτεῖν.
在当时,顶撞长辈或辱骂他们,被认为比现在虐待父母更为严重。
ἐν καπηλείῳ δὲ φαγεῖν ἢ πιεῖν οὐδεὶς οὐδʼ ἂν οἰκέτης ἐπιεικὴς ἐτόλμησεν· σεμνύνεσθαι γὰρ ἐμελέτων, ἀλλʼ οὐ βωμολοχεύεσθαι.
在酒馆里吃喝,即便是体面的奴隶也不敢为之;因为他们致力于保持庄重,而非流于庸俗的插科打诨。
καὶ τοὺς εὐτραπέλους δὲ καὶ τοὺς σκώπτειν δυναμένους, οὓς νῦν εὐφυεῖς προσαγορεύουσιν, ἐκεῖνοι δυστυχεῖς ἐνόμιζον.
对于那些风趣幽默、擅长讥讽的人——也就是如今被称为“有才华”的人,当时的祖先则认为他们是“不幸之人”。
§50καὶ μηδεὶς οἰέσθω με δυσκόλως διακεῖσθαι πρὸς τοὺς ταύτην ἔχοντας τὴν ἡλικίαν.
请不要有人以为我对这一年龄段抱有成见。
οὔτε γὰρ ἡγοῦμαι τούτους αἰτίους εἶναι τῶν γιγνομένων, σύνοιδά τε τοῖς πλείστοις αὐτῶν ἥκιστα χαίρουσι ταύτῃ τῇ καταστάσει, διʼ ἣν ἔξεστιν αὐτοῖς ἐν ταῖς ἀκολασίαις ταύταις διατρίβειν· ὥστʼ οὐκ ἂν εἰκότως τούτοις ἐπιτιμῴην, ἀλλὰ πολὺ δικαιότερον τοῖς ὀλίγῳ πρὸ ἡμῶν τὴν πόλιν διοικήσασιν.
因为我不认为他们是现状的罪魁祸首,而且我深知他们中的大多数人其实最不喜欢当前的这种体制,因为这种体制容许他们在这些放纵中虚度光阴;因此,我若指责他们是不合理的,而更应当指责在紧接我们之前治理这座城邦的人,这要合理得多。
§51ἐκεῖνοι γὰρ ἦσαν οἱ προτρέψαντες ἐπὶ ταύτας τὰς ὀλιγωρίας καὶ καταλύσαντες τῆς βουλῆς δύναμιν.
因为正是他们驱使年轻人走向这些放任,并瓦解了议会的权力。
ἧς ἐπιστατούσης οὐ δικῶν οὐδʼ ἐγκλημάτων οὐδʼ εἰσφορῶν οὐδὲ πενίας οὐδὲ πολέμων ἡ πόλις ἔγεμεν, ἀλλὰ καὶ πρὸς ἀλλήλους ἡσυχίαν εἶχον καὶ πρὸς τοὺς ἄλλους ἅπαντας εἰρήνην ἦγον.
当该议会主持监督时,城邦里既没有充斥着诉讼、控告,也没有苛税、贫困或战争,市民们对内彼此和睦,对外与所有其他人保持和平。
παρεῖχον γὰρ σφᾶς αὐτοὺς τοῖς μὲν Ἕλλησι πιστούς, §52τοῖς δὲ βαρβάροις φοβερούς· τοὺς μὲν γὰρ σεσωκότες ἦσαν, παρὰ δὲ τῶν δίκην τηλικαύτην εἰληφότες, ὥστʼ ἀγαπᾶν ἐκείνους εἰ μηδὲν ἔτι κακὸν πάσχοιεν.
因为他们向希腊人展现了自己是值得信赖的,而向蛮族展现了自己是令人畏惧的;因为他们曾拯救了前者,并对后者施加了如此沉重的惩罚,以至于蛮族只要不再遭受进一步的祸害就感到满足了。
τοιγάρτοι διὰ ταῦτα μετὰ τοσαύτης ἀσφαλείας διῆγον, ὥστε καλλίους εἶναι καὶ πολυτελεστέρας τὰς οἰκήσεις καὶ τὰς κατασκευὰς τὰς ἐπὶ τῶν ἀγρῶν ἢ τὰς ἐντὸς τείχους, καὶ πολλοὺς τῶν πολιτῶν μηδʼ εἰς τὰς ἑορτὰς εἰς ἄστυ καταβαίνειν, ἀλλʼ αἱρεῖσθαι μένειν ἐπὶ τοῖς ἰδίοις ἀγαθοῖς μᾶλλον ἢ τῶν κοινῶν ἀπολαύειν.
因此,由于这些原因,他们生活在如此安全的环境中,以至于乡间的住宅和设施比城墙内的更加美丽和奢华,许多公民甚至在节日时也不愿进城,而是宁愿留在自己的私人财产旁,也不去享受公共的福利。
§53οὐδὲ γὰρ τὰ περὶ τὰς θεωρίας, ὧν ἕνεκʼ ἄν τις ἦλθεν, ἀσελγῶς οὐδʼ ὑπερηφάνως ἀλλὰ νοῦν ἐχόντως ἐποίουν.
因为即使是在作为人们进城动力的公开展览和庆典方面,他们也既不铺张也不傲慢,而是非常理智。
οὐ γὰρ ἐκ τῶν πομπῶν οὐδʼ ἐκ τῶν περὶ τὰς χορηγίας φιλονεικιῶν οὐδʼ ἐκ τῶν τοιούτων ἀλαζονειῶν τὴν εὐδαιμονίαν ἐδοκίμαζον, ἀλλʼ ἐκ τοῦ σωφρόνως οἰκεῖν καὶ τοῦ βίου τοῦ καθʼ ἡμέραν καὶ τοῦ μηδένα τῶν πολιτῶν ἀπορεῖν τῶν ἐπιτηδείων.
他们并不根据游行、合唱队赞助的竞争或类似的虚荣来衡量幸福,而是根据节制的国政、日常的生活以及没有一个公民缺乏生活必需品来衡量。
ἐξ ὧνπερ χρὴ κρίνειν τοὺς ὡς ἀληθῶς εὖ πράττοντας καὶ μὴ φορτικῶς πολιτευομένους· §54ἐπεὶ νῦν γε τίς οὐκ ἂν ἐπὶ τοῖς γιγνομένοις τῶν εὖ φρονούντων ἀλγήσειεν, ὅταν ἴδῃ πολλοὺς τῶν πολιτῶν αὐτοὺς μὲν περὶ τῶν ἀναγκαίων, εἴθʼ ἕξουσιν εἴτε μή, πρὸ τῶν δικαστηρίων κληρουμένους, τῶν δʼ Ἑλλήνων τοὺς ἐλαύνειν τὰς ναῦς βουλομένους τρέφειν ἀξιοῦντας, καὶ χορεύοντας μὲν ἐν χρυσοῖς ἱματίοις, χειμάζοντας δʼ ἐν τοιούτοις ἐν οἷς οὐ βούλομαι λέγειν, καὶ τοιαύτας ἄλλας ἐναντιώσεις περὶ τὴν διοίκησιν γιγνομένας, αἳ μεγάλην αἰσχύνην τῇ πόλει ποιοῦσιν;
正应该通过这些标准来判断那些真正繁荣的人,而非那些以粗俗方式治理国家的人;既然如今,任何有理智的人怎能不为现状感到痛心呢? 当他看到许多公民为了生计,在法庭前抽签决定是否能获得必需品,同时又要求供养那些希望驾驭战船的希腊人,他们身穿金衣翩翩起舞,却在冬天穿着我不愿提及的破烂衣服御寒。 这些在行政管理中发生的其他类似矛盾,给城邦带来了极大的耻辱。
§55ὧν οὐδὲν ἦν ἐπʼ ἐκείνης τῆς βουλῆς· ἀπήλλαξε γὰρ τοὺς μὲν πένητας τῶν ἀποριῶν ταῖς ἐργασίαις καὶ ταῖς παρὰ τῶν ἐχόντων ὠφελίαις, τοὺς δὲ νεωτέρους τῶν ἀκολασιῶν τοῖς ἐπιτηδεύμασι καὶ ταῖς αὐτῶν ἐπιμελείαις, τοὺς δὲ πολιτευομένους τῶν πλεονεξιῶν ταῖς τιμωρίαις καὶ τῷ μὴ λανθάνειν τοὺς ἀδικοῦντας, τοὺς δὲ πρεσβυτέρους τῶν ἀθυμιῶν ταῖς τιμαῖς ταῖς πολιτικαῖς καὶ ταῖς παρὰ τῶν νεωτέρων θεραπείαις.
在那届议会统治下,绝无此类事情;因为它通过工作和富人的援助消除了穷人的匮乏,通过习惯和自身的监视使年轻人远离放纵,通过惩罚和使行不义者无处遁形来遏制政治人物的贪婪,通过政治荣誉和年轻人的侍奉来消除长者的沮丧。
καίτοι πῶς ἂν γένοιτο ταύτης πλείονος ἀξία πολιτεία, τῆς οὕτω καλῶς ἁπάντων τῶν πραγμάτων ἐπιμεληθείσης;
然而,对于一个如此精细地管理了所有事务的国制,怎能有比这更有价值的国制呢?
§56περὶ μὲν οὖν τῶν ποτὲ καθεστώτων τὰ μὲν πλεῖστα διεληλύθαμεν· ὅσα δὲ παραλελοίπαμεν, ἐκ τῶν εἰρημένων, ὅτι κἀκεῖνα τὸν αὐτὸν τρόπον εἶχε τούτοις, ῥᾴδιόν ἐστι καταμαθεῖν.
关于曾经确立的制度,我们已经阐述了其中的大部分;至于我们略去的部分,从已述的内容中很容易理解,它们也是以同样的方式运作的。
ἤδη δέ τινες ἀκούσαντές μου ταῦτα διεξιόντος ἐπῄνεσαν μὲν ὡς οἷόν τε μάλιστα, καὶ τοὺς προγόνους ἐμακάρισαν ὅτι τὸν τρόπον τοῦτον τὴν πόλιν διῴκουν, §57οὐ μὴν ὑμᾶς γε ᾤοντο πεισθήσεσθαι χρῆσθαι τούτοις, ἀλλʼ αἱρήσεσθαι διὰ τὴν συνήθειαν ἐν τοῖς καθεστηκόσι πράγμασι κακοπαθεῖν μᾶλλον ἢ μετὰ πολιτείας ἀκριβεστέρας ἄμεινον τὸν βίον διάγειν.
已经有一些人在听完我详细叙述这些内容后,给予了极高的赞赏,并祝福我们的祖先,因为他们曾以这种方式治理城邦,然而,他们并不认为你们会被说服去采用这些制度,而是认为你们由于习惯,宁愿在现存的困境中受苦,也不愿在更精细的国制下过上更好的生活。
εἶναι δʼ ἔφασαν ἐμοὶ καὶ κίνδυνον, μὴ τὰ βέλτιστα συμβουλεύων μισόδημος εἶναι δόξω καὶ τὴν πόλιν ζητεῖν εἰς ὀλιγαρχίαν ἐμβαλεῖν.
他们还说,这对我来说也是一种危险,怕我虽然提出了最好的建议,却被视为仇视民主之人,并被怀疑企图将城邦推向寡头统治。

词汇与语法注释

  1. §50σύνοιδα ... χαίρουσι — 动词 σύνοιδα(深知)接表示人的与格(τοῖς πλείστοις)以及与之保持一致的与格分词(χαίρουσι),构成“深知他们大多数人最不高兴”的补充性分词句式。
  2. §51ἧς ἐπιστατούσης — 关系代名词 ἧς 指代前文的 βουλῆς,作为属格独立分词结构(genitive absolute)的主语,与分词 ἐπιστατούσης 连用,意为“当该议会主持监督时”。
  3. §54ὅταν ἴδῃ πολλοὺς ... κληρουμένους — 在由接续词 ὅταν 引导的从句中,动词 ἴδῃ 的直接宾语属格形式 πολλοὺς 带有多个并列的宾格分词(κληρουμένους、ἀξιοῦντας、χορεύοντας、χειμάζοντας),构成了一个极其冗长的附加分词(宾格与分词)结构。
  4. §57μὴ ... δόξω — 名词 κίνδυνον(危险)后接由表示担忧的 μή 引导的虚拟语气从句(δόξω,意为“恐怕我会显得……”)。分词 συμβουλεύων 具有让步语气,意为“尽管我提出了最好的建议”。

引用这一段

伊索克拉底, 阿雷奥帕古斯议会演说 §49-57. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg018.humanitext-grc2:49-57

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。