§11γνοίη δʼ ἄν τις ἐκεῖθεν τὴν δύναμιν αὐτῶν·
人はそこから彼らの力を知ることもできるだろう。
ἢν γάρ τις τῶν ποιημάτων τῶν εὐδοκιμούντων τὰ μὲν ὀνόματα καὶ τὰς διανοίας καταλίπῃ, τὸ δὲ μέτρον διαλύσῃ, φανήσεται πολὺ καταδεέστερα τῆς δόξης ἧς νῦν ἔχομεν περὶ αὐτῶν.
というのも、もし誰かが名高き詩作品から言葉と思想はそのまま残し、韻律だけを解体するならば、それらは私たちが今それらに対して抱いている評判よりもはるかに劣るものに見えるだろうからだ。
ὅμως δὲ καίπερ τοσοῦτον πλεονεκτούσης τῆς ποιήσεως, οὐκ ὀκνητέον, ἀλλʼ ἀποπειρατέον τῶν λόγων ἐστίν, εἰ καὶ τοῦτο δυνήσονται, τοὺς ἀγαθοὺς ἄνδρας εὐλογεῖν μηδὲν χεῖρον τῶν ἐν ταῖς ᾠδαῖς καὶ τοῖς μέτροις ἐγκωμιαζόντων.
しかしながら、詩がこれほどの優位性を持っているとしても、私たちは躊躇すべきではなく、むしろ散文を試みるべきである。 散文もまたこれを成し遂げ、歌や韻律において称賛する者たちに少しも劣らずに、善き人々を称えることができるかどうかを。
§12πρῶτον μὲν οὖν περὶ τῆς φύσεως τῆς Εὐαγόρου, καὶ τίνων ἦν ἀπόγονος, εἰ καὶ πολλοὶ προεπίστανται, δοκεῖ μοι πρέπειν κἀμὲ τῶν ἄλλων ἕνεκα διελθεῖν περὶ αὐτῶν, ἵνα πάντες εἰδῶσιν ὅτι καλλίστων αὐτῷ καὶ μεγίστων παραδειγμάτων καταλειφθέντων οὐδὲν καταδεέστερον αὑτὸν ἐκείνων παρέσχεν.
さて最初に、エヴァゴラスの出自と、彼が誰の末裔であったかについて、たとえ多くの人があらかじめ知っているとしても、他の人々のために、私もまたこれらについて詳しく語ることがふさわしいと思われる。 それは、彼に最も美しく最も偉大な先例が残されていたにもかかわらず、彼自身がそれらに少しも劣らない者であったことを、すべての人が知るためである。
§13ὁμολογεῖται μὲν γὰρ τοὺς ἀπὸ Διὸς εὐγενεστάτους τῶν ἡμιθέων εἶναι, τούτων δʼ αὐτῶν οὐκ ἔστιν ὅστις οὐκ ἂν Αἰακίδας προκρίνειεν·
なぜなら、ゼウスに由来する者たちが半神たちの中で最も高貴であることは合意されているが、彼ら自身の中でも、アイアコスの一族を第一に選ばない者は誰もいないからである。
ἐν μὲν γὰρ τοῖς ἄλλοις γένεσιν εὑρήσομεν τοὺς μὲν ὑπερβάλλοντας, τοὺς δὲ καταδεεστέρους ὄντας, οὗτοι δʼ ἅπαντες ὀνομαστότατοι τῶν καθʼ αὑτοὺς γεγόνασιν.
というのも、他の家系においては、ある者は傑出し、ある者は劣っているのを見出すだろうが、彼らは全員が自らの時代の中で最も名高い者となったからである。
§14τοῦτο μὲν γὰρ Αἰακὸς ὁ Διὸς μὲν ἔκγονος, τοῦ δὲ γένους τοῦ Τευκριδῶν πρόγονος, τοσοῦτον διήνεγκεν ὥστε γενομένων αὐχμῶν ἐν τοῖς Ἕλλησι καὶ πολλῶν ἀνθρώπων διαφθαρέντων, ἐπειδὴ τὸ μέγεθος τῆς συμφορᾶς ὑπερέβαλλεν, ἦλθον οἱ προεστῶτες τῶν πόλεων ἱκετεύοντες αὐτόν, νομίζοντες διὰ τῆς συγγενείας καὶ τῆς εὐσεβείας τῆς ἐκείνου τάχιστʼ ἂν εὑρέσθαι παρὰ τῶν θεῶν τῶν παρόντων κακῶν ἀπαλλαγήν.
すなわち、ゼウスの子孫であり、テウクロス家(テウクリダイ)の祖先であるアイアコスは、きわめて傑出していたため、ギリシア人たちの間に干ばつが起こり多くの人々が死に、その災害の規模が極限に達した時、諸都市の指導者たちが彼のもとに来て懇願した。 彼の神々とのつながりと敬虔さによって、現在の苦難からの解放が神々から最も速やかに得られるだろうと考えたからである。
§15σωθέντες δὲ καὶ τυχόντες ὧν ἐδεήθησαν, ἱερὸν ἐν Αἰγίνῃ κατεστήσαντο κοινὸν τῶν Ἑλλήνων, οὗπερ ἐκεῖνος ἐποιήσατο τὴν εὐχήν.
そして彼らは救われ、求めたものを得たため、アイギナ島にギリシア人共通の神殿を建てた。 そこは、まさに彼が祈りを捧げた場所であった。
καὶ κατʼ ἐκεῖνόν τε τὸν χρόνον ἕως ἦν μετʼ ἀνθρώπων, μετὰ καλλίστης ὢν δόξης διετέλεσεν· ἐπειδή τε μετήλλαξε τὸν βίον, λέγεται παρὰ Πλούτωνι καὶ Κόρῃ μεγίστας τιμὰς ἔχων παρεδρεύειν ἐκείνοις.
そして彼は、人間の間にいたその生涯を通じて、最も輝かしい名声とともに生き続け、世を去った後は、冥界においてプルトンとコレの傍らで、最大の栄誉を授けられて陪席していると言われている。
§16τούτου δὲ παῖδες ἦσαν Τελαμὼν καὶ Πηλεύς, ὧν ὁ μὲν ἕτερος μεθʼ Ἡρακλέους ἐπὶ Λαομέδοντα στρατευσάμενος ἀριστείων ἠξιώθη, Πηλεὺς δʼ ἔν τε τῇ μάχῃ τῇ πρὸς Κενταύρους ἀριστεύσας καὶ κατὰ πολλοὺς ἄλλους κινδύνους εὐδοκιμήσας Θέτιδι τῇ Νηρέως, θνητὸς ὢν ἀθανάτῃ, συνῴκησε, καὶ μόνου τούτου φασὶ τῶν προγεγενημένων ὑπὸ θεῶν ἐν τοῖς γάμοις ὑμέναιον ᾀσθῆναι.
彼の子らがテラモンとペレウスであった。 彼らのうち一方はヘラクレスと共にラオメドンに対して遠征し、武功の賞に値するとされ、ペレウスはケンタウロスとの戦いで抜群の働きをし、他の多くの危険において名声を博し、ネレウスの娘テティスと、凡人でありながら女神である彼女と結ばれた。 そして、かつて生きた人々の中で彼だけのために、その婚礼の際に神々によって祝婚歌が歌われたと言われている。
§17τούτοιν δʼ ἑκατέρου, Τελαμῶνος μὲν Αἴας καὶ Τεῦκρος ἐγενέσθην, Πηλέως δʼ Ἀχιλλεύς, οἳ μέγιστον καὶ σαφέστατον ἔλεγχον ἔδοσαν τῆς αὑτῶν ἀρετῆς·
この二人それぞれから、テラモンからはアイアスとテウクロスが生まれ、ペレウスからはアキレウスが生まれた。 彼らは自らの徳の最大かつ最も明白な証拠を示した。
οὐ γὰρ ἐν ταῖς αὑτῶν πόλεσι μόνον ἐπρώτευσαν, οὐδʼ ἐν τοῖς τόποις ἐν οἷς κατῴκουν, ἀλλὰ στρατείας τοῖς Ἕλλησιν ἐπὶ τοὺς βαρβάρους γενομένης, καὶ πολλῶν μὲν ἑκατέρων ἀθροισθέντων, §18οὐδενὸς δὲ τῶν ὀνομαστῶν ἀπολειφθέντος, ἐν τούτοις τοῖς κινδύνοις Ἀχιλλεὺς μὲν ἁπάντων διήνεγκεν. Αἴας δὲ μετʼ ἐκεῖνον ἠρίστευσε, Τεῦκρος δὲ τῆς τε τούτων συγγενείας ἄξιος καὶ τῶν ἄλλων οὐδενὸς χείρων γενόμενος, ἐπειδὴ Τροίαν συνεξεῖλεν, ἀφικόμενος εἰς Κύπρον Σαλαμῖνά τε κατῴκισεν, ὁμώνυμον ποιήσας τῆς πρότερον αὑτῷ πατρίδος οὔσης, καὶ τὸ γένος τὸ νῦν βασιλεῦον κατέλιπεν.
なぜなら、彼らは自分たちの都市においてのみ第一の地位にあったのでもなく、自分たちが住んでいた地域においてのみでもなく、ギリシア人による野蛮人に対する遠征が起こり、双方から多くの者が集まり、かつ名の知れた者で不参加の者が一人もいない中で、これらの危険において、アキレウスはすべての人に傑出し、アイアスは彼に次いで武勲を立て、テウクロスは彼らの血縁にふさわしく、他の誰よりも劣ることなく、トロイアを共同で攻略した後にキプロスへ至り、かつて自らの祖国であった地と同名のサラミスを創建して、現在統治している王家を残した。
§19τὰ μὲν οὖν ἐξ ἀρχῆς Εὐαγόρᾳ παρὰ τῶν προγόνων ὑπάρξαντα τηλικαῦτα τὸ μέγεθός ἐστιν.
さて、エヴァゴラスに最初から先祖から受け継がれていたものは、これほどまでに偉大な規模のものである。
τοῦτον δὲ τὸν τρόπον τῆς πόλεως κατοικισθείσης κατὰ μὲν ἀρχὰς οἱ γεγονότες ἀπὸ Τεύκρου τὴν βασιλείαν εἶχον, χρόνῳ δʼ ὕστερον ἀφικόμενος ἐκ Φοινίκης ἀνὴρ φυγὰς καὶ πιστευθεὶς ὑπὸ τοῦ τότε βασιλεύοντος καὶ μεγάλας δυναστείας λαβὼν οὐ χάριν ἔσχε τούτων, §20ἀλλὰ κακὸς μὲν γενόμενος περὶ τὸν ὑποδεξάμενον, δεινὸς δὲ πρὸς τὸ πλεονεκτῆσαι, τὸν μὲν εὐεργέτην ἐξέβαλεν, αὐτὸς δὲ τὴν βασιλείαν κατέσχεν.
このようにして都市が創建された後、最初はテウクロスの子孫たちが王位を保持していたが、後になってフェニキアから一人の亡命者がやって来て、当時の支配者に信頼され、大きな権力を得たが、彼はこれらに感謝を抱くことなく、かえって自分を受け入れてくれた者に対して邪悪に振る舞い、自らの利益を貪ることに長けていたため、恩人を追放し、自ら王位を奪取した。
ἀπιστῶν δὲ τοῖς πεπραγμένοις καὶ βουλόμενος ἀσφαλῶς κατασκευάσασθαι τὰ περὶ αὑτὸν τήν τε πόλιν ἐξεβαρβάρωσε καὶ τὴν νῆσον ὅλην βασιλεῖ τῷ μεγάλῳ κατεδούλωσεν.
しかし、自らの行ったことを信じられず、自らの周囲の状況を安全に整えようと望んで、都市を野蛮化させ、島全体を大王に隷属させたのである。