Humanitext Reader

イソクラテス · アレイオス・パゴス会演説 §1-10

アテナイの繁栄と過信に対する警告

1 / 9 箇所 · ギリシア語

要旨

アテナイが繁栄を享受しているように見える現状において、著者は歴史的先例を引きつつ、過度な自信が破滅を招き、逆境が慎重さをもたらすことを警告し、現在のアテナイが直面する危機を自覚するよう促している。

§1πολλοὺς ὑμῶν οἶμαι θαυμάζειν ἥντινά ποτε γνώμην ἔχων περὶ σωτηρίας τὴν πρόσοδον ἐποιησάμην, ὥσπερ τῆς πόλεως ἐν κινδύνοις οὔσης ἢ σφαλερῶς αὐτῇ τῶν πραγμάτων καθεστηκότων, ἀλλʼ οὐ πλείους μὲν τριήρεις ἢ διακοσίας κεκτημένης, εἰρήνην δὲ καὶ τὰ περὶ τὴν χώραν ἀγούσης, καὶ τῶν κατὰ θάλατταν ἀρχούσης, §2ἔτι δὲ συμμάχους ἐχούσης πολλοὺς μὲν τοὺς ἑτοίμως ἡμῖν, ἤν τι δέῃ, βοηθήσοντας, πολὺ δὲ πλείους τοὺς τὰς συντάξεις ὑποτελοῦντας καὶ τὸ προσταττόμενον ποιοῦντας·
私が国家の救済についていかなる考えを抱いてこの演壇に登ったのか、皆さんの多くが不思議に思っておられることでしょう。 まるで国家が危険に瀕しているか、あるいは国政が危うい状態にあるかのように。 しかし、実際には我が国は二百隻以上の三列櫂船を保有し、陸地には平和を享受し、海の支配権を握っており、さらに、もし必要が生じれば、直ちに私たちを救援する用意のある多くの同盟国を擁し、また貢献金を納め、命令に従うさらに多くの同盟国を持っています。
ὧν ὑπαρχόντων ἡμᾶς μὲν ἄν τις φήσειεν ἐικὸς εἶναι θαρρεῖν ὡς πόρρω τῶν κινδύνων ὄντας, τοῖς δʼ ἐχθροῖς τοῖς ἡμετέροις προσήκειν δεδιέναι καὶ βουλεύεσθαι περὶ τῆς αὑτῶν σωτηρίας.
これらがある以上、私たちは危険から遠く離れているのだから自信を持つのが当然であり、むしろ私たちの敵こそが恐れ、自らの安全について策を巡らすべきだと、誰もが言うことでしょう。
§3ὑμεῖς μὲν οὖν οἶδʼ ὅτι τούτῳ χρώμενοι τῷ λογισμῷ καὶ τῆς ἐμῆς προσόδου καταφθονεῖτε, καὶ πᾶσαν ἐλπίζετε τὴν Ἑλλάδα ταύτῃ τῇ δυνάμει κατασχήσειν·
ところが、皆さんがこの推論を用いて私の登壇を軽視し、この力によって全ギリシアを支配できると期待しておられることを、私は知っています。
ἐγὼ δὲ διʼ αὐτὰ ταῦτα τυγχάνω δεδιώς.
しかし、私はまさにこのこと自体のために恐れているのです。
ὁρῶ γὰρ τῶν πόλεων τὰς ἄριστα πράττειν οἰομένας κάκιστα βουλευομένας καὶ τὰς μάλιστα θαρρούσας εἰς πλείστους κινδύνους καθισταμένας.
なぜなら、自らが最も繁栄していると考えている国々が最も誤った決断を下し、最も自信に満ちている国々が最も多くの危険に直面するのを、私は見ているからです。
αἴτιον δὲ τούτων ἐστίν,
その原因は次の通りです。
§4ὅτι τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν αὐτὸ καθʼ αὑτὸ παραγίγνεται τοῖς ἀνθρώποις, ἀλλὰ συντέτακται καὶ συνακολουθεῖ τοῖς μὲν πλούτοις καὶ ταῖς δυναστείαις ἄνοια καὶ μετὰ ταύτης ἀκολασία, ταῖς δʼ ἐνδείαις καὶ ταῖς ταπεινότησι σωφροσύνη καὶ πολλὴ μετριότης,
すなわち、善いことも悪いことも、それ自体で独立して人間に訪れるのではなく、富や権力には愚かさとそれに伴う放縦が整列し、従い、一方で欠乏や卑小には思慮深さと大いなる中庸が伴うからです。
§5ὥστε χαλεπὸν εἶναι διαγνῶναι ποτέραν ἄν τις δέξαιτο τῶν μερίδων τούτων τοῖς παισὶ τοῖς αὑτοῦ καταλιπεῖν.
そのため、自らの子供たちにどちらの分け前を残すべきかを判断するのは困難です。
ἴδοιμεν γὰρ ἂν ἐκ μὲν τῆς φαυλοτέρας εἶναι δοκούσης ἐπὶ τὸ βέλτιον ὡς ἐπὶ τὸ πολὺ τὰς πράξεις ἐπιδιδούσας, ἐκ δὲ τῆς κρείττονος φαινομένης ἐπὶ τὸ χεῖρον εἰθισμένας μεταπίπτειν.
なぜなら、より劣っているように見える状態からは、事態が概してより善い方向へと進歩するのを見るのに対し、より優れているように見える状態からは、通常はより悪い方向へと転落するのを見るからです。
§6καὶ τούτων ἐνεγκεῖν ἔχω παραδείγματα πλεῖστα μὲν ἐκ τῶν ἰδιωτικῶν πραγμάτων, πυκνοτάτας γὰρ ταῦτα λαμβάνει τὰς μεταβολάς, οὐ μὴν ἀλλὰ μείζω γε καὶ φανερώτερα τοῖς ἀκούουσιν ἐκ τῶν ἡμῖν καὶ Λακεδαιμονίοις συμβάντων.
そして、これらについての例を私は個人の事柄から数多く挙げることができます。 それらは最も頻繁に変化を被るからです。 しかし、それよりも大きく、聞く者にとってより明白な例は、私たちとラケダイモン人に起こった出来事から得られます。
ἡμεῖς τε γὰρ ἀναστάτου μὲν τῆς πόλεως ὑπὸ τῶν βαρβάρων γεγενημένης διὰ τὸ δεδιέναι καὶ προσέχειν τὸν νοῦν τοῖς πράγμασιν ἐπρωτεύσαμεν τῶν Ἑλλήνων, ἐπειδὴ δʼ ἀνυπέρβλητον ᾠήθημεν τὴν δύναμιν ἔχειν, παρὰ μικρὸν ἤλθομεν ἐξανδραποδισθῆναι·
私たちは、国が野蛮人によって荒廃させられた時、恐れを抱き国政に注意を向けたことによって、ギリシア人の間で第一の地位に立ちました。 しかし、我が国の力が凌駕しがたいものであると考えた時、私たちは奴隷とされる寸前まで追い込まれたのです。
§7Λακεδαιμόνιοί τε τὸ μὲν παλαιὸν ἐκ φαύλων καὶ ταπεινῶν πόλεων ὁρμηθέντες διὰ τὸ σωφρόνως ζῆν καὶ στρατιωτικῶς κατέσχον Πελοπόννησον, μετὰ δὲ ταῦτα μεῖζον φρονήσαντες τοῦ δέοντος, καὶ λαβόντες καὶ τὴν κατὰ γῆν καὶ τὴν κατὰ θάλατταν ἀρχήν, εἰς τοὺς αὐτοὺς κινδύνους κατέστησαν ἡμῖν.
またラケダイモン人も、古くは貧しく卑小な国々から出発しながらも、思慮深く軍事的に生きたことによってペロポネソスを支配しました。 しかし、その後、必要以上に傲慢になり、陸と海の両方の支配権を手に入れると、私たちと同じ危険に陥ったのです。
§8ὅστις οὖν εἰδὼς τοσαύτας μεταβολὰς γεγενημένας καὶ τηλικαύτας δυνάμεις οὕτω ταχέως ἀναιρεθείσας πιστεύει τοῖς παροῦσι, λίαν ἀνόητός ἐστιν, ἄλλως τε καὶ τῆς μὲν πόλεως ἡμῶν πολὺ καταδεέστερον νῦν πραττούσης ἢ κατʼ ἐκεῖνον τὸν χρόνον, τοῦ δὲ μίσους τοῦ τῶν Ἑλλήνων καὶ τῆς ἔχθρας τῆς πρὸς βασιλέα πάλιν ἀνακεκαινισμένης, ἃ τότε κατεπολέμησεν ἡμᾶς.
したがって、これほど多くの変転が起こり、これほど強大な力がこれほど急速に滅ぼされたことを知りながら、現在の状況を過信している者は、極めて愚かです。 とりわけ、私たちの国が現在、当時のあの時期に比べてはるかに劣った状態にあり、かつて私たちを打ち負かしたギリシア人の憎悪と王への敵意が再び燃え上がっているときにはなおさらです。
§9ἀπορῶ δὲ πότερον ὑπολάβω μηδὲν μέλειν ὑμῖν τῶν κοινῶν πραγμάτων ἢ φροντίζειν μὲν αὐτῶν, εἰς τοῦτο δʼ ἀναισθησίας ἥκειν ὥστε λανθάνειν ὑμᾶς εἰς ὅσην ταραχὴν ἡ πόλις καθέστηκεν.
私は、皆さんが国政にまったく無関心であると考えるべきか、あるいは関心は持っているものの、国家がどれほどの混乱に陥っているかに気づかないほどの愚鈍さに達しているのか、途方に暮れています。
ἐοίκατε γὰρ οὕτω διακειμένοις ἀνθρώποις, οἵτινες ἁπάσας μὲν τὰς πόλεις τὰς ἐπὶ Θρᾴκης ἀπολωλεκότες, πλείω δʼ ἢ χίλια τάλαντα μάτην εἰς τοὺς ξένους ἀνηλωκότες,
というのも、皆さんは次のような状態にある人々に似ているからです。
§10πρὸς δὲ τοὺς Ἕλληνας διαβεβλημένοι καὶ τῷ βαρβάρῳ πολέμιοι γεγονότες, ἔτι δὲ τοὺς μὲν Θηβαίων φίλους σώζειν ἠναγκασμένοι, τοὺς δʼ ἡμετέρους αὐτῶν συμμάχους ἀπολωλεκότες, ἐπὶ τοιαύταις πράξεσιν εὐαγγέλια μὲν δὶς ἤδη τεθύκαμεν, ῥᾳθυμότερον δὲ περὶ αὐτῶν ἐκκλησιάζομεν τῶν πάντα τὰ δέοντα πραττόντων.
すなわち、トラキアのすべての都市を失い、千タラントン以上を傭兵のために無駄に費やし、ギリシア人たちから非難され、野蛮人とは敵対関係になり、さらに、テバイ人の友人たちを救うことを余儀なくされる一方で、私たち自身の同盟国を失ってしまった、そのような状況であるにもかかわらず、このような行いに対してすでに二度も勝利の犠牲を捧げ、なすべきことをすべて行っている人々よりもいっそう怠惰な態度で、これらについて民会で議論しているのです。

語釈・文法注

  1. §1ὥσπερ τῆς πόλεως ἐν κινδύνοις οὔσης — 接続詞 ὥσπερ は絶対属格を伴って、主観的または仮定的な前提(まるで〜であるかのように)を表す。これに対し、後続の οὐ を伴う絶対属格(ἀλλʼ οὐ ... κεκτημένης)は、実際の事実を提示してそれと対比させている。
  2. §2ἡμᾶς μὲν ἄν τις φήσειεν ἐικὸς εἶναι θαρρεῖν — 潜在希求の ἄν τις φήσειεν(だれかが言うかもしれない)の目的語となる対格不定詞句。非人称表現 εἰκός ἐστι(当然である)の不定詞 εἶναι に対し、 ἡμᾶς θαρρεῖν(私たちが確信を持つこと)が主語の役割を果たしている。
  3. §5ποτέραν ἄν τις δέξαιτο τῶν μερίδων τούτων τοῖς παισὶ τοῖς αὑτοῦ καταλιπεῖν — 間接疑問節の中の潜在希求 ἄν τις δέξαιτο(だれが選ぶだろうか)に、目的を表す不定詞 καταλιπεῖν(残すために)が係っている。ποτέραν τῶν μερίδων は動詞 δέξαιτο の直接目的語である。
  4. §8ἃ τότε κατεπολέμησεν ἡμᾶς — 関係代名詞 ἃ(中性複数)の先行詞は、直前で述べられたギリシア人の憎悪(μίσους、中性)と王への敵意(ἔχθρας、女性)の複合的要因、あるいはそれらが示す状況を指し、動詞 κατεπολέμησεν の主語となっている。
  5. §10ῥᾳθυμότερον δὲ περὶ αὐτῶν ἐκκλησιάζομεν τῶν πάντα τὰ δέοντα πραττόντων — 比較級の副詞 ῥᾳθυμότερον(より怠惰に)が、比較の属格である分詞句 τῶν ... πραττόντων(〜を行っている者たち)を伴い、「すべてを適切に行っている者たちよりも、いっそう怠惰に議論している」という比較構造をなしている。

この箇所を引用する

イソクラテス, アレイオス・パゴス会演説 §1-10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0010.tlg018.humanitext-grc2:1-10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。