Humanitext Reader

伊索克拉底 · 阿雷奥帕古斯议会演说 §21-30

先祖民主制下的真正平等与官职选拔

第 3 段,共 9 段 · 希腊语

内容简介

作者阐述了先祖民主制下“根据价值给予平等的分配”以及相应的官职选拔制度,指出当时管理公共事务被视为一种奉献而非生意,并说明了当时人们在祭祀神灵时如何恪守祖传法度而非追求奢侈。

§21μέγιστον δʼ αὐτοῖς συνεβάλετο πρὸς τὸ καλῶς οἰκεῖν τὴν πόλιν, ὅτι δυοῖν ἰσοτήτοιν νομιζομέναιν εἶναι, καὶ τῆς μὲν ταὐτὸν ἅπασιν ἀπονεμούσης τῆς δὲ τὸ προσῆκον ἑκάστοις, οὐκ ἠγνόουν τὴν χρησιμωτέραν, ἀλλὰ τὴν μὲν τῶν αὐτῶν ἀξιοῦσαν τοὺς χρηστοὺς καὶ τοὺς πονηροὺς ἀπεδοκίμαζον ὡς οὐ δικαίαν οὖσαν, §22τὴν δὲ κατὰ τὴν ἀξίαν ἕκαστον τιμῶσαν καὶ κολάζουσαν προῃροῦντο, καὶ διὰ ταύτης ᾤκουν τὴν πόλιν, οὐκ ἐξ ἁπάντων τὰς ἀρχὰς κληροῦντες, ἀλλὰ τοὺς βελτίστους καὶ τοὺς ἱκανωτάτους ἐφʼ ἕκαστον τῶν ἔργων προκρίνοντες.
而最有利于他们把城邦治理得井井有条的,是他们深知两种公认的平等中哪一种更为有益:一种平等是向所有人分配同样的东西,另一种则是把适合的东西分配给每个人。 他们拒绝了那种将好人和坏人一视同仁的平等,认为那是不公正的,而选择了那种根据每个人的价值给予奖惩的平等。 他们依此治理城邦,不是通过在全体公民中抽签来决定官职,而是为每项职务选拔最优秀、最称职的人。
τοιούτους γὰρ ἤλπιζον ἔσεσθαι καὶ τοὺς ἄλλους, οἷοί περ ἂν ὦσιν οἱ τῶν πραγμάτων ἐπιστατοῦντες.
因为他们预料到,其他公民的品格也会变得和那些管理事务的人一样。
§23ἔπειτα καὶ δημοτικωτέραν ἐνόμιζον εἶναι ταύτην τὴν κατάστασιν ἢ τὴν διὰ τοῦ λαγχάνειν γιγνομένην ἐν μὲν γὰρ τῇ κληρώσει τὴν τύχην βραβεύσειν, καὶ πολλάκις λήψεσθαι τὰς ἀρχὰς τοὺς ὀλιγαρχίας ἐπιθυμοῦντας, ἐν δὲ τῷ προκρίνειν τοὺς ἐπιεικεστάτους τὸν δῆμον ἔσεσθαι κύριον ἑλέσθαι τοὺς ἀγαπῶντας μάλιστα τὴν καθεστῶσαν πολιτείαν.
此外,他们认为这种选拔制度比抽签制度更符合平民利益。 因为在抽签中,起决定作用的是运气,向往寡头制的人常常会获得官职;而在选拔最合适的人选时,人民则有权力选择那些最热爱现行宪政的人。
§24αἴτιον δʼ ἦν τοῦ ταῦτα τοῖς πολλοῖς ἀρέσκειν καὶ μὴ περιμαχήτους εἶναι τὰς ἀρχάς, ὅτι μεμαθηκότες ἦσαν ἐργάζεσθαι καὶ φείδεσθαι, καὶ μὴ τῶν μὲν οἰκείων ἀμελεῖν τοῖς δʼ ἀλλοτρίοις ἐπιβουλεύειν, μηδʼ ἐκ τῶν δημοσίων τὰ σφέτερʼ αὐτῶν διοικεῖν, ἀλλʼ ἐκ τῶν ἑκάστοις ὑπαρχόντων, εἴ ποτε δεήσειε, τοῖς κοινοῖς ἐπαρκεῖν, μηδʼ ἀκριβέστερον εἰδέναι τὰς ἐκ τῶν ἀρχείων προσόδους ἢ τὰς ἐκ τῶν ἰδίων γιγνομένας αὑτοῖς.
这些做法之所以能得到大多数人的赞同,且官职不至于成为争夺的对象,是因为他们学会了勤劳和节俭,不去忽视自己的财产而觊觎他人的财物,也不用公款来维持自己的生活,而是在需要的时候用个人拥有的财产来资助公共事务,并且不去过分关注官职带来的收入,胜过关注自己私产的收益。
οὕτω δʼ ἀπείχοντο σφόδρα τῶν τῆς πόλεως, §25ὥστε χαλεπώτερον ἦν ἐν ἐκείνοις τοῖς χρόνοις εὑρεῖν τοὺς βουλομένους ἄρχειν ἢ νῦν τοὺς μηδὲν δεομένους·
他们如此严格地远离城邦的公共财产,以至于在那个时代,寻找愿意做官的人,比现在寻找完全不求官职的人还要困难。
οὐ γὰρ ἐμπορίαν ἀλλὰ λειτουργίαν ἐνόμιζον εἶναι τὴν τῶν κοινῶν ἐπιμέλειαν, οὐδʼ ἀπὸ τῆς πρώτης ἡμέρας ἐσκόπουν ἐλθόντες εἴ τι λῆμμα παραλελοίπασιν οἱ πρότερον ἄρχοντες, ἀλλὰ πολὺ μᾶλλον εἴ τινος πράγματος κατημελήκασι τῶν τέλος ἔχειν κατεπειγόντων.
因为他们认为管理公共事务不是一门生意,而是一种义务奉献。 他们绝不会在到任的第一天就去查看前任官吏有没有留下什么油水,而是更多地去检查是否有急需完成的事务被疏忽了。
§26ὡς δὲ συντόμως εἰπεῖν, ἐκεῖνοι διεγνωκότες ἦσαν ὅτι δεῖ τὸν μὲν δῆμον ὥσπερ τύραννον καθιστάναι τὰς ἀρχὰς καὶ κολάζειν τοὺς ἐξαμαρτάνοντας καὶ κρίνειν περὶ τῶν ἀμφισβητουμένων, τοὺς δὲ σχολὴν ἄγειν δυναμένους καὶ βίον ἱκανὸν κεκτημένους ἐπιμελεῖσθαι τῶν κοινῶν ὥσπερ οἰκέτας, §27καὶ δικαίους μὲν γενομένους ἐπαινεῖσθαι καὶ στέργειν ταύτῃ τῇ τιμῇ, κακῶς δὲ διοικήσαντας μηδεμιᾶς συγγνώμης τυγχάνειν ἀλλὰ ταῖς μεγίσταις ζημίαις περιπίπτειν.
简而言之,他们确信:人民应当像君主一样,有权任命官吏、惩罚犯错者、并对争议事项进行裁判;而那些有闲暇且拥有充足资财的人,则应当像仆人一样去管理公共事务,如果他们表现公正,就应当受到赞扬并满足于这种荣誉;如果治理不善,则不应得到任何宽恕,而应遭受最严厉的惩罚。
καίτοι πῶς ἄν τις εὕροι ταύτης βεβαιοτέραν ἢ δικαιοτέραν δημοκρατίαν, τῆς τοὺς μὲν δυνατωτάτους ἐπὶ τὰς πράξεις καθιστάσης, αὐτῶν δὲ τούτων τὸν δῆμον κύριον ποιούσης;
然而,有什么民主制度能比这更稳定、更公正呢? 它既让最有能力的人负责实际事务,又让人民成为这些人的主权者。
§28τὸ μὲν οὖν σύνταγμα τῆς πολιτείας τοιοῦτον ἦν αὐτοῖς·
因此,他们政体的基本组织就是这样的。
ῥᾴδιον δʼ ἐκ τούτων καταμαθεῖν ὡς καὶ τὰ καθʼ ἡμέραν ἑκάστην ὀρθῶς καὶ νομίμως πράττοντες διετέλεσαν.
从这些事情中很容易看出,他们日常生活的方方面面也始终是正确且合乎法度的。
ἀνάγκη γὰρ τοῖς περὶ ὅλων τῶν πραγμάτων καλὰς τὰς ὑποθέσεις πεποιημένοις καὶ τὰ μέρη τὸν αὐτὸν τρόπον ἔχειν ἐκείνοις.
因为对于那些在整体事务上确立了良好原则的人来说,局部的事务也必然具有同样的性质。
§29καὶ πρῶτον μὲν τὰ περὶ τοὺς θεούς, ἐντεῦθεν γὰρ ἄρχεσθαι δίκαιον, οὐκ ἀνωμάλως οὐδʼ ἀτάκτως οὔτʼ ἐθεράπευον οὔτʼ ὠργίαζον·
首先,关于神灵的事务——因为从这里开始是理所当然的——他们既不杂乱无章、也不毫无规矩地敬神和祭祀。
οὐδʼ ὁπότε μὲν δόξειεν αὐτοῖς, τριακοσίους βοῦς ἔπεμπον, ὁπότε δὲ τύχοιεν, τὰς πατρίους θυσίας ἐξέλειπον· οὐδὲ τὰς μὲν ἐπιθέτους ἑορτάς, αἷς ἑστίασίς τις προσείη, μεγαλοπρεπῶς ἦγον, ἐν δὲ τοῖς ἁγιωτάτοις τῶν ἱερῶν ἀπὸ μισθωμάτων ἔθυον·
他们绝不会在高兴的时候送去三百头牛作为祭品,而在平时却任由祖传的祭祀荒废;也不会在那些附带宴席的新增节日里大肆铺张,却在最神圣的圣所里通过廉价招标来献祭。
§30ἀλλʼ ἐκεῖνο μόνον ἐτήρουν, ὅπως μηδὲν μήτε τῶν πατρίων καταλύσουσι μήτʼ ἔξω τῶν νομιζομένων προσθήσουσιν·
相反,他们只遵守一条原则:既不废除任何祖传的仪式,也不在定制之外增加任何东西。
οὐ γὰρ ἐν ταῖς πολυτελείαις ἐνόμιζον εἶναι τὴν εὐσέβειαν, ἀλλʼ ἐν τῷ μηδὲν κινεῖν ὧν αὐτοῖς οἱ πρόγονοι παρέδοσαν.
因为他们认为虔敬不在于奢侈,而在于不改动任何祖先传下来的东西。
καὶ γάρ τοι καὶ τὰ παρὰ τῶν θεῶν οὐκ ἐμπλήκτως οὐδὲ ταραχωδῶς αὐτοῖς συνέβαινεν, ἀλλʼ εὐκαίρως καὶ πρὸς τὴν ἐργασίαν τῆς χώρας καὶ πρὸς τὴν συγκομιδὴν τῶν καρπῶν.
因此,神灵赐予他们的恩惠也同样不是反复无常、令人不安的,而是在耕作土地和收获作物的最合适时机降临。

词汇与语法注释

  1. §21δυοῖν ἰσοτήτοιν νομιζομέναιν εἶναι — 属格独立结构,意为“在两种公认的平等中”。名词 `ἰσοτήτοιν` 和分词 `νομιζομέναιν` 均为阴性双数形,用以引入两种平等之间的对比。
  2. §24τοῦ ταῦτα τοῖς πολλοῖς ἀρέσκειν — 带冠词的属格不定式 `τοῦ ... ἀρέσκειν` 起到了修饰和解释句首 `αἴτιον`(原因)的作用。这是一种名词性用法,其中 `τοῖς πολλοῖς` 是不定式 `ἀρέσκειν` 的与格宾语。
  3. §26δεῖ τὸν μὲν δῆμον ὥσπερ τύραννον καθιστάναι ... τοὺς δὲ ... ἐπιμελεῖσθαι — 由无人称动词 `δεῖ` 所支配的带对格的不定式结构。它对比了以 `τὸν μὲν δῆμον`(人民)为主语的 `καθιστάναι`、`κολάζειν` 和 `κρίνειν`,以及以 `τοὺς δὲ σχολὴν ἄγειν δυναμένους ...`(有闲暇能力的人)为主语的 `ἐπιμελεῖσθαι`。
  4. §29τὰ περὶ τοὺς θεούς — 置于句首的格位主题句(主格或对格)。它要么充当全句主要动词 `οὔτʼ ἐθεράπευον οὔτʼ ὠργίαζον`(他们既不敬神也不祭祀)的直接宾语,要么起到了“关于神灵的事务”这一关涉对格的作用。

引用这一段

伊索克拉底, 阿雷奥帕古斯议会演说 §21-30. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg018.humanitext-grc2:21-30

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。