§11καὶ ταῦτʼ εἰκότως καὶ ποιοῦμεν καὶ πάσχομεν·
そして、私たちがこのように振る舞い、またこのような目に遭うのも当然のことです。
οὐδὲν γὰρ οἷόν τε γίγνεσθαι κατὰ τρόπον τοῖς μὴ καλῶς περὶ ὅλης τῆς διοικήσεως βεβουλευμένοις, ἀλλʼ ἐὰν καὶ κατορθώσωσι περί τινας τῶν πράξεων ἢ διὰ τύχην ἢ διʼ ἀνδρὸς ἀρετήν, μικρὸν διαλιπόντες πάλιν εἰς τὰς αὐτὰς ἀπορίας κατέστησαν.
というのも、国政の全体方針について正しく決断していない人々にとっては、何事も都合よく運ぶことはあり得ず、たとえ幸運や個人の有能さによっていくつかの行動で成功を収めることがあったとしても、しばらく間を置いてから、再び同じ困難な状況に陥ってしまうからです。
καὶ ταῦτα γνοίη τις ἂν ἐκ τῶν περὶ ἡμᾶς γεγενημένων·
このことは、私たちの身に起こった出来事から誰でも知ることができるでしょう。
§12ἁπάσης γὰρ τῆς Ἑλλάδος ὑπὸ τὴν πόλιν ἡμῶν ὑποπεσούσης καὶ μετὰ τὴν Κόνωνος ναυμαχίαν καὶ μετὰ τὴν Τιμοθέου στρατηγίαν, οὐδένα χρόνον τὰς εὐτυχίας κατασχεῖν ἠδυνήθημεν, ἀλλὰ ταχέως διεσκαριφησάμεθα καὶ διελύσαμεν αὐτάς.
実際、コノンの海戦の後にも、またティモテオスの将軍職の後にも、ギリシア全体が我が国の支配下に置かれたにもかかわらず、私たちはその幸運をいささかの間も維持することができず、忽ちのうちにそれを台無しにし、散逸させてしまいました。
πολιτείαν γὰρ τὴν ὀρθῶς ἂν τοῖς πράγμασι χρησαμένην οὔτʼ ἔχομεν οὔτε καλῶς ζητοῦμεν.
というのも、私たちは諸事態を正しく扱うような政体を、所有もしていなければ、まともに探し求めようともしていないからです。
§13καίτοι τὰς εὐπραγίας ἅπαντες ἴσμεν καὶ παραγιγνομένας καὶ παραμενούσας οὐ τοῖς τὰ τείχη κάλλιστα καὶ μέγιστα περιβεβλημένοις, οὐδὲ τοῖς μετὰ πλείστων ἀνθρώπων εἰς τὸν αὐτὸν τόπον συνηθροισμένοις, ἀλλὰ τοῖς ἄριστα καὶ σωφρονέστατα τὴν αὑτῶν πόλιν διοικοῦσιν.
しかしながら、繁栄が訪れ、また留まるのは、最も美しく最大の城壁を巡らせている人々でもなければ、最も多くの人間を同じ場所に集めている人々でもなく、自らの国を最も良く、また最も思慮深く治めている人々に対してであるということを、私たちは皆知っています。
§14ἔστι γὰρ ψυχὴ πόλεως οὐδὲν ἔτερον ἢ πολιτεία, τοσαύτην ἔχουσα δύναμιν ὅσην περ ἐν σώματι φρόνησις.
なぜなら、国家の魂とは政体にほかならず、それは身体における知性が持つほどの大きな力を持っているからです。
αὕτη γάρ ἐστιν ἡ βουλευομένη περὶ ἁπάντων, καὶ τὰ μὲν ἀγαθὰ διαφυλάττουσα, τὰς δὲ συμφορὰς διαφεύγουσα.
実に、これこそがすべてのことについて計画し、善きものを守り抜き、不幸を回避するものなのです。
ταύτῃ καὶ τοὺς νόμους καὶ τοὺς ῥήτορας καὶ τοὺς ἰδιώτας ἀναγκαῖόν ἐστιν ὁμοιοῦσθαι, καὶ πράττειν οὕτως ἑκάστους οἵαν περ ἂν ταύτην ἔχωσιν.
法律も、演説家も、一般市民も、この政体に自らを似せることが不可避であり、各自がどのような政体を持っているかに応じて、そのように行動することになるのです。
§15ἧς ἡμεῖς διεφθαρμένης οὐδὲν φροντίζομεν, οὐδὲ σκοποῦμεν ὅπως ἐπανορθώσομεν αὐτήν·
この政体が損なわれているというのに、私たちはまったく気に留めず、いかにしてそれを修復すべきかを考えようともしません。
ἀλλʼ ἐπὶ μὲν τῶν ἐργαστηρίων καθίζοντες κατηγοροῦμεν τῶν καθεστώτων, καὶ λέγομεν ὡς οὐδέποτʼ ἐν δημοκρατίᾳ κάκιον ἐπολιτεύθημεν, ἐν δὲ τοῖς πράγμασι καὶ ταῖς διανοίαις αἷς ἔχομεν μᾶλλον αὐτὴν ἀγαπῶμεν τῆς ὑπὸ τῶν προγόνων καταλειφθείσης.
それどころか、仕事場に座り込んでは現在の体制を非難し、民主制のもとでこれほど悪政が行われたことはかつてないと語りながらも、実際の行動や私たちが抱く精神においては、先祖たちから残された政体よりもむしろ現在の政体を好んでいるのです。
ὑπὲρ ἧς ἐγὼ καὶ τοὺς λόγους μέλλω ποιεῖσθαι καὶ τὴν πρόσοδον ἀπεγραψάμην.
この先祖の政体のためにこそ、私は演説を行おうとしており、登壇の通告も行ったのです。
§16εὑρίσκω γὰρ ταύτην μόνην ἂν γενομένην καὶ τῶν μελλόντων κινδύνων ἀποτροπὴν καὶ τῶν παρόντων κακῶν ἀπαλλαγήν, ἢν ἐθελήσωμεν ἐκείνην τὴν δημοκρατίαν ἀναλαβεῖν, ἢν Σόλων μὲν ὁ δημοτικώτατος γενόμενος ἐνομοθέτησε, Κλεισθένης δὲ ὁ τοὺς τυράννους ἐκβαλὼν καὶ τὸν δῆμον καταγαγὼν πάλιν ἐξ ἀρχῆς κατέστησεν.
なぜなら、もし私たちが、あの最も民衆の味方であったソロンが法を制定し、僭主たちを追放して民衆を帰還させたクレイステネスが再び最初から確立した、あの民主制を取り戻すことを望むなら、それだけが、将来の危険を回避し、現在の災いから脱する手段になり得ると私は気づいているからです。
§17ἧς οὐκ ἂν εὕροιμεν οὔτε δημοτικωτέραν οὔτε τῇ πόλει μᾶλλον συμφέρουσαν.
その民主制以上に、民衆に即しており、かつ国家にとって有益なものを私たちは見出すことはできないでしょう。
τεκμήριον δὲ μέγιστον·
その最大の証拠は次の通りです。
οἱ μὲν γὰρ ἐκείνῃ χρώμενοι, πολλὰ καὶ καλὰ διαπραξάμενοι καὶ παρὰ πᾶσιν ἀνθρώποις εὐδοκιμήσαντες, παρʼ ἑκόντων τῶν Ἑλλήνων τὴν ἡγεμονίαν ἔλαβον, οἱ δὲ τῆς νῦν παρούσης ἐπιθυμήσαντες, ὑπὸ πάντων μισηθέντες καὶ πολλὰ καὶ δεινὰ παθόντες, μικρὸν ἀπέλιπον τοῦ μὴ ταῖς ἐσχάταις συμφοραῖς περιπεσεῖν.
すなわち、あの民主制を用いていた人々は、数多くの立派な業績を成し遂げてすべての人間から高い名声を得、ギリシア人たちから自発的に指導権を与えられたのに対し、現在の民主制を熱望した者たちは、すべての人々から憎まれ、数多くの悲惨な目に遭い、危うく破滅的な不幸に陥る寸前までいったからです。
§18καίτοι πῶς χρὴ ταύτην τὴν πολιτείαν ἐπαινεῖν ἢ στέργειν τὴν τοσούτων μὲν κακῶν αἰτίαν πρότερον γενομένην, νῦν δὲ καθʼ ἕκαστον τὸν ἐνιαυτὸν ἐπὶ τὸ χεῖρον φερομένην;
それなのに、かつてこれほど多くの災いの原因となり、現在も毎年ますます悪化しているこの政体を、どうして称賛したり愛好したりできましょうか。
πῶς δʼ οὐ χρὴ δεδιέναι μὴ τοιαύτης ἐπιδόσεως γιγνομένης τελευτῶντες εἰς τραχύτερα πράγματα τῶν τότε γενομένων ἐξοκείλωμεν;
また、このような悪化が進むことで、最終的には当時起こったことよりもさらに過酷な事態に私たちが座礁してしまうのではないかと、どうして恐れずにいられましょうか。
§19ἵνα δὲ μὴ συλλήβδην μόνον ἀκηκοότες, ἀλλʼ ἀκριβῶς εἰδότες ποιῆσθε καὶ τὴν αἵρεσιν καὶ τὴν κρίσιν αὐτῶν, ὑμέτερον μὲν ἔργον ἐστὶ παρασχεῖν ὑμᾶς αὐτοὺς προσέχοντας τὸν νοῦν τοῖς ὑπʼ ἐμοῦ λεγομένοις, ἐγὼ δʼ ὡς ἂν δύνωμαι συντομώτατα περὶ ἀμφοτέρων τούτων πειράσομαι διελθεῖν πρὸς ὑμᾶς.
皆さんがこれらについて、ただ大雑把に聞くだけでなく、正確に知った上で選択と判断を行えるようにするために、私の言葉に熱心に耳を傾けることが皆さんのなすべき務めであり、私はこれら両方の政体について、できる限り簡潔に皆さんに向かって説明を試みることにしましょう。
§20οἱ γὰρ κατʼ ἐκεῖνον τὸν χρόνον τὴν πόλιν διοικοῦντες κατεστήσαντο πολιτείαν οὐκ ὀνόματι μὲν τῷ κοινοτάτῳ καὶ πραοτάτῳ προσαγορευομένην, ἐπὶ δὲ τῶν πράξεων οὐ τοιαύτην τοῖς ἐντυγχάνουσι φαινομένην, οὐδʼ ἣ τοῦτον τὸν τρόπον ἐπαίδευε τοὺς πολίτας ὥσθʼ ἡγεῖσθαι τὴν μὲν ἀκολασίαν δημοκρατίαν, τὴν δὲ παρανομίαν ἐλευθερίαν, τὴν δὲ παρρησίαν ἰσονομίαν, τὴν δʼ ἐξουσίαν τοῦ πάντα ποιεῖν εὐδαιμονίαν, ἀλλὰ μισοῦσα καὶ κολάζουσα τοὺς τοιούτους βελτίους καὶ σωφρονεστέρους ἅπαντας τοὺς πολίτας ἐποίησεν.
実に、当時の国政を治めていた人々が樹立した政体は、最も親しみやすく穏やかな名称で呼ばれながらも、実際の行動においては接する人々にとってそのようには見えないといったものではありませんでした。 また、市民たちに対して、放縦を民主制、無法を自由、放言を法の下の平等、何でも行う勝手気ままさを幸福とみなすような教育を施すものでもありませんでした。 むしろ、そのような者たちを憎み、処罰することによって、すべての市民をより良く、より思慮深いものにしたのです。