§43τίνες εἰς τοῦτʼ ἀνοίας ἥξουσιν ὥστε βούλεσθαι μετὰ τῶν καταδουλουμένων εἶναι μᾶλλον ἢ μεθʼ ὑμῶν τῶν ὑπὲρ τῆς αὑτῶν ἐλευθερίας ἀγωνιζομένων;
誰がこれほど愚かな境地に達し、自分たちの自由のために戦っているあなたがたと共にいるよりも、他人を奴隷にしている者たちの側に立つことを望むでしょうか。
εἰ δὲ μή, τί λέγοντες, ἢν πάλιν γένηται πόλεμος, ἀξιώσετε προσάγεσθαι τοὺς Ἕλληνας, εἰ τὴν αὐτονομίαν προτείνοντες ἐκδώσετε πορθεῖν Θηβαίοις ἥντινʼ ἂν βούλωνται τῶν πόλεων;
そうでなければ、再び戦争が起こったとき、自治を差し出しながらも、テーバイ人が望むどの都市でも略奪するままに引き渡すとするならば、あなたがたはどのような言い分をもってギリシア人たちを味方に引き入れようとするのでしょうか。
§44πῶς δʼ οὐ τἀναντία φανήσεσθε πράττοντες ὑμῖν αὐτοῖς, εἰ Θηβαίους μὲν μὴ διακωλύσετε παραβαίνοντας τοὺς ὅρκους καὶ τὰς συνθήκας, πρὸς δὲ Λακεδαιμονίους ὑπὲρ τῶν αὐτῶν τούτων προσποιήσεσθε πολεμεῖν;
また、テーバイ人が誓約や条約を破るのを阻止しない一方で、ラケダイモン人に対してはこれら全く同じことのために戦うと装うならば、あなたがたは自らの行動と矛盾しているように見えるのではないでしょうか。
καὶ τῶν μὲν κτημάτων τῶν ὑμετέρων αὐτῶν ἀπέστητε, βουλόμενοι τὴν συμμαχίαν ὡς μεγίστην ποιῆσαι, τούτους δὲ τὴν ἀλλοτρίαν ἔχειν ἐάσετε καὶ τοιαῦτα ποιεῖν ἐξ ὧν ἅπαντες χείρους εἶναι νομιοῦσιν ὑμᾶς;
さらに、同盟をできる限り強大なものにしようと望んで、あなたがた自身の所有地を放棄したというのに、彼らが他人の土地を所有し、誰もがあなたがたを以前より劣っているとみなすような行いをするのを容認するのでしょうか。
§45ὃ δὲ πάντων δεινότατον, εἰ τοῖς μὲν συνεχῶς μετὰ Λακεδαιμονίων γεγενημένοις δεδογμένον ὑμῖν ἐστὶ βοηθεῖν, ἤν τι παράσπονδον αὐτοῖς ἐκεῖνοι προστάττωσιν, ἡμᾶς δʼ οἳ τὸν μὲν πλεῖστον χρόνον μεθʼ ὑμῶν ὄντες διατετελέκαμεν, τὸν δὲ τελευταῖον μόνον πόλεμον ὑπὸ Λακεδαιμονίοις ἠναγκάσθημεν γενέσθαι, διὰ ταύτην τὴν πρόφασιν ἀθλιώτατα πάντων ἀνθρώπων περιόψεσθε διακειμένους.
そして何よりも恐ろしいのは、常にラケダイモン人の側に付いてきた者たちに対しては、もし彼らが条約に背く命令を彼らに課すならば、あなたがたが救済に入ることを決議している一方で、人生のほとんどの時間をあなたがたとともに過ごし、最後の戦争においてのみラケダイモン人の支配下に入ることを余儀なくされた私たちに対しては、この口実によって、あらゆる人間のうちで最も悲惨な状態で放置されるのを黙って見過ごそうとしていることです。
§46τίνας γὰρ ἂν ἡμῶν εὕροι τις δυστυχεστέρους, οἵτινες καὶ πόλεως καὶ χώρας καὶ χρημάτων ἐν μιᾷ στερηθέντες ἡμέρᾳ, πάντων τῶν ἀναγκαίων ὁμοίως ἐνδεεῖς ὄντες ἀλῆται καὶ πτωχοὶ καθέσταμεν, ἀποροῦντες ὅποι τραπώμεθα, καὶ πάσας τὰς οἰκήσεις δυσχεραίνοντες·
実際、都市も土地も財産も一日のうちに奪われ、必要なものすべてを同様に欠いて、さまよう者や物乞いとなり、どこに行けばよいかも分からず、すべての住まいを辛いものと感じている私たちよりも不運な者を、誰が見いだせるでしょうか。
ἤν τε γὰρ δυστυχοῦντας καταλάβωμεν, ἀλγοῦμεν ἀναγκαζόμενοι πρὸς τοῖς οἰκείοις κακοῖς καὶ τῶν ἀλλοτρίων κοινωνεῖν·
不遇な人々のもとに身を寄せれば、自分たちの苦難に加えて他人の不幸をも分かち合うことを余儀なくされ、苦痛を感じるからです。
§47ἤν θʼ ὡς εὖ πράττοντας ἔλθωμεν, ἔτι χαλεπώτερον ἔχομεν, οὐ ταῖς ἐκείνων φθονοῦντες εὐπορίαις, ἀλλὰ μᾶλλον ἐν τοῖς τῶν πέλας ἀγαθοῖς τὰς ἡμετέρας αὐτῶν συμφορὰς καθορῶντες, ἐφʼ αἷς ἡμεῖς οὐδεμίαν ἡμέραν ἀδακρυτὶ διάγομεν ἀλλὰ πενθοῦντες τὴν πατρίδα καὶ θρηνοῦντες τὴν μεταβολὴν τὴν γεγενημένην ἅπαντα τὸν χρόνον διατελοῦμεν.
また、裕福に暮らしている人々のところに行けば、なおさら耐えがたく感じます。 それは彼らの富をねたんでいるからではなく、むしろ隣人の恵まれた境遇の中に、自分たちの災厄をはっきりと見て取るからです。 その災厄のせいで、私たちは一日たりとも涙を流さずに過ごすことはなく、祖国を悼み、生じた変化を嘆きながら、すべての時間を過ごし続けているのです。
§48τίνα γὰρ ἡμᾶς οἴεσθε γνώμην ἔχειν ὁρῶντας καὶ τοὺς γονέας αὑτῶν ἀναξίως γηροτροφουμένους καὶ τοὺς παῖδας οὐκ ἐπὶ ταῖς ἐλπίσιν αἷς ἐποιησάμεθα παιδευομένους, ἀλλὰ πολλοὺς μὲν μικρῶν ἕνεκα συμβολαίων δουλεύοντας, ἄλλους δʼ ἐπὶ θητείαν ἰόντας, τοὺς δʼ ὅπως ἕκαστοι δύνανται τὰ καθʼ ἡμέραν ποριζομένους, ἀπρεπῶς καὶ τοῖς τῶν προγόνων ἔργοις καὶ ταῖς αὑτῶν ἡλικίαις καὶ τοῖς φρονήμασι τοῖς ἡμετέροις;
自分たちの親が不当に老後の世話をされているのを見、子供たちが私たちの抱いた希望に沿って教育されることもなく、多くはわずかな債務のために奴隷として仕え、他は日雇い労働に行き、またある者はそれぞれができる方法で日々の糧を得ているのを見るとき、私たちの先祖の偉業にも、彼ら自身の年齢にも、私たちの誇りにもふさわしくないありさまで、私たちがどのような心境でいるとあなたがたは思うでしょうか。
§49ὃ δὲ πάντων ἄλγιστον, ὅταν τις ἴδῃ χωριζομένους ἀπʼ ἀλλήλων μὴ μόνον πολίτας ἀπὸ πολιτῶν ἀλλὰ καὶ γυναῖκας ἀπʼ ἀνδρῶν καὶ θυγατέρας ἀπὸ μητέρων καὶ πᾶσαν τὴν συγγένειαν διαλυομένην, ὃ πολλοῖς τῶν ἡμετέρων πολιτῶν διὰ τὴν ἀπορίαν συμβέβηκεν·
そして何よりも苦痛なのは、市民が市民から離されるだけでなく、妻が夫から、娘が母親から引き離され、すべての親族関係が解体されていくのを目にするときであり、これは私たちの市民の多くに、困窮のゆえに実際に起きていることです。
ὁ γὰρ κοινὸς βίος ἀπολωλὼς ἰδίας τὰς ἐλπίδας ἕκαστον ἡμῶν ἔχειν πεποίηκεν.
なぜなら、共通の生活が失われたことにより、私たちの誰もが自らの個人的な希望しか持てなくなってしまったからです。
§50οἶμαι δʼ ὑμᾶς οὐδὲ τὰς ἄλλας αἰσχύνας ἀγνοεῖν τὰς διὰ πενίαν καὶ φυγὴν γιγνομένας, ἃς ἡμεῖς τῇ μὲν διανοίᾳ χαλεπώτερον τῶν ἄλλων φέρομεν, τῷ δὲ λόγῳ παραλείπομεν, αἰσχυνόμενοι λίαν ἀκριβῶς τὰς ἡμετέρας αὐτῶν ἀτυχίας ἐξετάζειν.
貧困や亡命によって生じるその他の屈辱についても、あなたがたはご存じないわけではないと思います。 私たちはそれらを心の中では他の何よりも重く受け止めていますが、言葉にするにあたっては、自分たちの不幸をあまりにも詳細に検証することを深く恥じるがゆえに、省略することにします。
§51ὧν αὐτοὺς ὑμᾶς ἀξιοῦμεν ἐνθυμουμένους ἐπιμέλειάν τινα ποιήσασθαι περὶ ἡμῶν.
これらのことをあなたがた自身が心に留め、私たちに対して何らかの配慮をしてくださるよう求めます。
καὶ γὰρ οὐδʼ ἀλλότριοι τυγχάνομεν ὑμῖν ὄντες, ἀλλὰ ταῖς μὲν εὐνοίαις ἅπαντες οἰκεῖοι, τῇ δὲ συγγενείᾳ τὸ πλῆθος ἡμῶν·
実際、私たちはあなたがたにとって見ず知らずの者ではなく、好意においては誰もが親しい者であり、血縁においては私たちの大部分が同胞なのです。
διὰ γὰρ τὰς ἐπιγαμίας τὰς δοθείσας ἐκ πολιτίδων ὑμετέρων γεγόναμεν·
というのも、あなたがたの女性市民から与えられた通婚権によって、私たちは生まれてきたからです。
ὥστʼ οὐχ οἷόν θʼ ὑμῖν ἀμελῆσαι περὶ ὧν ἐληλύθαμεν δεησόμενοι.
したがって、私たちが願いを携えてやって来た事柄について、あなたがたが無視することは不可能です。
καὶ γὰρ ἂν πάντων εἴη δεινότατον, §52εἰ πρότερον μὲν ἡμῖν μετέδοτε τῆς πατρίδος τῆς ὑμετέρας αὐτῶν, νῦν δε μηδὲ τὴν ἡμετέραν ἀποδοῦναι δόξειεν ὑμῖν.
なぜなら、何よりも恐ろしいことだからです、かつてはあなたがた自身の祖国を私たちに分け与えてくださったのに、今となっては私たちの祖国を返還することさえあなたがたの意に沿わないように見えるのだとすれば。
ἔπειτʼ οὐδʼ εἰκὸς ἕνα μὲν ἕκαστον ἐλεεῖσθαι τῶν παρὰ τὸ δίκαιον δυστυχούντων, ὅλην δὲ πόλιν οὕτως ἀνόμως διεφθαρμένην μηδὲ κατὰ μικρὸν οἴκτου δυνηθῆναι τυχεῖν, ἄλλως τε καὶ παρʼ ὑμᾶς καταφυγοῦσαν, οἷς οὐδὲ τὸ πρότερον αἰσχρῶς οὐδʼ ἀκλεῶς ἀπέβη τοὺς ἱκέτας ἐλεήσασιν.
さらに、不当に不運に見舞われている人々が一人ひとり同情される一方で、これほど不法に破壊された都市全体が、わずかな同情さえ得られないということは道理に合いません。 とりわけ、かつて懇願者たちに同情したことがあなたがたにとって不名誉にも不名誉な結果にもならなかった、あなたがたのもとに逃れてきたというのに。