§11γνοίη δʼ ἄν τις ἐκεῖθεν τὴν δύναμιν αὐτῶν· ἢν γάρ τις τῶν ποιημάτων τῶν εὐδοκιμούντων τὰ μὲν ὀνόματα καὶ τὰς διανοίας καταλίπῃ, τὸ δὲ μέτρον διαλύσῃ, φανήσεται πολὺ καταδεέστερα τῆς δόξης ἧς νῦν ἔχομεν περὶ αὐτῶν.
人们也可以从下述事情中了解他们的力量:因为如果有人保留那些著名诗作的词汇和思想,却解构其韵律,那么这些诗作就会显得远不如我们现在对它们所持有的评价。
ὅμως δὲ καίπερ τοσοῦτον πλεονεκτούσης τῆς ποιήσεως, οὐκ ὀκνητέον, ἀλλʼ ἀποπειρατέον τῶν λόγων ἐστίν, εἰ καὶ τοῦτο δυνήσονται, τοὺς ἀγαθοὺς ἄνδρας εὐλογεῖν μηδὲν χεῖρον τῶν ἐν ταῖς ᾠδαῖς καὶ τοῖς μέτροις ἐγκωμιαζόντων.
然而,尽管诗歌占有如此大的优势,我们仍不应退缩,而必须对散文进行尝试,看看它们是否也能够做到这一点——去赞美善人,且绝不亚于那些在歌谣和韵律中颂扬他们的人。
§12πρῶτον μὲν οὖν περὶ τῆς φύσεως τῆς Εὐαγόρου, καὶ τίνων ἦν ἀπόγονος, εἰ καὶ πολλοὶ προεπίστανται, δοκεῖ μοι πρέπειν κἀμὲ τῶν ἄλλων ἕνεκα διελθεῖν περὶ αὐτῶν, ἵνα πάντες εἰδῶσιν ὅτι καλλίστων αὐτῷ καὶ μεγίστων παραδειγμάτων καταλειφθέντων οὐδὲν καταδεέστερον αὑτὸν ἐκείνων παρέσχεν.
那么首先,关于埃瓦戈拉斯的出身以及他是谁的后代,即使许多人已经预先知晓,但我认为为了其他人的缘故,我也应当详细叙述这些,以便让所有人知道,尽管有最美丽、最伟大的先例留给了他,但他展现出的自己绝不亚于那些先辈。
§13ὁμολογεῖται μὲν γὰρ τοὺς ἀπὸ Διὸς εὐγενεστάτους τῶν ἡμιθέων εἶναι, τούτων δʼ αὐτῶν οὐκ ἔστιν ὅστις οὐκ ἂν Αἰακίδας προκρίνειεν· ἐν μὲν γὰρ τοῖς ἄλλοις γένεσιν εὑρήσομεν τοὺς μὲν ὑπερβάλλοντας, τοὺς δὲ καταδεεστέρους ὄντας, οὗτοι δʼ ἅπαντες ὀνομαστότατοι τῶν καθʼ αὑτοὺς γεγόνασιν.
因为人们公认,宙斯的后代是半神中最尊贵的,而在这些后代中,没有一个人不优先选择埃阿科斯的后裔;因为在其他的家族中,我们会发现有的杰出,有的逊色,但这些人全部成为了他们自己时代里最闻名的人。
§14τοῦτο μὲν γὰρ Αἰακὸς ὁ Διὸς μὲν ἔκγονος, τοῦ δὲ γένους τοῦ Τευκριδῶν πρόγονος, τοσοῦτον διήνεγκεν ὥστε γενομένων αὐχμῶν ἐν τοῖς Ἕλλησι καὶ πολλῶν ἀνθρώπων διαφθαρέντων, ἐπειδὴ τὸ μέγεθος τῆς συμφορᾶς ὑπερέβαλλεν, ἦλθον οἱ προεστῶτες τῶν πόλεων ἱκετεύοντες αὐτόν, νομίζοντες διὰ τῆς συγγενείας καὶ τῆς εὐσεβείας τῆς ἐκείνου τάχιστʼ ἂν εὑρέσθαι παρὰ τῶν θεῶν τῶν παρόντων κακῶν ἀπαλλαγήν.
首先,宙斯的子嗣、忒克洛斯家族的先祖埃阿科斯,是如此卓越,以至于当希腊人中发生旱灾且许多人丧生、灾难的规模变得无法承受时,各城邦的领袖们纷纷前来向他哀求,认为凭借他与神明的亲缘关系及他的虔敬,能够最快从神明那里获得免除眼前灾祸的办法。
§15σωθέντες δὲ καὶ τυχόντες ὧν ἐδεήθησαν, ἱερὸν ἐν Αἰγίνῃ κατεστήσαντο κοινὸν τῶν Ἑλλήνων, οὗπερ ἐκεῖνος ἐποιήσατο τὴν εὐχήν.
他们获救并得到了他们所祈求的东西,于是在埃伊纳岛上建立了一座希腊人共有的神庙,那地方正是他曾作祈祷的地方。
καὶ κατʼ ἐκεῖνόν τε τὸν χρόνον ἕως ἦν μετʼ ἀνθρώπων, μετὰ καλλίστης ὢν δόξης διετέλεσεν· ἐπειδή τε μετήλλαξε τὸν βίον, λέγεται παρὰ Πλούτωνι καὶ Κόρῃ μεγίστας τιμὰς ἔχων παρεδρεύειν ἐκείνοις.
在他与凡人共处的那个时期,他始终享有最美好的名声;当他结束了生命时,据说他在普路托和科瑞身旁,享有极大的荣誉并位列其侧。
§16τούτου δὲ παῖδες ἦσαν Τελαμὼν καὶ Πηλεύς, ὧν ὁ μὲν ἕτερος μεθʼ Ἡρακλέους ἐπὶ Λαομέδοντα στρατευσάμενος ἀριστείων ἠξιώθη, Πηλεὺς δʼ ἔν τε τῇ μάχῃ τῇ πρὸς Κενταύρους ἀριστεύσας καὶ κατὰ πολλοὺς ἄλλους κινδύνους εὐδοκιμήσας Θέτιδι τῇ Νηρέως, θνητὸς ὢν ἀθανάτῃ, συνῴκησε, καὶ μόνου τούτου φασὶ τῶν προγεγενημένων ὑπὸ θεῶν ἐν τοῖς γάμοις ὑμέναιον ᾀσθῆναι.
他的儿子是特拉蒙和佩琉斯,其中一人与赫拉克勒斯一同出征讨伐拉俄墨冬,被认为配得上首功之赏;而佩琉斯在与肯陶洛斯的战斗中立下赫赫战功,并在许多其他危险中赢得了声誉,他娶了涅柔斯的女儿忒提斯,以凡人之身与不朽的女神结合,而且据说在以往所有的人中,只有他在婚礼上由神明为他吟唱了婚礼之歌。
§17τούτοιν δʼ ἑκατέρου, Τελαμῶνος μὲν Αἴας καὶ Τεῦκρος ἐγενέσθην, Πηλέως δʼ Ἀχιλλεύς, οἳ μέγιστον καὶ σαφέστατον ἔλεγχον ἔδοσαν τῆς αὑτῶν ἀρετῆς· οὐ γὰρ ἐν ταῖς αὑτῶν πόλεσι μόνον ἐπρώτευσαν, οὐδʼ ἐν τοῖς τόποις ἐν οἷς κατῴκουν, ἀλλὰ στρατείας τοῖς Ἕλλησιν ἐπὶ τοὺς βαρβάρους γενομένης, καὶ πολλῶν μὲν ἑκατέρων ἀθροισθέντων, §18οὐδενὸς δὲ τῶν ὀνομαστῶν ἀπολειφθέντος, ἐν τούτοις τοῖς κινδύνοις Ἀχιλλεὺς μὲν ἁπάντων διήνεγκεν. Αἴας δὲ μετʼ ἐκεῖνον ἠρίστευσε, Τεῦκρος δὲ τῆς τε τούτων συγγενείας ἄξιος καὶ τῶν ἄλλων οὐδενὸς χείρων γενόμενος, ἐπειδὴ Τροίαν συνεξεῖλεν, ἀφικόμενος εἰς Κύπρον Σαλαμῖνά τε κατῴκισεν, ὁμώνυμον ποιήσας τῆς πρότερον αὑτῷ πατρίδος οὔσης, καὶ τὸ γένος τὸ νῦν βασιλεῦον κατέλιπεν.
这两人各自的后代中,特拉蒙生了埃阿斯和忒克洛斯,佩琉斯生了阿喀琉斯,他们为自己的美德提供了最大且最清晰的证明;因为他们不仅在他们自己的城邦里居于首位,也不仅在他们所居住的地方领先,而是在希腊人对野蛮人发动远征、双方聚集了众多人马时,且在没有一个闻名之人缺席的情况下,在这些危险中,阿喀琉斯超越了所有人,埃阿斯则仅次于他而立下大功,而忒克洛斯配得上他们的亲缘,且不亚于其他任何人,他在共同攻克特洛伊后,来到了塞浦路斯并建立萨拉米斯,以他以前的祖国为其命名,并留下了现在统治该地的王室。
§19τὰ μὲν οὖν ἐξ ἀρχῆς Εὐαγόρᾳ παρὰ τῶν προγόνων ὑπάρξαντα τηλικαῦτα τὸ μέγεθός ἐστιν.
那么,埃瓦戈拉斯从一开始通过祖辈所拥有的东西,其规模就是如此宏大。
τοῦτον δὲ τὸν τρόπον τῆς πόλεως κατοικισθείσης κατὰ μὲν ἀρχὰς οἱ γεγονότες ἀπὸ Τεύκρου τὴν βασιλείαν εἶχον, χρόνῳ δʼ ὕστερον ἀφικόμενος ἐκ Φοινίκης ἀνὴρ φυγὰς καὶ πιστευθεὶς ὑπὸ τοῦ τότε βασιλεύοντος καὶ μεγάλας δυναστείας λαβὼν οὐ χάριν ἔσχε τούτων, §20ἀλλὰ κακὸς μὲν γενόμενος περὶ τὸν ὑποδεξάμενον, δεινὸς δὲ πρὸς τὸ πλεονεκτῆσαι, τὸν μὲν εὐεργέτην ἐξέβαλεν, αὐτὸς δὲ τὴν βασιλείαν κατέσχεν.
在城市以这种方式建立之后,起初忒克洛斯的后代拥有王权,但在后来的时间里,一个从腓尼基来的流亡者,得到了当时在位之人的信任,获得了巨大的权位,但他并没有对这些心存感激,反而对他收留他的人恩将仇报,且在谋求私利方面极其阴险,驱逐了他的恩人,自己篡夺了王位。
ἀπιστῶν δὲ τοῖς πεπραγμένοις καὶ βουλόμενος ἀσφαλῶς κατασκευάσασθαι τὰ περὶ αὑτὸν τήν τε πόλιν ἐξεβαρβάρωσε καὶ τὴν νῆσον ὅλην βασιλεῖ τῷ μεγάλῳ κατεδούλωσεν.
他对自己所做的事感到不安,并希望安全地巩固自己的地位,于是使城市变得野蛮,并将整个岛屿奴役于大王之下。