§31παραπλησίως δὲ τοῖς εἰρημένοις καὶ τὰ πρὸς σφᾶς αὐτοὺς διῴκουν.
彼らはこれまでに述べられたことと同様に、自分たち相互の間の事柄をも管理していました。
οὐ γὰρ μόνον μερὶ τῶν κοινῶν ὡμονόουν, ἀλλὰ καὶ περὶ τὸν ἴδιον βίον τοσαύτην ἐποιοῦντο πρόνοιαν ἀλλήλων, ὅσην περ χρὴ τοὺς εὖ φρονοῦντας καὶ πατρίδος κοινωνοῦντας.
というのも、彼らは共同の事柄について合意していただけでなく、個人の生活に関しても、分別があり祖国を共有する人々がなすべきほどの互いへの気遣いを示していたからです。
οἵ τε γὰρ πενέστεροι τῶν πολιτῶν τοσοῦτον ἀπεῖχον τοῦ φθονεῖν τοῖς πλείω κεκτημένοις, §32ὥσθʼ ὁμοίως ἐκήδοντο τῶν οἴκων τῶν μεγάλων ὥσπερ τῶν σφετέρων αὐτῶν, ἡγούμενοι τὴν ἐκείνων εὐδαιμονίαν αὑτοῖς εὐπορίαν ὑπάρχειν·
すなわち、市民のうちでより貧しい人々は、より多くの財産を持つ人々を妬むことから極めて遠かったので、その結果、富裕な人々の繁栄が自分たちにとっての豊かな暮らしの源泉であると考えて、富裕な家々のことを自分たち自身の家と同様に気遣っていたほどでした。
οἵ τε τὰς οὐσίας ἔχοντες οὐχ ὅπως ὑπερεώρων τοὺς καταδεέστερον πράττοντας, ἀλλʼ ὑπολαμβάνοντες αἰσχύνην αὑτοῖς εἶναι τὴν τῶν πολιτῶν ἀπορίαν ἐπήμυνον ταῖς ἐνδείαις, τοῖς μὲν γεωργίας ἐπὶ μετρίαις μισθώσεσι παραδιδόντες, τοὺς δὲ κατʼ ἐμπορίαν ἐκπέμποντες, τοῖς δʼ εἰς τὰς ἄλλας ἐργασίας ἀφορμὴν παρέχοντες.
また、財産を持つ人々は、より貧しい暮らしをしている人々を見下すどころか、市民の困窮を自分たちの恥であると考えて、その欠乏を補っていました。 ある人々には適正な小作料で農業を任せ、他の人々は交易へと送り出し、また別の人々にはその他の仕事のための元手を供与することによってでした。
§33οὐ γὰρ ἐδεδίεσαν μὴ δυοῖν θάτερον πάθοιεν, ἢ πάντων στερηθεῖεν, ἢ πολλὰ πράγματα σχόντες μέρος τι κομίσαιντο τῶν προεθέντων·
なぜなら彼らは、二つのことのうちいずれか一方を被ること、すなわち、すべてを奪われるか、あるいは多くの煩わしい手続きを経た上で貸し出したものの一部だけを回収することになるのを恐れていなかったからです。
ἀλλʼ ὁμοίως ἐθάρρουν περὶ τῶν ἔξω δεδομένων ὥσπερ περὶ τῶν ἔνδον κειμένων.
むしろ彼らは、外に貸し出されたものに対しても、家の中に保管されているものと同様に安心していました。
ἑώρων γὰρ τοὺς περὶ τῶν συμβολαίων κρίνοντας οὐ ταῖς ἐπιεικείαις χρωμένους, ἀλλὰ τοῖς νόμοις πειθομένους, §34οὐδʼ ἐν τοῖς τῶν ἄλλων ἀγῶσιν αὑτοῖς ἀδικεῖν ἐξουσίαν παρασκευάζοντας, ἀλλὰ μᾶλλον ὀργιζομένους τοῖς ἀποστεροῦσιν αὐτῶν τῶν ἀδικουμένων, καὶ νομίζοντας διὰ τοὺς ἄπιστα τὰ συμβόλαια ποιοῦντας μείζω βλάπτεσθαι τοὺς πένητας τῶν πολλὰ κεκτημένων·
なぜなら、契約に関する裁判を行う人々が、寛大さを用いるのではなく、法律に従っているのを見ていたからです、また、他人の訴訟において自分たちが不正を行う権限を用意するのではなく、むしろ不正を被っている当人たちよりも、奪い取る者たちに対して怒りを燃やし、そして、契約を信頼できないものにする者たちのせいで、貧しい人々の方が多くの財産を持つ人々よりも大きな損害を被ると考えているのを見ていたからです。
τοὺς μὲν γάρ, ἢν παύσωνται προϊέμενοι, μικρῶν προσόδων ἀποστερηθήσεσθαι, τοὺς δʼ, ἢν ἀπορήσωσι τῶν ἐπαρκούντων, εἰς τὴν ἐσχάτην ἔνδειαν καταστήσεσθαι.
というのも、富裕な人々は、もし貸し出しをやめてしまえばわずかな収入を奪われるだけで済みますが、貧しい人々は、もし援助してくれる者を失えば極限の窮乏に陥ることになるからです。
§35καὶ γάρ τοι διὰ τὴν γνώμην ταύτην οὐδεὶς οὔτʼ ἀπεκρύπτετο τὴν οὐσίαν οὔτʼ ὤκνει συμβάλλειν, ἀλλʼ ἥδιον ἑώρων τοὺς δανειζομένους ἢ τοὺς ἀποδιδόντας.
それゆえに実に、この考え方のために、誰も自分の財産を隠そうとはせず、また貸し付けることをためらいもしませんでした。 むしろ彼らは、返済する人々よりも借りに来る人々を好意的に見ていました。
ἀμφότερα γὰρ αὐτοῖς συνέβαινεν, ἅπερ ἂν βουληθεῖεν ἄνθρωποι νοῦν ἔχοντες·
なぜなら、思慮ある人々が望むであろう両方のことが彼らに生じていたからです。
ἅμα γὰρ τούς τε πολίτας ὠφέλουν καὶ τὰ σφέτερʼ αὐτῶν ἐνεργὰ καθίστασαν.
すなわち、市民たちを助けると同時に、自分たちの財産を稼働させていたのです。
κεφάλαιον δὲ τοῦ καλῶς ἀλλήλοις ὁμιλεῖν·
互いに良好に交際することの要約は次の通りです。
αἱ μὲν γὰρ κτήσεις ἀσφαλεῖς ἦσαν, οἷσπερ κατὰ τὸ δίκαιον ὑπῆρχον, αἱ δὲ χρήσεις κοιναὶ πᾶσι τοῖς δεομένοις τῶν πολιτῶν.
すなわち、所有権はそれを正当に有する人々にとって安全であり、他方、使用権は市民のうち必要とするすべての人に共有されていたのです。
§36ἴσως ἂν οὖν τις ἐπιτιμήσειε τοῖς εἰρημένοις, ὅτι τὰς μὲν πράξεις ἐπαινῶ τὰς ἐν ἐκείνοις τοῖς χρόνοις γεγενημένας, τὰς δʼ αἰτίας οὐ φράζω, διʼ ἃς οὕτω καλῶς καὶ τὰ πρὸς σφᾶς αὐτοὺς εἶχον καὶ τὴν πόλιν διῴκουν.
おそらく、誰かが述べられたことに対して、私が当時の時代に行われた行為を称賛する一方で、彼らがこれほど立派に相互の関係を維持し、国を管理していた原因を語っていないとして非難するかもしれません。
ἐγὼ δʼ οἶμαι μὲν εἰρηκέναι τι καὶ τοιοῦτον, οὐ μὴν ἀλλʼ ἔτι πλείω καὶ σαφέστερον πειράσομαι διαλεχθῆναι περὶ αὐτῶν.
しかし、私はすでにそのようなこともいくらか述べたと思っていますが、とはいえ、それらについてさらに多く、またより明確に語るよう試みることにしましょう。
§37ἐκεῖνοι γὰρ οὐκ ἐν μὲν ταῖς παιδείαις πολλοὺς τοὺς ἐπιστατοῦντας εἶχον, ἐπειδὴ δʼ εἰς ἄνδρας δοκιμασθεῖεν, ἐξῆν αὐτοῖς ποιεῖν ὅ τι βουληθεῖεν, ἀλλʼ ἐν αὐταῖς ταῖς ἀκμαῖς πλέονος ἐπιμελείας ἐτύγχανον ἢ παῖδες ὄντες.
なぜなら、当時の人々は、子供の教育においては多くの監督者を持っていたものの、大人の仲間入りを認められた後は、望むことは何でもしてよいということにはなっておらず、むしろ、まさに人生の盛りの時期において、子供であった時よりもさらに多くの監視を受けていたからです。
οὕτω γὰρ ἡμῶν οἱ πρόγονοι σφόδρα περὶ τὴν σωφροσύνην ἐσπούδαζον, ὥστε τὴν ἐξ Ἀρείου πάγου βουλὴν ἐπέστησαν ἐπιμελεῖσθαι τῆς εὐκοσμίας, ἧς οὐχ οἷόν τʼ ἦν μετασχεῖν πλὴν τοῖς καλῶς γεγονόσι καὶ πολλὴν ἀρετὴν ἐν τῷ βίω καὶ σωφροσύνην ἐνδεδειγμένοις, ὥστʼ εἰκότως αὐτὴν διενεγκεῖν τῶν ἐν τοῖς Ἕλλησι συνεδρίων.
我々の祖先は節度をこれほど強く重んじていたので、アレオパゴス評議会に秩序を監視する任務を課したのです。 この評議会に加わることができるのは、家柄が良く、生涯において多くの徳と節度を示した人々に限られていました。 そのため、当然のことながら、それはギリシア人たちの諸集会の中でも傑出したものとなりました。
§38σημείοις δʼ ἄν τις χρήσαιτο περὶ τῶν τότε καθεστώτων καὶ τοῖς ἐν τῷ παρόντι γιγνομένοις·
当時の確立された秩序の証拠として、現在の出来事を用いることもできるでしょう。
ἔτι γὰρ καὶ νῦν ἁπάντων τῶν περὶ τὴν αἵρεσιν καὶ τὴν δοκιμασίαν κατημελημένων ἴδοιμεν ἂν τοὺς ἐν τοῖς ἄλλοις πράγμασιν οὐκ ἀνεκτοὺς ὄντας, ἐπειδὰν εἰς Ἄρειον πάγον ἀναβῶσιν, ὀκνοῦντας τῇ φύσει χρῆσθαι καὶ μᾶλλον τοῖς ἐκεῖ νομίμοις ἢ ταῖς αὑτῶν κακίαις ἐμμένοντας.
なぜなら、選出や審査に関する事柄がすべて無視されている現在であっても、他の事柄においては耐え難い人物である人々が、アレオパゴスに登ると、自分たちの本性を発揮することをためらい、自らの悪徳に従うよりも、そこでの規律を忠実に守るのを我々は目にすることができるからです。
τοσοῦτον φόβον ἐκεῖνοι τοῖς πονηροῖς ἐνειργάσαντο, καὶ τοιοῦτο μνημεῖον ἐν τῷ τόπῳ τῆς αὑτῶν ἀρετῆς καὶ σωφροσύνης ἐγκατέλιπον.
これほど強い畏怖の念を、当時の人々は悪人たちに植え付け、そして自分たちの徳と節度の記念碑をその場所に残したのです。