Humanitext Reader

伊索克拉底 · 阿雷奥帕古斯议会演说 §11-20

政体的重要性与恢复祖制民主的提议

第 2 段,共 9 段 · 希腊语

内容简介

发言者指出,雅典无法维持一时的成功,其根源在于缺乏健全的政体,并论证道,避免未来毁灭的唯一途径是恢复由梭伦和克里斯提尼建立的优秀的祖先民主制。

§11καὶ ταῦτʼ εἰκότως καὶ ποιοῦμεν καὶ πάσχομεν·
我们这样行动、遭受这样的境遇,也是理所当然的。
οὐδὲν γὰρ οἷόν τε γίγνεσθαι κατὰ τρόπον τοῖς μὴ καλῶς περὶ ὅλης τῆς διοικήσεως βεβουλευμένοις, ἀλλʼ ἐὰν καὶ κατορθώσωσι περί τινας τῶν πράξεων ἢ διὰ τύχην ἢ διʼ ἀνδρὸς ἀρετήν, μικρὸν διαλιπόντες πάλιν εἰς τὰς αὐτὰς ἀπορίας κατέστησαν.
因为对于那些未能就整个国政方针做出妥善决断的人来说,任何事情都不可能顺利进行;即便他们由于运气或个人的才能在某些行动中取得了成功,但没过多久,又会重新陷入同样的困境之中。
καὶ ταῦτα γνοίη τις ἂν ἐκ τῶν περὶ ἡμᾶς γεγενημένων·
任何人都可以从发生在我们身上的事情中明白这一点。
§12ἁπάσης γὰρ τῆς Ἑλλάδος ὑπὸ τὴν πόλιν ἡμῶν ὑποπεσούσης καὶ μετὰ τὴν Κόνωνος ναυμαχίαν καὶ μετὰ τὴν Τιμοθέου στρατηγίαν, οὐδένα χρόνον τὰς εὐτυχίας κατασχεῖν ἠδυνήθημεν, ἀλλὰ ταχέως διεσκαριφησάμεθα καὶ διελύσαμεν αὐτάς.
因为在科农的海战之后,以及在蒂莫西乌斯的将军任期之后,整个希腊都归于我们城邦的统治之下,但我们却未能将这一好运维持片刻,而是迅速地将其挥霍并瓦解了。
πολιτείαν γὰρ τὴν ὀρθῶς ἂν τοῖς πράγμασι χρησαμένην οὔτʼ ἔχομεν οὔτε καλῶς ζητοῦμεν.
因为我们既不拥有、也未曾妥善地去寻求一个能正确处理这些事务的政体。
§13καίτοι τὰς εὐπραγίας ἅπαντες ἴσμεν καὶ παραγιγνομένας καὶ παραμενούσας οὐ τοῖς τὰ τείχη κάλλιστα καὶ μέγιστα περιβεβλημένοις, οὐδὲ τοῖς μετὰ πλείστων ἀνθρώπων εἰς τὸν αὐτὸν τόπον συνηθροισμένοις, ἀλλὰ τοῖς ἄριστα καὶ σωφρονέστατα τὴν αὑτῶν πόλιν διοικοῦσιν.
然而,我们大家都知道,繁荣的到来与保持,并不是因为那些为自己修筑了最美、最大城墙的人,也不是因为那些将最多人口聚集在同一地方的人,而是因为那些以最好、最克制的方式治理自己城邦的人。
§14ἔστι γὰρ ψυχὴ πόλεως οὐδὲν ἔτερον ἢ πολιτεία, τοσαύτην ἔχουσα δύναμιν ὅσην περ ἐν σώματι φρόνησις.
因为城邦的灵魂不是别的东西,正是政体,它所拥有的力量正如身体中的理性一般。
αὕτη γάρ ἐστιν ἡ βουλευομένη περὶ ἁπάντων, καὶ τὰ μὲν ἀγαθὰ διαφυλάττουσα, τὰς δὲ συμφορὰς διαφεύγουσα.
因为正是它在对一切事务进行谋划,既保存着善好,又规避着灾祸。
ταύτῃ καὶ τοὺς νόμους καὶ τοὺς ῥήτορας καὶ τοὺς ἰδιώτας ἀναγκαῖόν ἐστιν ὁμοιοῦσθαι, καὶ πράττειν οὕτως ἑκάστους οἵαν περ ἂν ταύτην ἔχωσιν.
法律、演说家以及普通公民都必然与这一政体相适应,且每个人都会根据自己所拥有的政体性质来行事。
§15ἧς ἡμεῖς διεφθαρμένης οὐδὲν φροντίζομεν, οὐδὲ σκοποῦμεν ὅπως ἐπανορθώσομεν αὐτήν· ἀλλʼ ἐπὶ μὲν τῶν ἐργαστηρίων καθίζοντες κατηγοροῦμεν τῶν καθεστώτων, καὶ λέγομεν ὡς οὐδέποτʼ ἐν δημοκρατίᾳ κάκιον ἐπολιτεύθημεν, ἐν δὲ τοῖς πράγμασι καὶ ταῖς διανοίαις αἷς ἔχομεν μᾶλλον αὐτὴν ἀγαπῶμεν τῆς ὑπὸ τῶν προγόνων καταλειφθείσης.
尽管这一政体已经败坏,我们却毫不关心,也不去思考该如何加以匡正;相反,我们坐在作坊里谴责现行的体制,说在民主制下我们的治理从未像现在这样糟糕,然而在我们的实际行动和抱持的想法中,我们却比祖先留下的政体更喜爱现行的政体。
ὑπὲρ ἧς ἐγὼ καὶ τοὺς λόγους μέλλω ποιεῖσθαι καὶ τὴν πρόσοδον ἀπεγραψάμην.
我正是为了那祖先的政体才准备发表这场演说,并登记了登台发言的申请。
§16εὑρίσκω γὰρ ταύτην μόνην ἂν γενομένην καὶ τῶν μελλόντων κινδύνων ἀποτροπὴν καὶ τῶν παρόντων κακῶν ἀπαλλαγήν, ἢν ἐθελήσωμεν ἐκείνην τὴν δημοκρατίαν ἀναλαβεῖν, ἢν Σόλων μὲν ὁ δημοτικώτατος γενόμενος ἐνομοθέτησε, Κλεισθένης δὲ ὁ τοὺς τυράννους ἐκβαλὼν καὶ τὸν δῆμον καταγαγὼν πάλιν ἐξ ἀρχῆς κατέστησεν.
因为我发现,如果我们愿意恢复当年的那个民主制——那是由最代表平民利益的梭伦立法制定、并由驱逐了僭主并迎回人民的克里斯提尼重新从头建立起来的——那么,只有这才能成为规避未来危险并摆脱当前祸害的唯一途径。
§17ἧς οὐκ ἂν εὕροιμεν οὔτε δημοτικωτέραν οὔτε τῇ πόλει μᾶλλον συμφέρουσαν.
我们不可能找到比那个政体更符合平民利益、或者对城邦更为有利的政体了。
τεκμήριον δὲ μέγιστον· οἱ μὲν γὰρ ἐκείνῃ χρώμενοι, πολλὰ καὶ καλὰ διαπραξάμενοι καὶ παρὰ πᾶσιν ἀνθρώποις εὐδοκιμήσαντες, παρʼ ἑκόντων τῶν Ἑλλήνων τὴν ἡγεμονίαν ἔλαβον, οἱ δὲ τῆς νῦν παρούσης ἐπιθυμήσαντες, ὑπὸ πάντων μισηθέντες καὶ πολλὰ καὶ δεινὰ παθόντες, μικρὸν ἀπέλιπον τοῦ μὴ ταῖς ἐσχάταις συμφοραῖς περιπεσεῖν.
这里有一个最大的证据:使用那个政体的人,成就了许多伟大的功业,在全人类中赢得了声誉,并得到了希腊人自愿奉上的领导权;而那些渴望现行体制的人,却被所有人憎恨,遭受了许多可怕的苦难,几乎陷入了最深重的灾难之中。
§18καίτοι πῶς χρὴ ταύτην τὴν πολιτείαν ἐπαινεῖν ἢ στέργειν τὴν τοσούτων μὲν κακῶν αἰτίαν πρότερον γενομένην, νῦν δὲ καθʼ ἕκαστον τὸν ἐνιαυτὸν ἐπὶ τὸ χεῖρον φερομένην;
然而,对于这个过去曾是如此多祸害的根源、如今又在逐年恶化的政体,我们怎能加以赞美或喜爱呢?
πῶς δʼ οὐ χρὴ δεδιέναι μὴ τοιαύτης ἐπιδόσεως γιγνομένης τελευτῶντες εἰς τραχύτερα πράγματα τῶν τότε γενομένων ἐξοκείλωμεν;
又怎能不害怕,随着这种恶化的持续,我们最终会搁浅在比当年更为惨痛的境地之中呢?
§19ἵνα δὲ μὴ συλλήβδην μόνον ἀκηκοότες, ἀλλʼ ἀκριβῶς εἰδότες ποιῆσθε καὶ τὴν αἵρεσιν καὶ τὴν κρίσιν αὐτῶν, ὑμέτερον μὲν ἔργον ἐστὶ παρασχεῖν ὑμᾶς αὐτοὺς προσέχοντας τὸν νοῦν τοῖς ὑπʼ ἐμοῦ λεγομένοις, ἐγὼ δʼ ὡς ἂν δύνωμαι συντομώτατα περὶ ἀμφοτέρων τούτων πειράσομαι διελθεῖν πρὸς ὑμᾶς.
为了让你们不仅能听到一个概括,而且能在确切了解的基础上做出选择和评判,你们的任务是专心听取我的陈述,而我则将尽我所能,用最简短的语言向你们阐述这两个政体。
§20οἱ γὰρ κατʼ ἐκεῖνον τὸν χρόνον τὴν πόλιν διοικοῦντες κατεστήσαντο πολιτείαν οὐκ ὀνόματι μὲν τῷ κοινοτάτῳ καὶ πραοτάτῳ προσαγορευομένην, ἐπὶ δὲ τῶν πράξεων οὐ τοιαύτην τοῖς ἐντυγχάνουσι φαινομένην, οὐδʼ ἣ τοῦτον τὸν τρόπον ἐπαίδευε τοὺς πολίτας ὥσθʼ ἡγεῖσθαι τὴν μὲν ἀκολασίαν δημοκρατίαν, τὴν δὲ παρανομίαν ἐλευθερίαν, τὴν δὲ παρρησίαν ἰσονομίαν, τὴν δʼ ἐξουσίαν τοῦ πάντα ποιεῖν εὐδαιμονίαν, ἀλλὰ μισοῦσα καὶ κολάζουσα τοὺς τοιούτους βελτίους καὶ σωφρονεστέρους ἅπαντας τοὺς πολίτας ἐποίησεν.
因为当时治理城邦的人所建立的政体,并不是那种虽然冠以最平易、最温和的名称,但在实际行动中对接触到它的人显现出另一副面孔的政体;它也没有以这样一种方式来教育公民,让他们把放纵视为民主,把违法视为自由,把肆无忌惮的言论视为法律面前的平等,把为所欲为的权力视为幸福;相反,它通过憎恨并惩罚这样的人,使所有的公民都变得更好、更克制。

词汇与语法注释

  1. §11τοῖς μὴ καλῶς περὶ ὅλης τῆς διοικήσεως βεβουλευμένοις — 属于与无人称或表示可能性的表达“οὐδὲν οἷόν τε γίγνεσθαι”连用的“关系与格”(dative of reference),用以指明对什么人而言事情无法顺利进行。
  2. §12διεσκαριφησάμεθα — 该动词本义为“(鸟等)乱抓、粗略地画草图”,在此处作比喻用法,表示将难得的好运“付诸东流、草率对待以致消散”。
  3. §15ἧς ἡμεῖς διεφθαρμένης οὐδὲν φροντίζομεν — 关系代词 ἧς 的先行词是前句的 πολιτεία。作为支配属格的动词 φροντίζω 的直接宾语,这里使用了属格的关系代词以及与其一致的分词(并非属格独立结构,而是直接修饰)。分词 διεφθαρμένης 表示“尽管它已败坏”这一让步或伴随状况。
  4. §17μικρὸν ἀπέλιπον τοῦ μὴ ταῖς ἐσχάταις συμφοραῖς περιπεσεῖν — 这是一个固定句型,由“μικρὸν/ὀλίγον ἀπολείπω”(差一点)加上“τοῦ”以及带有赘余否定“μὴ”的不定式构成,意为“差一点没有……”,即“几乎/差一点就落入(最深重的灾难)”。
  5. §20οὐκ ὀνόματι μὲν τῷ κοινοτάτῳ... — 这一长句是修饰主句动词 κατεστήσαντο 的宾语 πολιτείαν 的部分。分词短语 οὐκ ... προσαγορευομένην、接下来的分词短语 ἐπὶ δὲ τῶν πράξεων οὐ τοιαύτην ... φαινομένην 以及关系从句 οὐδʼ ἣ ... ἐπαίδευε 均以 πολιτείαν 为先行词(或被修饰词)并列出现。

引用这一段

伊索克拉底, 阿雷奥帕古斯议会演说 §11-20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg018.humanitext-grc2:11-20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。