Humanitext Reader

イソクラテス · エウアゴラス §1-10

散文による人物称賛の意義と困難

1 / 9 箇所 · ギリシア語

要旨

著者はニコクレスによる父エヴァゴラスへの豪華な葬送儀礼を認めつつ、言論による徳の称賛こそが故人に最大の喜びと不滅の記憶をもたらすと説き、散文による人物称賛の困難さと意義を詩人の特権と比較しながら論じる。

§1ὁρῶν, ὦ Νικόκλεις, τιμῶντά σε τὸν τάφον τοῦ πατρὸς οὐ μόνον τῷ πλήθει καὶ τῷ κάλλει τῶν ἐπιφερομένων, ἀλλὰ καὶ χοροῖς καὶ μουσικῇ καὶ γυμνικοῖς ἀγῶσιν, ἔτι δὲ πρὸς τούτοις ἵππων τε καὶ τριήρων ἁμίλλαις, καὶ λείποντʼ οὐδεμίαν τῶν τοιούτων ὑπερβολήν, §2ἡγησάμην Εὐαγόραν, εἴ τίς ἐστιν αἴσθησις τοῖς τετελευτηκόσι περὶ τῶν ἐνθάδε γιγνομένων, εὐμενῶς μὲν ἀποδέχεσθαι καὶ ταῦτα, καὶ χαίρειν ὁρῶντα τήν τε περὶ αὑτὸν ἐπιμέλειαν καὶ τὴν σὴν μεγαλοπρέπειαν, πολὺ δʼ ἂν ἔτι πλείω χάριν ἔχειν ἢ τοῖς ἄλλοις ἅπασιν, εἴ τις δυνηθείη περὶ τῶν ἐπιτηδευμάτων αὐτοῦ καὶ τῶν κινδύνων ἀξίως διελθεῖν τῶν ἐκείνῳ πεπραγμένων·
ニコクレスよ、あなたが父の墓を、捧げ物の量と美しさにおいてだけでなく、合唱や音楽や体育の競技、さらにはこれらに加えて馬術や三段櫂船の競走によっても尊び、そうした事柄においていかなる過分な努めをも惜しまないのを見て、私はエヴァゴラスが――もし死者たちにこの世で起こることについての知覚があるならば――これらのことも好意的に受け入れ、自身に対する気配りとあなたの度量の大きさを目にして喜んでいるだろうが、もし誰かが彼の事績と直面した危険について、彼の成し遂げたことにふさわしく語り尽くすことができるならば、他のすべてのことに対するよりもはるかに大きな感謝を抱くだろうと思った。
§3εὑρήσομεν γὰρ τοὺς φιλοτίμους καὶ μεγαλοψύχους τῶν ἀνδρῶν οὐ μόνον ἀντὶ τῶν τοιούτων ἐπαινεῖσθαι βουλομένους, ἀλλʼ ἀντὶ τοῦ ζῆν ἀποθνῄσκειν εὐκλεῶς αἱρουμένους, καὶ μᾶλλον περὶ τῆς δόξης ἢ τοῦ βίου σπουδάζοντας, καὶ πάντα ποιοῦντας, ὅπως ἀθάνατον τὴν περὶ αὑτῶν μνήμην καταλείψουσιν.
なぜなら、名誉を重んじ気概のある人々は、そのようなことのために賞賛されることを望むだけでなく、生きることの代わりに名誉ある死を選び、命よりも名声を重んじ、自分たちの記憶を不滅のものとして残すためにあらゆることを行うのを、私たちは見出すであろうからだ。
§4αἱ μὲν οὖν δαπάναι τῶν μὲν τοιούτων οὐδὲν ἐξεργάζονται, τοῦ δὲ πλούτου σημεῖόν εἰσιν·
したがって、そのような支出は何ももたらさず、富の証にすぎない。
οἱ δὲ περὶ τὴν μουσικὴν καὶ τὰς ἄλλας ἀγωνίας ὄντες, οἱ μὲν τὰς δυνάμεις τὰς αὑτῶν, οἱ δὲ τὰς τέχνας ἐπιδειξάμενοι, σφᾶς αὐτοὺς ἐντιμοτέρους κατέστησαν· ὁ δὲ λόγος εἰ καλῶς διέλθοι τὰς ἐκείνου πράξεις, ἀείμνηστον ἂν τὴν ἀρετὴν τὴν Εὐαγόρου παρὰ πᾶσιν ἀνθρώποις ποιήσειεν.
また、音楽やその他の競技に参加する者たちは、ある者は自らの力を、ある者はその技を示して、自分たち自身をより名誉あるものとしたが、もし言論が彼の事績を美しく語り尽くすならば、エヴァゴラスの徳をすべての人々の間で永遠に記憶されるものとするであろう。
§5ἐχρῆν μὲν οὖν καὶ τοὺς ἄλλους ἐπαινεῖν τοὺς ἐφʼ αὑτῶν ἄνδρας ἀγαθοὺς γεγενημένους, ἵνʼ οἵ τε δυνάμενοι τὰ τῶν ἄλλων ἔργα κοσμεῖν ἐν εἰδόσι ποιούμενοι τοὺς λόγους ταῖς ἀληθείαις ἐχρῶντο περὶ αὐτῶν, οἵ τε νεώτεροι φιλοτιμοτέρως διέκειντο πρὸς τὴν ἀρετήν, εἰδότες ὅτι τούτων εὐλογήσονται μᾶλλον ὧν ἂν ἀμείνους σφᾶς αὐτοὺς παράσχωσιν.
それゆえ、本来は他の人々も自らの時代に優れた人間となった人々を称賛すべきであった。 それは、他者の事績を飾る力のある人々が、それを知る人々の前で言論を作ることで彼らについて真実を語り、また若い人々が、自分自身をより優れた者として示した人々の方がより多く称賛されると知って、徳に対してより熱心な志を抱くようになるためであった。
νῦν δὲ τίς οὐκ ἂν ἀθυμήσειεν, §6ὅταν ὁρᾷ τοὺς μὲν περὶ τὰ Τρωϊκὰ καὶ τοὺς ἐπέκεινα γενομένους ὑμνουμένους καὶ τραγῳδουμένους, αὑτὸν δὲ προειδῇ, μηδʼ ἂν ὑπερβάλλῃ τὰς ἐκείνων ἀρετάς, μηδέποτε τοιούτων ἐπαίνων ἀξιωθησόμενον;
しかし、現状では誰が落胆せずにいられようか、トロイア戦争の時代やそれ以前の時代に生きた人々が賛美歌や悲劇で歌われるのを目にする一方で、自分はたとえ彼らの徳を凌駕したとしても、決してそのような賞賛に値するものと見なされないだろうと予見するときに。
τούτων δʼ αἴτιος ὁ φθόνος, ᾧ τοῦτο μόνον ἀγαθὸν πρόσεστιν, ὅτι μέγιστον κακὸν τοῖς ἔχουσίν ἐστιν.
そしてこの原因は嫉妬であり、嫉妬には、それが抱く者にとって最大の悪であるという唯一の善い点がある。
οὕτω γάρ τινες δυσκόλως πεφύκασιν, ὥσθʼ ἥδιον ἂν εὐλογουμένων ἀκούοιεν οὓς οὐκ ἴσασιν εἰ γεγόνασιν, ἢ τούτων, ὑφʼ ὧν εὖ πεπονθότες αὐτοὶ τυγχάνουσιν.
というのも、ある人々はひどくひねくれた性質をしているので、自分がその恩恵を現に受けている人々よりも、存在したかどうかさえ知らない人々が賞賛されるのを聞く方を好むほどだからだ。
§7οὐ μὴν δουλευτέον τοὺς νοῦν ἔχοντας τοῖς οὕτω κακῶς φρονοῦσιν, ἀλλὰ τῶν μὲν τοιούτων ἀμελητέον, τοὺς δʼ ἄλλους ἐθιστέον ἀκούειν περὶ ὧν καὶ λέγειν δίκαιόν ἐστιν, ἄλλως τʼ ἐπειδὴ καὶ τὰς ἐπιδόσεις ἴσμεν γιγνομένας καὶ τῶν τεχνῶν καὶ τῶν ἄλλων ἁπάντων οὐ διὰ τοὺς ἐμμένοντας τοῖς καθεστῶσιν, ἀλλὰ διὰ τοὺς ἐπανορθοῦντας καὶ τολμῶντας ἀεί τι κινεῖν τῶν μὴ καλῶς ἐχόντων.
しかし、分別のある者はそのように邪悪な考えを持つ者たちに隷属すべきではなく、そのような者は無視し、他の人々には語るにふさわしい事柄について聞く習慣をつけさせるべきである。 特に、技術にせよ他のすべてのものにせよ、その進歩は、既存の制度に固執する人々によってではなく、うまくいっていない部分を是正し、常に何かを改革しようと試みる人々によってもたらされることを私たちは知っているのだから。
§8οἶδα μὲν οὖν ὅτι χαλεπόν ἐστιν ὃ μέλλω ποιεῖν, ἀνδρὸς ἀρετὴν διὰ λόγων ἐγκωμιάζειν.
さて、私がこれから行おうとしていること、すなわち、一人の人間の徳を言論によって称賛することが困難であることは、私自身よく分かっている。
σημεῖον δὲ μέγιστον·
その最大の証拠がある。
περὶ μὲν γὰρ ἄλλων πολλῶν καὶ παντοδαπῶν λέγειν τολμῶσιν οἱ περὶ τὴν φιλοσοφίαν ὄντες, περὶ δὲ τῶν τοιούτων οὐδεὶς πώποτʼ αὐτῶν συγγράφειν ἐπεχείρησεν.
哲学に携わる者たちは、他の多くの多様な事柄について語る勇気はあっても、このような事柄について書くことを試みた者はこれまで一人もいなかったのだ。
καὶ πολλὴν αὐτοῖς ἔχω συγγνώμην.
そして、私は彼らを十分に理解している。
τοῖς μὲν γὰρ ποιηταῖς πολλοὶ δέδονται κόσμοι·
なぜなら、詩人たちには多くの装飾が与えられているからだ。
§9καὶ γὰρ πλησιάζοντας τοὺς θεοὺς τοῖς ἀνθρώποις οἷόν τʼ αὐτοῖς ποιῆσαι καὶ διαλεγομένους καὶ συναγωνιζομένους οἷς ἂν βουληθῶσι, καὶ περὶ τούτων δηλῶσαι μὴ μόνον τοῖς τεταγμένοις ὀνόμασιν, ἀλλὰ τὰ μὲν ξένοις, τὰ δὲ καινοῖς, τὰ δὲ μεταφοραῖς, καὶ μηδὲν παραλιπεῖν, ἀλλὰ πᾶσι τοῖς εἴδεσι διαποικῖλαι τὴν ποίησιν·
実際、彼らは神々を人間に近づけ、神々が彼らの望む人々と対話し、共に戦うように描くことができる。 また、これらについて語る際にも、通常の言葉だけでなく、時には外来語、時には新語、時には比喩を用いて、何も省くことなく、あらゆる手段で詩を多彩に彩ることができるのだ。
§10τοῖς δὲ περὶ τοὺς λόγους οὐδὲν ἔξεστι τῶν τοιούτων, ἀλλʼ ἀποτόμως καὶ τῶν ὀνομάτων τοῖς πολιτικοῖς μόνον καὶ τῶν ἐνθυμημάτων τοῖς περὶ αὐτὰς τὰς πράξεις ἀναγκαῖόν ἐστι χρῆσθαι.
しかし、言論に携わる者にはそのようなことは一切許されず、厳格に、言葉については日常の言葉のみを、論証については事実そのものに関するもののみを用いることが義務づけられている。
πρὸς δὲ τούτοις οἱ μὲν μετὰ μέτρων καὶ ῥυθμῶν ἅπαντα ποιοῦσιν, οἱ δʼ οὐδενὸς τούτων κοινωνοῦσιν·
さらに、詩人たちはすべてを韻律とリズムを伴って行うのに対し、散文の書き手はこれらを一切分かち合っていない。
ἃ τοσαύτην ἔχει χάριν, ὥστʼ ἂν καὶ τῇ λέξει καὶ τοῖς ἐνθυμήμασιν ἔχῃ κακῶς, ὅμως αὐταῖς ταῖς εὐρυθμίαις καὶ ταῖς συμμετρίαις ψυχαγωγοῦσι τοὺς ἀκούοντας.
これらは非常に大きな魅力を持っているので、たとえ辞句や論証が拙くても、まさにその心地よいリズムと調和によって聴衆を魅了するのである。

語釈・文法注

  1. §1ὁρῶν — 文頭の現在分詞 ὁρῶν は、主節の主動詞 ἡγησάμην(§2)の主語(文面では省略されている「私」)に一致する。文全体の構造として、§1は大きな分詞句を構成し、§2の ἡγησάμην に係っている。
  2. §2εὐμενῶς μὲν ἀποδέχεσθαι... πολὺ δʼ ἂν ἔτι πλείω χάριν ἔχειν — 不定詞 ἀποδέχεσθαι と ἔχειν は、ともに ἡγησάμην の対格不定詞構文の述語であり、意味上の主語は対格の Εὐαγόραν である。後者の不定詞には潜在を表す小辞 ἄν が付されており、条件節 εἴ τις δυνηθείη...(希求法)と相関して、全体として潜在の帰結を形成している。
  3. §5ἐν εἰδόσι — 前置詞句 ἐν εἰδόσι は、完了分詞 εἰδώς(知る者、精通する者)の複数与格形に由来し、「事の真相を知っている人々の前で」を意味する。語り手が事実を知っている聴衆を前にして話すため、真実から外れることができないという文脈を説明している。
  4. §6ᾧ τοῦτο μόνον ἀγαθὸν πρόσεστιν — 関係代名詞 ᾧ(与格)は、先行詞である ὁ φθόνος(嫉妬)を受ける。「その(嫉妬)に、この唯一の善い点が付随している」という意味。続く ὅτι 節は、指示代名詞 τοῦτο の内容を説明する同格節である。
  5. §10ἃ τοσαύτην ἔχει χάριν — 関係代名詞 ἃ(中性複数)は、直前の節で言及された μετὰ μέτρων καὶ ῥυθμῶν(韻律とリズム)を先行詞とする。これらが持つ「非常に大きな魅力」を導入し、続く ὥστε 節(結果節)によってその効果を強調している。

この箇所を引用する

イソクラテス, エウアゴラス §1-10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0010.tlg015.humanitext-grc2:1-10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。