§21μέγιστον δʼ αὐτοῖς συνεβάλετο πρὸς τὸ καλῶς οἰκεῖν τὴν πόλιν, ὅτι δυοῖν ἰσοτήτοιν νομιζομέναιν εἶναι, καὶ τῆς μὲν ταὐτὸν ἅπασιν ἀπονεμούσης τῆς δὲ τὸ προσῆκον ἑκάστοις, οὐκ ἠγνόουν τὴν χρησιμωτέραν, ἀλλὰ τὴν μὲν τῶν αὐτῶν ἀξιοῦσαν τοὺς χρηστοὺς καὶ τοὺς πονηροὺς ἀπεδοκίμαζον ὡς οὐ δικαίαν οὖσαν, §22τὴν δὲ κατὰ τὴν ἀξίαν ἕκαστον τιμῶσαν καὶ κολάζουσαν προῃροῦντο, καὶ διὰ ταύτης ᾤκουν τὴν πόλιν, οὐκ ἐξ ἁπάντων τὰς ἀρχὰς κληροῦντες, ἀλλὰ τοὺς βελτίστους καὶ τοὺς ἱκανωτάτους ἐφʼ ἕκαστον τῶν ἔργων προκρίνοντες.
また、彼らが国を立派に治める上で最も貢献したのは、二つの平等が存在するとみなされている中で、一方はすべての人に同じものを配分し、他方は各人にふさわしいものを配分するものであるが、彼らがより有益な方をよく理解していたことでした。 すなわち、善い者も悪い者も同じものに値するとみなす一方の平等を、正しくないものとして退け、他方の、各人をその価値に応じて名誉を与えたり処罰したりする方を選び、これによって国を治めていたのです。 それは、すべての人から抽選で役職を割り当てるのではなく、それぞれの職務に対して最も優秀で最も有能な者を選び出すことによってでした。
τοιούτους γὰρ ἤλπιζον ἔσεσθαι καὶ τοὺς ἄλλους, οἷοί περ ἂν ὦσιν οἱ τῶν πραγμάτων ἐπιστατοῦντες.
なぜなら、他の人々も、国政を指導する者たちがどのような人物であるかに応じた者になるだろうと期待していたからです。
§23ἔπειτα καὶ δημοτικωτέραν ἐνόμιζον εἶναι ταύτην τὴν κατάστασιν ἢ τὴν διὰ τοῦ λαγχάνειν γιγνομένην ἐν μὲν γὰρ τῇ κληρώσει τὴν τύχην βραβεύσειν, καὶ πολλάκις λήψεσθαι τὰς ἀρχὰς τοὺς ὀλιγαρχίας ἐπιθυμοῦντας, ἐν δὲ τῷ προκρίνειν τοὺς ἐπιεικεστάτους τὸν δῆμον ἔσεσθαι κύριον ἑλέσθαι τοὺς ἀγαπῶντας μάλιστα τὴν καθεστῶσαν πολιτείαν.
さらに、彼らはこの制度の方が、抽選によって行われるものよりも民主的であると考えていました。 というのも、抽選においては運が決定権を持ち、寡頭制を望む者たちがしばしば役職を得ることになるのに対し、最も優れた人々を選び出すことにおいては、確立された政体を最も愛する者たちを民衆が主権者として選ぶことになるからです。
§24αἴτιον δʼ ἦν τοῦ ταῦτα τοῖς πολλοῖς ἀρέσκειν καὶ μὴ περιμαχήτους εἶναι τὰς ἀρχάς, ὅτι μεμαθηκότες ἦσαν ἐργάζεσθαι καὶ φείδεσθαι, καὶ μὴ τῶν μὲν οἰκείων ἀμελεῖν τοῖς δʼ ἀλλοτρίοις ἐπιβουλεύειν, μηδʼ ἐκ τῶν δημοσίων τὰ σφέτερʼ αὐτῶν διοικεῖν, ἀλλʼ ἐκ τῶν ἑκάστοις ὑπαρχόντων, εἴ ποτε δεήσειε, τοῖς κοινοῖς ἐπαρκεῖν, μηδʼ ἀκριβέστερον εἰδέναι τὰς ἐκ τῶν ἀρχείων προσόδους ἢ τὰς ἐκ τῶν ἰδίων γιγνομένας αὑτοῖς.
多くの人々にこれらのことが気に入られ、役職が争奪の的とならなかった原因は、彼らが働き、かつ節約すること、自分の財産を無視して他人のものを奪おうと企てないこと、公金から自分自身の生活を営むのではなく、各人が所有するものから、もし必要が生じれば公共の用をまかなうこと、役職から得られる収入を、自分自身の私的な収入よりも正確に把握しようとしないこと、を学んでいたからでした。
οὕτω δʼ ἀπείχοντο σφόδρα τῶν τῆς πόλεως, §25ὥστε χαλεπώτερον ἦν ἐν ἐκείνοις τοῖς χρόνοις εὑρεῖν τοὺς βουλομένους ἄρχειν ἢ νῦν τοὺς μηδὲν δεομένους·
彼らはそのように国の財産から極めて強く身を遠ざけていたので、当時の時代には、役職に就くことを望む人々を見出すことの方が、現在、役職をまったく求めない人々を見出すことよりも困難であったほどでした。
οὐ γὰρ ἐμπορίαν ἀλλὰ λειτουργίαν ἐνόμιζον εἶναι τὴν τῶν κοινῶν ἐπιμέλειαν, οὐδʼ ἀπὸ τῆς πρώτης ἡμέρας ἐσκόπουν ἐλθόντες εἴ τι λῆμμα παραλελοίπασιν οἱ πρότερον ἄρχοντες, ἀλλὰ πολὺ μᾶλλον εἴ τινος πράγματος κατημελήκασι τῶν τέλος ἔχειν κατεπειγόντων.
なぜなら、彼らは公共の事柄の管理を、商売ではなく奉仕であると考えており、就任した初日から、前任の役人たちが何か利益を稼ぎ残していないかを調べるようなことはせず、むしろ、速やかな完了を要する任務を何か怠っていないかを、はるかに厳しく監視したからです。
§26ὡς δὲ συντόμως εἰπεῖν, ἐκεῖνοι διεγνωκότες ἦσαν ὅτι δεῖ τὸν μὲν δῆμον ὥσπερ τύραννον καθιστάναι τὰς ἀρχὰς καὶ κολάζειν τοὺς ἐξαμαρτάνοντας καὶ κρίνειν περὶ τῶν ἀμφισβητουμένων, τοὺς δὲ σχολὴν ἄγειν δυναμένους καὶ βίον ἱκανὸν κεκτημένους ἐπιμελεῖσθαι τῶν κοινῶν ὥσπερ οἰκέτας,
簡潔に言うならば、彼らは、民衆はあたかも僭主のように、役人を任命し、過ちを犯した者を処罰し、争いのある事柄について裁判を下すべきであり、他方、余暇を持つことができ、かつ十分な資力を有する者たちは、あたかも召使のように公共の事務を管理すべきである、と確信していたのです。
§27καὶ δικαίους μὲν γενομένους ἐπαινεῖσθαι καὶ στέργειν ταύτῃ τῇ τιμῇ, κακῶς δὲ διοικήσαντας μηδεμιᾶς συγγνώμης τυγχάνειν ἀλλὰ ταῖς μεγίσταις ζημίαις περιπίπτειν.
そして、彼らが公正であったなら称賛され、この名誉に満足すべきであり、悪政を行ったならいかなる容赦も受けることなく、最大の罰に処されるべきである、と。
καίτοι πῶς ἄν τις εὕροι ταύτης βεβαιοτέραν ἢ δικαιοτέραν δημοκρατίαν, τῆς τοὺς μὲν δυνατωτάτους ἐπὶ τὰς πράξεις καθιστάσης, αὐτῶν δὲ τούτων τὸν δῆμον κύριον ποιούσης;
それにしても、最も有能な人々を実務に就かせつつ、まさにその人々に対して民衆を主権者とするような民主制以上に、安定的で公正な民主制を誰が見出し得るでしょうか。
§28τὸ μὲν οὖν σύνταγμα τῆς πολιτείας τοιοῦτον ἦν αὐτοῖς·
それゆえ、彼らにとっての政体の基本組織はこのようであった。
ῥᾴδιον δʼ ἐκ τούτων καταμαθεῖν ὡς καὶ τὰ καθʼ ἡμέραν ἑκάστην ὀρθῶς καὶ νομίμως πράττοντες διετέλεσαν.
これらのことから、彼らが日々の営みをも正しく、かつ法に従って行い続けたことを知るのは容易である。
ἀνάγκη γὰρ τοῖς περὶ ὅλων τῶν πραγμάτων καλὰς τὰς ὑποθέσεις πεποιημένοις καὶ τὰ μέρη τὸν αὐτὸν τρόπον ἔχειν ἐκείνοις.
なぜなら、すべての事柄について立派な根本原則を立てている人々にとっては、個々の部分的な事柄もそれらと同じ性質を帯びることが不可避だからである。
§29καὶ πρῶτον μὲν τὰ περὶ τοὺς θεούς, ἐντεῦθεν γὰρ ἄρχεσθαι δίκαιον, οὐκ ἀνωμάλως οὐδʼ ἀτάκτως οὔτʼ ἐθεράπευον οὔτʼ ὠργίαζον·
そしてまず、神々に関する事柄について言えば、そこから始めるのが正しいことであるが、彼らは不規則にも無秩序にも、神々を崇拝したり祭儀を行ったりはしなかった。
οὐδʼ ὁπότε μὲν δόξειεν αὐτοῖς, τριακοσίους βοῦς ἔπεμπον, ὁπότε δὲ τύχοιεν, τὰς πατρίους θυσίας ἐξέλειπον·
気の向いたときには300頭の牡牛を犠牲として送る一方で、たまたまそうでないときには祖代々の犠牲祭を怠る、というようなことはしなかった。
οὐδὲ τὰς μὲν ἐπιθέτους ἑορτάς, αἷς ἑστίασίς τις προσείη, μεγαλοπρεπῶς ἦγον, ἐν δὲ τοῖς ἁγιωτάτοις τῶν ἱερῶν ἀπὸ μισθωμάτων ἔθυον·
また、宴会を伴うような、新しく付け加えられた祭日を豪華に祝う一方で、最も神聖な神殿においては請負契約による安価な費用で犠牲を捧げる、というようなこともなかった。
§30ἀλλʼ ἐκεῖνο μόνον ἐτήρουν, ὅπως μηδὲν μήτε τῶν πατρίων καταλύσουσι μήτʼ ἔξω τῶν νομιζομένων προσθήσουσιν·
むしろ、ただ次のことだけ、すなわち祖先伝来の儀式のどれをも廃止せず、また定められた習慣を超えて何も付け加えないようにすることだけを遵守していた。
οὐ γὰρ ἐν ταῖς πολυτελείαις ἐνόμιζον εἶναι τὴν εὐσέβειαν, ἀλλʼ ἐν τῷ μηδὲν κινεῖν ὧν αὐτοῖς οἱ πρόγονοι παρέδοσαν.
なぜなら、彼らは敬虔さが贅沢さの中にあるのではなく、先祖たちが伝えてくれたものの何一つをも変更しないことの中にあると考えていたからである。
καὶ γάρ τοι καὶ τὰ παρὰ τῶν θεῶν οὐκ ἐμπλήκτως οὐδὲ ταραχωδῶς αὐτοῖς συνέβαινεν, ἀλλʼ εὐκαίρως καὶ πρὸς τὴν ἐργασίαν τῆς χώρας καὶ πρὸς τὴν συγκομιδὴν τῶν καρπῶν.
それゆえ実に、神々から彼らにもたらされるものも、気まぐれでも不穏なものではなく、土地の耕作にとっても収穫物の取り入れにとっても、時宜にかなったものであった。