← イソクラテス

ニコクレス

§41-47

家庭内の節制と高貴な血統に基づく服従の要求

話者は家庭内における節制の重要性を強調し、自らが非凡な血統と節制・正義の徳を示してきたことを述べる。そして、自身のこれまでの模範的な歩みを振り返り、聴衆に対して自らの勧告や命令に自発的に従うよう促す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§41

εἶτα λανθάνουσιν ἔνδον ἐν τοῖς βασιλείοις στάσεις καὶ διαφορὰς αὑτοῖς ἐγκαταλείποντες.1 καίτοι χρὴ τοὺς ὀρθῶς βασιλεύοντας μὴ μόνον τὰς πόλεις ἐν ὁμονοία πειρᾶσθαι διάγειν, ὧν ἂν ἄρχωσιν, ἀλλὰ καὶ τοὺς οἴκους τοὺς ἰδίους καὶ τοὺς τόπους ἐν οἷς ἂν κατοικῶσιν· ἅπαντα γὰρ ταῦτα σωφροσύνης ἔργα καὶ δικαιοσύνης ἐστίν.

さらに、彼らは気づかないうちに、宮廷の内部に、不和と対立を自らのために残してしまっている。しかしながら、正しく統治する王たちは、自分が支配する都市を調和のうちに導くよう努めるだけでなく、自らの私的な家庭や自分が居住する場所をも調和のうちに導くよう努めるべきである。なぜなら、これらすべては節制と正義の働きだからである。

§42

οὐ τὴν αὐτὴν δὲ γνώμην ἔσχον οὐδὲ περὶ τῆς παιδοποιίας τοῖς πλείστοις τῶν βασιλέων,2 οὐδʼ ᾠήθην δεῖν τοὺς μὲν ἐκ ταπεινοτέρας ποιήσασθαι τῶν παίδων τοὺς δʼ ἐκ σεμνοτέρας, οὐδὲ τοὺς μὲν νόθους αὐτῶν τοὺς δὲ γνησίους καταλιπεῖν, ἀλλὰ πάντας ἔχειν τὴν αὐτὴν φύσιν καὶ πρὸς πατρὸς καὶ πρὸς μητρὸς ἀνενεγκεῖν, τῶν μὲν θνητῶν εἰς Εὐαγόραν τὸν πατέρα, τῶν δʼ ἡμιθέων εἰς Αἰακίδας, τῶν δὲ θεῶν εἰς Δία, καὶ μηδένα τῶν ἐξ ἐμοῦ γενομένων ἀποστερηθῆναι ταύτης τῆς εὐγενείας.

また、私は子供を作ることに関しても、大半の王たちと同じ考えを持たなかった。また、子供たちのうち、ある者はより卑しい身分の女性から、他の者はより気高い身分の女性から得るべきだとも考えず、また、彼らのうち、ある者を庶子、他の者を嫡子として残すべきだとも考えず、むしろ、全員が同一の生まれを持ち、父方からも母方からも自らの系譜を遡ることができるようにすべきだと考えた。すなわち、凡人については父エウアゴラスに、半神についてはアイアコスの一族に、神々についてはゼウスに遡り、私から生まれた者の誰一人として、この高貴な血統を奪われることがないようにしたのである。

§43

πολλῶν δέ με προτρεπόντων ἐμμένειν τοῖς ἐπιτηδεύμασι τούτοις, οὐχ ἥκιστα κἀκεῖνο παρεκάλεσεν, ὅτι τῆς μὲν ἀνδρίας καὶ τῆς δεινότητος καὶ τῶν ἄλλων τῶν εὐδοκιμούντων ἑώρων καὶ τῶν κακῶν ἀνδρῶν πολλοὺς μετέχοντας, τὴν δὲ δικαιοσύνην καὶ σωφροσύνην ἴδια κτήματα τῶν καλῶν κἀγαθῶν ὄντα. κάλλιστον οὖν ὑπέλαβον, εἴ τις δύναιτο ταύταις ταῖς ἀρεταῖς προέχειν τῶν ἄλλων, ὧν οὐδὲν μέρος τοῖς πονηροῖς μέτεστιν,3 ἀλλὰ γνησιώταται καὶ βεβαιόταται καὶ μεγίστων ἐπαίνων ἄξιαι τυγχάνουσιν οὖσαι.

多くのことが、私にこれらの習慣を堅持するよう促したが、とりわけ次のことも私を励ました。すなわち、勇気や有能さ、その他の評判の良い特質には、邪悪な人々も多くあずかっているのを目にしたが、正義と節制は、美しく善い人々の固有の所有物であるのを目にしたからである。それゆえ、もし人が、悪人たちが全くあずかることのできない、そして最も真正で、最も確固としており、最大の称賛に値するこれらの徳において、他の人々よりも抜きん出ることができれば、それは最も素晴らしいことであると考えたのである。

§44

τούτων ἕνεκα καὶ ταῦτα διανοηθεὶς περιττοτέρως τῶν ἄλλων ἤσκησα τὴν σωφροσύνην καὶ προειλόμην τῶν ἡδονῶν οὐ τὰς ἐπὶ τοῖς ἔργοις τοῖς μηδεμίαν τιμὴν ἔχουσιν, ἀλλὰ τὰς ἐπὶ ταῖς δόξαις ταῖς διʼ ἀνδραγαθίαν γιγνομέναις. χρὴ δὲ δοκιμάζειν τὰς ἀρετὰς οὐκ ἐν ταῖς αὐταῖς ἰδέαις ἁπάσας, ἀλλὰ τὴν μὲν δικαιοσύνην ἐν ταῖς ἀπορίαις, τὴν δὲ σωφροσύνην ἐν ταῖς δυναστείαις, τὴν δʼ ἐγκράτειαν ἐν ταῖς τῶν νεωτέρων ἡλικίαις.

これらの理由のために、またこのように考えて、私は他の人々以上に並外れて節制を鍛錬し、快楽のうちでも、いかなる名誉も伴わない行為によるものではなく、徳によって生じる名声に伴うものを選び取った。しかし、すべての徳を同一の状況において吟味すべきではない。すなわち、正義は貧困の中で、節制は権力の中で、自制は若い年齢において吟味されるべきである。

§45

ἐγὼ τοίνυν ἐν πᾶσι τοῖς καιροῖς φανήσομαι πεῖραν τῆς ἐμαυτοῦ φύσεως δεδωκώς. ἐνδεὴς μέν γε χρημάτων καταλειφθεὶς οὕτω δίκαιον ἐμαυτὸν παρέσχον ὥστε μηδένα λυπῆσαι τῶν πολιτῶν· λαβὼν δʼ ἐξουσίαν ὥστε ποιεῖν ὅ τι ἂν βούλωμαι, σωφρονέστερος τῶν ἰδιωτῶν ἐγενόμην· τούτων δʼ ἀμφοτέρων ἐκράτησα4 ταύτην ἔχων τὴν ἡλικίαν, ἐν ᾗ τοὺς πλείστους ἂν εὕροιμεν πλεῖστα περὶ τὰς πράξεις ἐξαμαρτάνοντας.

それゆえ私は、あらゆる状況において、自分自身の資質の証拠を示してきたことが明らかになるであろう。実際、資金が乏しい状態で取り残されたときには、市民の誰一人をも悲しませないほどに自らを公正に示した。また、望むことは何でもできる権力を得たときには、私人たちよりも節制ある者となった。そして、大半の人々が行いにおいて最も多くの過ちを犯すのが見出されるまさにその年齢において、私はこれら両方を克服したのである。

§46

καὶ ταῦτʼ ἐν ἑτέροις μὲν ἴσως ἂν ὤκνουν εἰπεῖν, οὐχ ὡς οὐ φιλοτιμούμενος ἐπὶ τοῖς πεπραγμένοις, ἀλλʼ ὡς οὐκ ἂν πιστευθεὶς ἐκ τῶν λεγομένων· ὑμεῖς δʼ αὐτοί μοι μάρτυρές ἐστε πάντων τῶν εἰρημένων· ἄξιον μὲν οὖν καὶ τοὺς φύσει κοσμίους ὄντας ἐπαινεῖν καὶ θαυμάζειν, ἔτι δὲ μᾶλλον καὶ τοὺς μετὰ λογισμοῦ τοιούτους ὄντας·

そして、これらのことを、おそらく他の人々の前であれば私は語るのを躊躇したであろう。それはなされた事柄を誇りに思っていないからではなく、私の言葉からは信じてもらえないであろうからである。しかし、あなた方自身が、語られたすべてのことについて私の証人なのである。それゆえ、生まれつき規律正しい人々を称賛し感嘆することも当然であるが、理性(熟慮)を伴ってそのようである人々はなおさらである。

§47

οἱ μὲν γὰρ τύχῃ καὶ μὴ γνώμῃ σωφρονοῦντες τυχὸν ἂν καὶ μεταπεισθεῖεν· οἱ δὲ πρὸς τῳ πεφυκέναι καὶ διεγνωκότες ὅτι μέγιστόν ἐστι τῶν ἀγαθῶν ἀρετή, δῆλον ὅτι πάντα τὸν βίον ἐν ταύτῃ τῇ τάξει διαμενοῦσιν. διὰ τοῦτο δὲ πλείους ἐποιησάμην τοὺς λόγους καὶ περὶ ἐμαυτοῦ καὶ περὶ τῶν ἄλλων τῶν προειρημένων, ἵνα μηδεμίαν ὑπολίπω πρόφασιν ὡς οὐ δεῖ ποιεῖν ὑμᾶς ἑκόντας καὶ προθύμως, ἅττʼ ἂν ἐγὼ συμβουλεύσω καὶ προστάξω.

なぜなら、運によって、また熟慮によらずに節制を保っている人々は、あるいは考えを変えさせられるかもしれないからである。しかし、生まれついていることに加えて、徳こそが善いもののうち最大のものであると決意している人々は、明らかに生涯を通じてこの規律にとどまり続けるであろう。このために、私は自分自身についても、また前に述べられた他のことについても、言葉を多く費やしたのである。それは、私が勧告し命令するいかなることも、あなた方が自発的に、かつ熱心に行わないことに対する口実を一切残さないようにするためである。

構文注4 件
  1. 41λανθάνουσιν ... ἐγκαταλείποντες

    λανθάνω と分詞の結合による構文。「気づかれずに〜する」を意味するが、ここでは主語自身が気づかない(自覚がない)まま事態を引き起こしていることを表す。

  2. 42τοῖς πλείστοις τῶν βασιλέων

    定冠詞を伴う同一性を示す表現 τὴν αὐτὴν ... γνώμην 「同じ考え」の比較対象(〜と同じ)を表す与格。

  3. 43ὧν οὐδὲν μέρος τοῖς πονηροῖς μέτεστιν

    非人称動詞 μέτεστι 「あずかる」の構文。分け前を表す主語(οὐδὲν μέρος)、あずかる対象の属格(関係代名詞 ὧν、先行詞は ταύταις ταῖς ἀρεταῖς)、あずかる主体の与格(τοῖς πονηροῖς)から成る。

  4. 45τούτων δʼ ἀμφοτέρων ἐκράτησα

    支配・克服を表す動詞 κρατέω が、克服の対象として属格(τούτων δʼ ἀμφοτέρων、「これら両方のこと」、すなわち前文の「金銭への誘惑」と「権力の乱用」)を支配している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(6 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 5 件
  • 2026-11-14 上流版(Perseus/OGL)の訂正 — 原文 1 件
urn:cts:greekLit:tlg0010.tlg014.humanitext-grc2:41-47