§53ἐλθόντων γὰρ Ἀργείων ὡς τοὺς προγόνους ὑμῶν καὶ δεηθέντων ἀνελέσθαι τοὺς ὑπὸ τῇ Καδμείᾳ τελευτήσαντας, πεισθέντες ὑπʼ ἐκείνων καὶ Θηβαίους ἀναγκάσαντες βουλεύσασθαι νομιμώτερον οὐ μόνον αὐτοὶ κατʼ ἐκείνους τοὺς καιροὺς εὐδοκίμησαν, ἀλλὰ καὶ τῇ πόλει δόξαν ἀείμνηστον εἰς ἅπαντα τὸν χρόνον κατέλιπον, ἧς οὐκ ἄξιον προδότας γενέσθαι.
アルゴス人があなたがたの先祖のもとに来て、カドメイアで死んだ人々を引き取ることを懇願したとき、先祖たちは彼らに説得され、またテーバイ人に合法的に決定するよう強制したことで、当時彼ら自身が名声を得ただけでなく、都市にいつまでも記念されるべき不朽の栄光を全時代のために残しました。 その栄光に対して裏切り者となることはふさわしくありません。
καὶ γὰρ αἰσχρὸν φιλοτιμεῖσθαι μὲν ἐπὶ τοῖς τῶν προγόνων ἔργοις, φαίνεσθαι δʼ ἐκείνοις τἀναντία περὶ τῶν ἱκετῶν πράττοντας.
なぜなら、先祖の功績を誇る一方で、懇願者に対してはそれとは逆のことを行う姿を見せるのは恥ずべきことだからです。
§54καίτοι πολὺ περὶ μειζόνων καὶ δικαιοτέρων ἥκομεν ποιησόμενοι τὰς δεήσεις·
しかしながら、私たちははるかに大きくより正当な事柄のために懇願しに来ています。
οἱ μὲν γὰρ ἐπὶ τὴν ἀλλοτρίαν στρατεύσαντες ἱκέτευον ὑμᾶς, ἡμεῖς δὲ τὴν ἡμετέραν αὐτῶν ἀπολωλεκότες, κἀκεῖνοι μὲν παρεκάλουν ἐπὶ τὴν τῶν νεκρῶν ἀναίρεσιν, ἡμεῖς δʼ ἐπὶ τὴν τῶν λοιπῶν σωτηρίαν.
彼らは他人の土地へと侵攻した末にあなたがたに懇願したのですが、私たちは自分たちの土地を失ってから懇願しているのです。 また彼らは死者の遺体引き取りを求めたのに対し、私たちは生き残った者たちの救済を求めているのです。
§55ἔστι δʼ οὐκ ἴσον κακὸν οὐδʼ ὅμοιον τοὺς τεθνεῶτας ταφῆς εἴργεσθαι καὶ τοὺς ζῶντας πατρίδος ἀποστερεῖσθαι καὶ τῶν ἄλλων ἀγαθῶν ἁπάντων, ἀλλὰ τὸ μὲν δεινότερον τοῖς κωλύουσιν ἢ τοῖς ἀτυχοῦσι, τὸ δὲ μηδεμίαν ἔχοντα καταφυγὴν ἀλλʼ ἄπολιν γενόμενον καθʼ ἑκάστην τὴν ἡμέραν κακοπαθεῖν καὶ τοὺς αὑτοῦ περιορᾶν μὴ δυνάμενον ἐπαρκεῖν, τί δεῖ λέγειν ὅσον τὰς ἄλλας συμφορὰς ὑπερβέβληκεν;
死者が埋葬を阻まれることと、生きている者が祖国やその他のすべての善きものを奪われることとは、等しい災いでも同様の災いでもありません。 前者はそれを阻む者たちにとって、不運に見舞われた者たちにとってよりも恐ろしいことでありますが、後者はどこにも逃げ場がなく、都市を持たない者となり、毎日苦しみ、自分の家族を救うことができずに見過ごすしかないということであり、これが他のあらゆる災厄をどれほど超えているか、言うまでもないでしょう。
§56ὑπὲρ ὧν ἅπαντας ὑμᾶς ἱκετεύομεν ἀποδοῦναι τὴν χώραν ἡμῖν καὶ τὴν πόλιν, τοὺς μὲν πρεσβυτέρους ὑπομιμνῄσκοντες, ὡς οἰκτρὸν τοὺς τηλικούτους ὁρᾶσθαι δυστυχοῦντας καὶ τῶν καθʼ ἡμέραν ἀποροῦντας, τοὺς δὲ νεωτέρους ἀντιβολοῦντες καὶ δεόμενοι βοηθῆσαι τοῖς ἡλικιώταις καὶ μὴ περιιδεῖν ἔτι πλείω κακὰ τῶν εἰρημένων παθόντας.
これらすべてのことのために、私たちはあなたがたすべてに、私たちの土地と都市を返還するよう懇願します。 年長の方々には、その年代の人々が不運に見舞われ日々の生活に窮するのを見るのがいかに哀れなことかを思い起こさせ、若い方々には、同世代 of の者たちを助け、言及されたよりもさらに多くの災難を被るのを見過ごさないよう、熱心に求めて懇願するのです。
§57ὀφείλετε δὲ μόνοι τῶν Ἑλλήνων τοῦτον τὸν ἔρανον, ἀναστάτοις ἡμῖν γεγενημένοις ἐπαμῦναι.
あなたがたはギリシア人のうちで唯一、私たちが滅ぼされた時に援助するというこの債務を負っています。
καὶ γὰρ τοὺς ἡμετέρους προγόνους φασὶν ἐκλιπόντων τῶν ὑμετέρων πατέρων ἐν τῷ Περσικῷ πολέμῳ ταύτην τὴν χώραν μόνους τῶν ἔξω Πελοποννήσου κοινωνοὺς ἐκείνοις τῶν κινδύνων γενομένους συνανασῶσαι τὴν πόλιν αὐτοῖς·
なぜなら、ペルシア戦争においてあなたがたの父祖たちが土地を離れたとき、私たちの先祖はペロポネソス半島の外では唯一、彼らと危機を共有した仲間として、彼らのために都市をともに救い出したと言われているからです。
ὥστε δικαίως ἂν τὴν αὐτὴν εὐεργεσίαν ἀπολάβοιμεν ἥνπερ αὐτοὶ τυγχάνομεν εἰς ὑμᾶς ὑπάρξαντες.
したがって、私たちがかつてあなたがたに対して施したのと全く同じ恩恵を、私たちは当然受け取るべきです。
§58εἰ δʼ οὖν καὶ μηδὲν ὑμῖν τῶν σωμάτων τῶν ἡμετέρων δέδοκται φροντίζειν, ἀλλὰ τήν γε χώραν οὐ πρὸς ὑμῶν ἐστὶν ἀνέχεσθαι πεπορθημένην, ἐν ᾗ μέγιστα σημεῖα τῆς ἀρετῆς τῆς ὑμετέρας καὶ τῶν ἄλλων τῶν συναγωνισαμένων καταλείπεται·
しかし、もし私たちの身体について何も配慮しないと決めているとしても、あなたがたの美徳や、ともに戦った他の人々の美徳の、最大の証が残されている土地が、荒廃したまま放置されているのを容認することは、あなたがたにとってふさわしいことではありません。
§59τὰ μὲν γὰρ ἄλλα τρόπαια πόλει πρὸς πόλιν γέγονεν, ἐκεῖνα δʼ ὑπὲρ ἁπάσης τῆς Ἑλλάδος πρὸς ὅλην τὴν ἐκ τῆς Ἀσίας δύναμιν ἕστηκεν.
他の戦勝記念碑は都市対都市のものであるのに対し、あの記念碑は全ギリシアのためにアジアからの全軍勢に対して立てられたものです。
ἃ Θηβαῖοι μὲν εἰκότως ἀφανίζουσι, τὰ γὰρ μνημεῖα τῶν τότε γενομένων αἰσχύνη τούτοις ἐστίν, ὑμῖν δὲ προσήκει διασῴζειν·
テーバイ人がこれらを当然のごとく消し去ろうとするのは、当時の出来事の記念碑が彼らにとって恥だからですが、あなたがたにとって保存することは義務です。
ἐξ ἐκείνων γὰρ τῶν ἔργων ἡγεμόνες κατέστητε τῶν Ἑλλήνων.
それらの功績によってあなたがたはギリシアの指導者となったのですから。
§60ἄξιον δὲ καὶ τῶν θεῶν καὶ τῶν ἡρώων μνησθῆναι τῶν ἐκεῖνον τὸν τόπον κατεχόντων καὶ μὴ περιορᾶν τὰς τιμὰς αὐτῶν καταλυομένας, οἷς ὑμεῖς καλλιερησάμενοι τοιοῦτον ὑπέστητε κίνδυνον, ὃς καὶ τούτους καὶ τοὺς ἄλλους ἅπαντας Ἕλληνας ἠλευθέρωσεν.
あの場所を守っている神々や英雄たちを記憶し、彼らへの崇拝が破棄されるのを見過ごさないことも価値あることです。 あなたがたは彼らに犠牲を捧げた上で、これらや他のすべてのギリシア人を解放した、あのような危険に身を投じたのです。
χρὴ δὲ καὶ τῶν προγόνων ποιήσασθαί τινα πρόνοιαν καὶ μὴ παραμελῆσαι μηδὲ τῆς περὶ ἐκείνους εὐσεβείας,
また、先祖たちへの配慮をし、彼らに対する敬虔さを怠らないことも必要です。
§61οἳ πῶς ἂν διατεθεῖεν, εἴ τις ἄρα τοῖς ἐκεῖ φρόνησίς ἐστι περὶ τῶν ἐνθάδε γιγνομένων, εἰ κυρίων ὑμῶν ὄντων αἴσθοιντο τοὺς μὲν δουλεύειν τοῖς βαρβάροις ἀξιώσαντας δεσπότας τῶν ἄλλων καθισταμένους, ἡμᾶς δὲ τοὺς ὑπὲρ τῆς ἐλευθερίας συναγωνισαμένους μόνους τῶν Ἑλλήνων ἀναστάτους γεγενημένους, καὶ τοὺς μὲν τῶν συγκινδυνευσάντων τάφους μὴ τυγχάνοντας τῶν νομιζομένων σπάνει τῶν ἐποισόντων, Θηβαίους δὲ τοὺς τἀναντία παραταξαμένους κρατοῦντας τῆς χώρας ἐκείνης;
もしあの世の者がこちらの出来事を知る知性を持っているとしたら、彼らはどのように感じるでしょうか。 あなたがたが主権を持っているにもかかわらず、かつて蛮族に服従することをよしとした者たちが他国の支配者となり、一方、自由のためにともに戦った唯一のギリシア人である私たちが滅ぼされ、また、ともに危機を潜り抜けた人々の墓が、供物を捧げる人が不足しているために慣習的な儀礼を受けられない一方で、逆の陣営に整列したテーバイ人がその土地を支配しているのを彼らが知ったなら。
§62ἐνθυμεῖσθε δʼ ὅτι Λακεδαιμονίων μεγίστην ἐποιεῖσθε κατηγορίαν, ὅτι Θηβαίοις χαριζόμενοι τοῖς τῶν Ἑλλήνων προδόταις ἡμᾶς τοὺς εὐεργέτας διέφθειραν.
思い出してください、あなたがたはラケダイモン人に対して、彼らがギリシアの裏切り者であるテーバイ人に媚を売って、恩人である私たちを滅ぼしたと、最大の批難を浴びせていたことを。
μὴ τοίνυν ἐάσητε ταύτας τὰς βλασφημίας περὶ τὴν ὑμετέραν γενέσθαι πόλιν, μηδὲ τὴν ὕβριν τὴν τούτων ἀντὶ τῆς παρούσης ἕλησθε δόξης.
したがって、このような謗りがあなたがたの都市に降りかかるのを許してはなりません。 また彼らの横暴を、現在のあなたがたの名誉の代わりに選んではなりません。
§63πολλῶν δʼ ἐνόντων εἰπεῖν ἐξ ὧν ἄν τις ὑμᾶς ἐπαγάγοι μᾶλλον φροντίσαι τῆς ἡμετέρας σωτηρίας οὐ δύναμαι πάντα περιλαβεῖν, ἀλλʼ αὐτοὺς χρὴ καὶ τὰ παραλελειμμένα συνιδόντας καὶ μνησθέντας μάλιστα μὲν τῶν ὅρκων καὶ τῶν συνθηκῶν, ἔπειτα δὲ καὶ τῆς ἡμετέρας εὐνοίας καὶ τῆς τούτων ἔχθρας, ψηφίσασθαί τι περὶ ἡμῶν δίκαιον.
あなたがたを私たちの救済により配慮させるようにする多くの論拠がありますが、そのすべてを網羅することはできません。 しかしあなたがた自身が、省略されたことも考慮し、何よりも誓約と条約を、そして私たちの好意と彼らの敵意を思い起こして、私たちに関して正しい決定を下してくださるべきです。