- 底本
- Isocrates, Vol 2. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1929 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg018.humanitext-grc2:21-30
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
著者は、かつての優れた民主制における「能力に応じた平等」とそれに基づく選出制度を説明し、官職が富の追求ではなく公共の奉仕であった実態や、神々への節度ある敬虔な祭儀のあり方を論じる。
μέγιστον δʼ αὐτοῖς συνεβάλετο πρὸς τὸ καλῶς οἰκεῖν τὴν πόλιν, ὅτι δυοῖν ἰσοτήτοιν νομιζομέναιν εἶναι,1 καὶ τῆς μὲν ταὐτὸν ἅπασιν ἀπονεμούσης τῆς δὲ τὸ προσῆκον ἑκάστοις, οὐκ ἠγνόουν τὴν χρησιμωτέραν, ἀλλὰ τὴν μὲν τῶν αὐτῶν ἀξιοῦσαν τοὺς χρηστοὺς καὶ τοὺς πονηροὺς ἀπεδοκίμαζον ὡς οὐ δικαίαν οὖσαν, τὴν δὲ κατὰ τὴν ἀξίαν ἕκαστον τιμῶσαν καὶ κολάζουσαν προῃροῦντο, καὶ διὰ ταύτης ᾤκουν τὴν πόλιν, οὐκ ἐξ ἁπάντων τὰς ἀρχὰς κληροῦντες, ἀλλὰ τοὺς βελτίστους καὶ τοὺς ἱκανωτάτους ἐφʼ ἕκαστον τῶν ἔργων προκρίνοντες. τοιούτους γὰρ ἤλπιζον ἔσεσθαι καὶ τοὺς ἄλλους, οἷοί περ ἂν ὦσιν οἱ τῶν πραγμάτων ἐπιστατοῦντες.
また、彼らが国を立派に治める上で最も貢献したのは、二つの平等が存在するとみなされている中で、一方はすべての人に同じものを配分し、他方は各人にふさわしいものを配分するものであるが、彼らがより有益な方をよく理解していたことでした。すなわち、善い者も悪い者も同じものに値するとみなす一方の平等を、正しくないものとして退け、他方の、各人をその価値に応じて名誉を与えたり処罰したりする方を選び、これによって国を治めていたのです。それは、すべての人から抽選で役職を割り当てるのではなく、それぞれの職務に対して最も優秀で最も有能な者を選び出すことによってでした。なぜなら、他の人々も、国政を指導する者たちがどのような人物であるかに応じた者になるだろうと期待していたからです。
ἔπειτα καὶ δημοτικωτέραν ἐνόμιζον εἶναι ταύτην τὴν κατάστασιν ἢ τὴν διὰ τοῦ λαγχάνειν γιγνομένην ἐν μὲν γὰρ τῇ κληρώσει τὴν τύχην βραβεύσειν, καὶ πολλάκις λήψεσθαι τὰς ἀρχὰς τοὺς ὀλιγαρχίας ἐπιθυμοῦντας, ἐν δὲ τῷ προκρίνειν τοὺς ἐπιεικεστάτους τὸν δῆμον ἔσεσθαι κύριον ἑλέσθαι τοὺς ἀγαπῶντας μάλιστα τὴν καθεστῶσαν πολιτείαν.
さらに、彼らはこの制度の方が、抽選によって行われるものよりも民主的であると考えていました。というのも、抽選においては運が決定権を持ち、寡頭制を望む者たちがしばしば役職を得ることになるのに対し、最も優れた人々を選び出すことにおいては、確立された政体を最も愛する者たちを民衆が主権者として選ぶことになるからです。
αἴτιον δʼ ἦν τοῦ ταῦτα τοῖς πολλοῖς ἀρέσκειν2 καὶ μὴ περιμαχήτους εἶναι τὰς ἀρχάς, ὅτι μεμαθηκότες ἦσαν ἐργάζεσθαι καὶ φείδεσθαι, καὶ μὴ τῶν μὲν οἰκείων ἀμελεῖν τοῖς δʼ ἀλλοτρίοις ἐπιβουλεύειν, μηδʼ ἐκ τῶν δημοσίων τὰ σφέτερʼ αὐτῶν διοικεῖν, ἀλλʼ ἐκ τῶν ἑκάστοις ὑπαρχόντων, εἴ ποτε δεήσειε, τοῖς κοινοῖς ἐπαρκεῖν, μηδʼ ἀκριβέστερον εἰδέναι τὰς ἐκ τῶν ἀρχείων προσόδους ἢ τὰς ἐκ τῶν ἰδίων γιγνομένας αὑτοῖς. οὕτω δʼ ἀπείχοντο σφόδρα τῶν τῆς πόλεως, ὥστε χαλεπώτερον ἦν ἐν ἐκείνοις τοῖς χρόνοις εὑρεῖν τοὺς βουλομένους ἄρχειν ἢ νῦν τοὺς μηδὲν δεομένους· οὐ γὰρ ἐμπορίαν ἀλλὰ λειτουργίαν ἐνόμιζον εἶναι τὴν τῶν κοινῶν ἐπιμέλειαν, οὐδʼ ἀπὸ τῆς πρώτης ἡμέρας ἐσκόπουν ἐλθόντες εἴ τι λῆμμα παραλελοίπασιν οἱ πρότερον ἄρχοντες, ἀλλὰ πολὺ μᾶλλον εἴ τινος πράγματος κατημελήκασι τῶν τέλος ἔχειν κατεπειγόντων.
多くの人々にこれらのことが気に入られ、役職が争奪の的とならなかった原因は、彼らが働き、かつ節約すること、自分の財産を無視して他人のものを奪おうと企てないこと、公金から自分自身の生活を営むのではなく、各人が所有するものから、もし必要が生じれば公共の用をまかなうこと、役職から得られる収入を、自分自身の私的な収入よりも正確に把握しようとしないこと、を学んでいたからでした。彼らはそのように国の財産から極めて強く身を遠ざけていたので、当時の時代には、役職に就くことを望む人々を見出すことの方が、現在、役職をまったく求めない人々を見出すことよりも困難であったほどでした。なぜなら、彼らは公共の事柄の管理を、商売ではなく奉仕であると考えており、就任した初日から、前任の役人たちが何か利益を稼ぎ残していないかを調べるようなことはせず、むしろ、速やかな完了を要する任務を何か怠っていないかを、はるかに厳しく監視したからです。
ὡς δὲ συντόμως εἰπεῖν, ἐκεῖνοι διεγνωκότες ἦσαν ὅτι δεῖ τὸν μὲν δῆμον ὥσπερ τύραννον καθιστάναι τὰς ἀρχὰς καὶ κολάζειν τοὺς ἐξαμαρτάνοντας καὶ κρίνειν περὶ τῶν ἀμφισβητουμένων, τοὺς δὲ σχολὴν ἄγειν δυναμένους καὶ βίον ἱκανὸν κεκτημένους ἐπιμελεῖσθαι3 τῶν κοινῶν ὥσπερ οἰκέτας, καὶ δικαίους μὲν γενομένους ἐπαινεῖσθαι καὶ στέργειν ταύτῃ τῇ τιμῇ, κακῶς δὲ διοικήσαντας μηδεμιᾶς συγγνώμης τυγχάνειν ἀλλὰ ταῖς μεγίσταις ζημίαις περιπίπτειν. καίτοι πῶς ἄν τις εὕροι ταύτης βεβαιοτέραν ἢ δικαιοτέραν δημοκρατίαν, τῆς τοὺς μὲν δυνατωτάτους ἐπὶ τὰς πράξεις καθιστάσης, αὐτῶν δὲ τούτων τὸν δῆμον κύριον ποιούσης;
簡潔に言うならば、彼らは、民衆はあたかも僭主のように、役人を任命し、過ちを犯した者を処罰し、争いのある事柄について裁判を下すべきであり、他方、余暇を持つことができ、かつ十分な資力を有する者たちは、あたかも召使のように公共の事務を管理すべきである、と確信していたのです。そして、彼らが公正であったなら称賛され、この名誉に満足すべきであり、悪政を行ったならいかなる容赦も受けることなく、最大の罰に処されるべきである、と。それにしても、最も有能な人々を実務に就かせつつ、まさにその人々に対して民衆を主権者とするような民主制以上に、安定的で公正な民主制を誰が見出し得るでしょうか。
τὸ μὲν οὖν σύνταγμα τῆς πολιτείας τοιοῦτον ἦν αὐτοῖς· ῥᾴδιον δʼ ἐκ τούτων καταμαθεῖν ὡς καὶ τὰ καθʼ ἡμέραν ἑκάστην ὀρθῶς καὶ νομίμως πράττοντες διετέλεσαν. ἀνάγκη γὰρ τοῖς περὶ ὅλων τῶν πραγμάτων καλὰς τὰς ὑποθέσεις πεποιημένοις καὶ τὰ μέρη τὸν αὐτὸν τρόπον ἔχειν ἐκείνοις.
それゆえ、彼らにとっての政体の基本組織はこのようであった。これらのことから、彼らが日々の営みをも正しく、かつ法に従って行い続けたことを知るのは容易である。なぜなら、すべての事柄について立派な根本原則を立てている人々にとっては、個々の部分的な事柄もそれらと同じ性質を帯びることが不可避だからである。
καὶ πρῶτον μὲν τὰ περὶ τοὺς θεούς,4 ἐντεῦθεν γὰρ ἄρχεσθαι δίκαιον, οὐκ ἀνωμάλως οὐδʼ ἀτάκτως οὔτʼ ἐθεράπευον οὔτʼ ὠργίαζον· οὐδʼ ὁπότε μὲν δόξειεν αὐτοῖς, τριακοσίους βοῦς ἔπεμπον, ὁπότε δὲ τύχοιεν, τὰς πατρίους θυσίας ἐξέλειπον· οὐδὲ τὰς μὲν ἐπιθέτους ἑορτάς, αἷς ἑστίασίς τις προσείη, μεγαλοπρεπῶς ἦγον, ἐν δὲ τοῖς ἁγιωτάτοις τῶν ἱερῶν ἀπὸ μισθωμάτων ἔθυον·
そしてまず、神々に関する事柄について言えば、そこから始めるのが正しいことであるが、彼らは不規則にも無秩序にも、神々を崇拝したり祭儀を行ったりはしなかった。気の向いたときには300頭の牡牛を犠牲として送る一方で、たまたまそうでないときには祖代々の犠牲祭を怠る、というようなことはしなかった。また、宴会を伴うような、新しく付け加えられた祭日を豪華に祝う一方で、最も神聖な神殿においては請負契約による安価な費用で犠牲を捧げる、というようなこともなかった。
ἀλλʼ ἐκεῖνο μόνον ἐτήρουν, ὅπως μηδὲν μήτε τῶν πατρίων καταλύσουσι μήτʼ ἔξω τῶν νομιζομένων προσθήσουσιν· οὐ γὰρ ἐν ταῖς πολυτελείαις ἐνόμιζον εἶναι τὴν εὐσέβειαν, ἀλλʼ ἐν τῷ μηδὲν κινεῖν ὧν αὐτοῖς οἱ πρόγονοι παρέδοσαν. καὶ γάρ τοι καὶ τὰ παρὰ τῶν θεῶν οὐκ ἐμπλήκτως οὐδὲ ταραχωδῶς αὐτοῖς συνέβαινεν, ἀλλʼ εὐκαίρως καὶ πρὸς τὴν ἐργασίαν τῆς χώρας καὶ πρὸς τὴν συγκομιδὴν τῶν καρπῶν.
むしろ、ただ次のことだけ、すなわち祖先伝来の儀式のどれをも廃止せず、また定められた習慣を超えて何も付け加えないようにすることだけを遵守していた。なぜなら、彼らは敬虔さが贅沢さの中にあるのではなく、先祖たちが伝えてくれたものの何一つをも変更しないことの中にあると考えていたからである。それゆえ実に、神々から彼らにもたらされるものも、気まぐれでも不穏なものではなく、土地の耕作にとっても収穫物の取り入れにとっても、時宜にかなったものであった。
- 21δυοῖν ἰσοτήτοιν νομιζομέναιν εἶναι
「二つの平等が存在するとみなされている中で」という意味の属格独立構文。名詞 ἰσοτήτοιν と分詞 νομιζομέναιν はともに女性両数形(dual)であり、二種類の平等の対比を導入している。
- 24τοῦ ταῦτα τοῖς πολλοῖς ἀρέσκειν
冠詞付き不定詞 τοῦ ... ἀρέσκειν(属格)は、文頭の αἴτιον(原因)の内容を実質的に修飾・説明する役割を果たしている。名詞的用法であり、τοῖς πολλοῖς は ἀρέσκειν の与格目的語。
- 26δεῖ τὸν μὲν δῆμον ὥσπερ τύραννον καθιστάναι ... τοὺς δὲ ... ἐπιμελεῖσθαι
非人称動詞 δεῖ に支配された対格不定詞(対格+不定詞)構文。τὸν μὲν δῆμον(民衆)を主語とする καθιστάναι, κολάζειν, κρίνειν と、τοὺς δὲ σχολὴν ἄγειν δυναμένους ...(余暇を持つ能力のある人々)を主語とする ἐπιμελεῖσθαι が対比的に並列されている。
- 29τὰ περὶ τοὺς θεούς
文頭に置かれた主格(または対格)の主題提示句。文全体の動詞である οὔτʼ ἐθεράπευον οὔτʼ ὠργίαζον(彼らは崇拝もしなかったし祭儀も行わなかった)の直接の目的語、または「神々に関する事柄について言えば」という絶対対格的な役割を果たしている。
