§43τίνες εἰς τοῦτʼ ἀνοίας ἥξουσιν ὥστε βούλεσθαι μετὰ τῶν καταδουλουμένων εἶναι μᾶλλον ἢ μεθʼ ὑμῶν τῶν ὑπὲρ τῆς αὑτῶν ἐλευθερίας ἀγωνιζομένων;
Who will come to such a pitch of folly as to wish to be on the side of those who enslave others, rather than with you who contend for their own freedom?
εἰ δὲ μή, τί λέγοντες, ἢν πάλιν γένηται πόλεμος, ἀξιώσετε προσάγεσθαι τοὺς Ἕλληνας, εἰ τὴν αὐτονομίαν προτείνοντες ἐκδώσετε πορθεῖν Θηβαίοις ἥντινʼ ἂν βούλωνται τῶν πόλεων; §44πῶς δʼ οὐ τἀναντία φανήσεσθε πράττοντες ὑμῖν αὐτοῖς, εἰ Θηβαίους μὲν μὴ διακωλύσετε παραβαίνοντας τοὺς ὅρκους καὶ τὰς συνθήκας, πρὸς δὲ Λακεδαιμονίους ὑπὲρ τῶν αὐτῶν τούτων προσποιήσεσθε πολεμεῖν;
Otherwise, by saying what will you expect to win over the Greeks, if war should break out again, if, while holding out autonomy as a promise, you surrender whichever of the cities they wish to the Thebans to ravage? And how will you not be seen to act contrary to yourselves, if you do not prevent the Thebans from violating the oaths and treaties, while you pretend to wage war against the Lacedaemonians on behalf of these very same things?
καὶ τῶν μὲν κτημάτων τῶν ὑμετέρων αὐτῶν ἀπέστητε, βουλόμενοι τὴν συμμαχίαν ὡς μεγίστην ποιῆσαι, τούτους δὲ τὴν ἀλλοτρίαν ἔχειν ἐάσετε καὶ τοιαῦτα ποιεῖν ἐξ ὧν ἅπαντες χείρους εἶναι νομιοῦσιν ὑμᾶς; §45ὃ δὲ πάντων δεινότατον, εἰ τοῖς μὲν συνεχῶς μετὰ Λακεδαιμονίων γεγενημένοις δεδογμένον ὑμῖν ἐστὶ βοηθεῖν, ἤν τι παράσπονδον αὐτοῖς ἐκεῖνοι προστάττωσιν, ἡμᾶς δʼ οἳ τὸν μὲν πλεῖστον χρόνον μεθʼ ὑμῶν ὄντες διατετελέκαμεν, τὸν δὲ τελευταῖον μόνον πόλεμον ὑπὸ Λακεδαιμονίοις ἠναγκάσθημεν γενέσθαι, διὰ ταύτην τὴν πρόφασιν ἀθλιώτατα πάντων ἀνθρώπων περιόψεσθε διακειμένους. §46τίνας γὰρ ἂν ἡμῶν εὕροι τις δυστυχεστέρους, οἵτινες καὶ πόλεως καὶ χώρας καὶ χρημάτων ἐν μιᾷ στερηθέντες ἡμέρᾳ, πάντων τῶν ἀναγκαίων ὁμοίως ἐνδεεῖς ὄντες ἀλῆται καὶ πτωχοὶ καθέσταμεν, ἀποροῦντες ὅποι τραπώμεθα, καὶ πάσας τὰς οἰκήσεις δυσχεραίνοντες·
And when you gave up your own possessions, wishing to make the alliance as large as possible, will you allow these men to hold the land of others and to do such things as a result of which everyone will consider you to be worse? And what is most terrible of all is if, on the one hand, you have resolved to help those who have continuously sided with the Lacedaemonians if those men command anything contrary to the treaty to them, while on the other hand, you will overlook us, who have spent almost all our time with you and only in the last war were forced to fall under the power of the Lacedaemonians, being in the most miserable state of all men on this pretext. For whom could one find more unfortunate than us, who, having been deprived of city, land, and possessions in a single day, and being equally in want of all necessities, have been reduced to wanderers and beggars, not knowing where to turn, and finding every dwelling grievous?
ἤν τε γὰρ δυστυχοῦντας καταλάβωμεν, ἀλγοῦμεν ἀναγκαζόμενοι πρὸς τοῖς οἰκείοις κακοῖς καὶ τῶν ἀλλοτρίων κοινωνεῖν· §47ἤν θʼ ὡς εὖ πράττοντας ἔλθωμεν, ἔτι χαλεπώτερον ἔχομεν, οὐ ταῖς ἐκείνων φθονοῦντες εὐπορίαις, ἀλλὰ μᾶλλον ἐν τοῖς τῶν πέλας ἀγαθοῖς τὰς ἡμετέρας αὐτῶν συμφορὰς καθορῶντες, ἐφʼ αἷς ἡμεῖς οὐδεμίαν ἡμέραν ἀδακρυτὶ διάγομεν ἀλλὰ πενθοῦντες τὴν πατρίδα καὶ θρηνοῦντες τὴν μεταβολὴν τὴν γεγενημένην ἅπαντα τὸν χρόνον διατελοῦμεν. §48τίνα γὰρ ἡμᾶς οἴεσθε γνώμην ἔχειν ὁρῶντας καὶ τοὺς γονέας αὑτῶν ἀναξίως γηροτροφουμένους καὶ τοὺς παῖδας οὐκ ἐπὶ ταῖς ἐλπίσιν αἷς ἐποιησάμεθα παιδευομένους, ἀλλὰ πολλοὺς μὲν μικρῶν ἕνεκα συμβολαίων δουλεύοντας, ἄλλους δʼ ἐπὶ θητείαν ἰόντας, τοὺς δʼ ὅπως ἕκαστοι δύνανται τὰ καθʼ ἡμέραν ποριζομένους, ἀπρεπῶς καὶ τοῖς τῶν προγόνων ἔργοις καὶ ταῖς αὑτῶν ἡλικίαις καὶ τοῖς φρονήμασι τοῖς ἡμετέροις; §49ὃ δὲ πάντων ἄλγιστον, ὅταν τις ἴδῃ χωριζομένους ἀπʼ ἀλλήλων μὴ μόνον πολίτας ἀπὸ πολιτῶν ἀλλὰ καὶ γυναῖκας ἀπʼ ἀνδρῶν καὶ θυγατέρας ἀπὸ μητέρων καὶ πᾶσαν τὴν συγγένειαν διαλυομένην, ὃ πολλοῖς τῶν ἡμετέρων πολιτῶν διὰ τὴν ἀπορίαν συμβέβηκεν· ὁ γὰρ κοινὸς βίος ἀπολωλὼς ἰδίας τὰς ἐλπίδας ἕκαστον ἡμῶν ἔχειν πεποίηκεν. §50οἶμαι δʼ ὑμᾶς οὐδὲ τὰς ἄλλας αἰσχύνας ἀγνοεῖν τὰς διὰ πενίαν καὶ φυγὴν γιγνομένας, ἃς ἡμεῖς τῇ μὲν διανοίᾳ χαλεπώτερον τῶν ἄλλων φέρομεν, τῷ δὲ λόγῳ παραλείπομεν, αἰσχυνόμενοι λίαν ἀκριβῶς τὰς ἡμετέρας αὐτῶν ἀτυχίας ἐξετάζειν. §51ὧν αὐτοὺς ὑμᾶς ἀξιοῦμεν ἐνθυμουμένους ἐπιμέλειάν τινα ποιήσασθαι περὶ ἡμῶν.
For if we find people in misfortune, we suffer, being forced to share in the misfortunes of others in addition to our own evils; and if we go to those who are faring well, we feel still more distressed, not envying their prosperity, but rather seeing clearly our own misfortunes in the good things of our neighbors, over which we pass no day without tears, but we continuously spend all our time mourning our fatherland and lamenting the change that has occurred. For what state of mind do you think we have when we see both our parents being supported in old age unworthily, and our children being educated not in accordance with the hopes we made, but many serving as slaves for the sake of small debts, others going into day-labor, and others providing for their daily needs as best each can, in a manner unbecoming both to the deeds of our ancestors, to their own ages, and to our pride? And what is most painful of all is when one sees separated from one another not only citizens from citizens, but also wives from husbands, and daughters from mothers, and all kinship being dissolved, which has happened to many of our citizens because of poverty; for our common life having been destroyed has made each of us have individual hopes. And I think you are not ignorant of the other humiliations that arise from poverty and exile, which we in our minds bear more grievously than other things, but in speech we omit, being ashamed to examine our own misfortunes too minutely. Considering these things, we deem you yourselves worthy to take some care for us.
καὶ γὰρ οὐδʼ ἀλλότριοι τυγχάνομεν ὑμῖν ὄντες, ἀλλὰ ταῖς μὲν εὐνοίαις ἅπαντες οἰκεῖοι, τῇ δὲ συγγενείᾳ τὸ πλῆθος ἡμῶν· διὰ γὰρ τὰς ἐπιγαμίας τὰς δοθείσας ἐκ πολιτίδων ὑμετέρων γεγόναμεν· ὥστʼ οὐχ οἷόν θʼ ὑμῖν ἀμελῆσαι περὶ ὧν ἐληλύθαμεν δεησόμενοι.
For indeed we do not happen to be strangers to you, but in goodwill we are all kin, and in blood relation the majority of us; for we have been born from your female citizens because of the rights of intermarriage granted to us; so that it is not possible for you to neglect those things about which we have come to petition.
καὶ γὰρ ἂν πάντων εἴη δεινότατον, §52εἰ πρότερον μὲν ἡμῖν μετέδοτε τῆς πατρίδος τῆς ὑμετέρας αὐτῶν, νῦν δε μηδὲ τὴν ἡμετέραν ἀποδοῦναι δόξειεν ὑμῖν.
For indeed it would be the most terrible of all things, if, whereas formerly you shared with us your own fatherland, now it should seem good to you not even to restore our own.
ἔπειτʼ οὐδʼ εἰκὸς ἕνα μὲν ἕκαστον ἐλεεῖσθαι τῶν παρὰ τὸ δίκαιον δυστυχούντων, ὅλην δὲ πόλιν οὕτως ἀνόμως διεφθαρμένην μηδὲ κατὰ μικρὸν οἴκτου δυνηθῆναι τυχεῖν, ἄλλως τε καὶ παρʼ ὑμᾶς καταφυγοῦσαν, οἷς οὐδὲ τὸ πρότερον αἰσχρῶς οὐδʼ ἀκλεῶς ἀπέβη τοὺς ἱκέτας ἐλεήσασιν.
Moreover, it is not reasonable that while each individual of those who suffer contrary to justice is pitied, an entire city destroyed so unlawfully should not be able to obtain even a little pity, especially since it has fled to you for refuge, for whom not even in the past did it turn out shamefully or ingloriously to pity suppliants.