§43τίνες εἰς τοῦτʼ ἀνοίας ἥξουσιν ὥστε βούλεσθαι μετὰ τῶν καταδουλουμένων εἶναι μᾶλλον ἢ μεθʼ ὑμῶν τῶν ὑπὲρ τῆς αὑτῶν ἐλευθερίας ἀγωνιζομένων;
谁会愚蠢到如此地步,宁愿与那些奴役他人的人站在一起,也不愿与为自身自由而奋斗的你们并肩?
εἰ δὲ μή, τί λέγοντες, ἢν πάλιν γένηται πόλεμος, ἀξιώσετε προσάγεσθαι τοὺς Ἕλληνας, εἰ τὴν αὐτονομίαν προτείνοντες ἐκδώσετε πορθεῖν Θηβαίοις ἥντινʼ ἂν βούλωνται τῶν πόλεων;
否则,如果战争再次爆发,而你们一边提出自治,一边却将底比斯人想要蹂躏的任何城市都拱手让给他们,你们将用什么说辞来期望争取希腊人呢?
§44πῶς δʼ οὐ τἀναντία φανήσεσθε πράττοντες ὑμῖν αὐτοῖς, εἰ Θηβαίους μὲν μὴ διακωλύσετε παραβαίνοντας τοὺς ὅρκους καὶ τὰς συνθήκας, πρὸς δὲ Λακεδαιμονίους ὑπὲρ τῶν αὐτῶν τούτων προσποιήσεσθε πολεμεῖν;
如果你们不阻止底比斯人违反誓言和条约,却假装为了完全相同的事情与拉刻代蒙人交战,你们岂不显得与自己的所作所为背道而驰吗?
καὶ τῶν μὲν κτημάτων τῶν ὑμετέρων αὐτῶν ἀπέστητε, βουλόμενοι τὴν συμμαχίαν ὡς μεγίστην ποιῆσαι, τούτους δὲ τὴν ἀλλοτρίαν ἔχειν ἐάσετε καὶ τοιαῦτα ποιεῖν ἐξ ὧν ἅπαντες χείρους εἶναι νομιοῦσιν ὑμᾶς;
你们为了使同盟尽可能壮大,甚至放弃了你们自己的财产,难道你们却要容许这些人占领他人的土地,并做出让所有人都会认为你们变得更糟的事情吗?
§45ὃ δὲ πάντων δεινότατον, εἰ τοῖς μὲν συνεχῶς μετὰ Λακεδαιμονίων γεγενημένοις δεδογμένον ὑμῖν ἐστὶ βοηθεῖν, ἤν τι παράσπονδον αὐτοῖς ἐκεῖνοι προστάττωσιν, ἡμᾶς δʼ οἳ τὸν μὲν πλεῖστον χρόνον μεθʼ ὑμῶν ὄντες διατετελέκαμεν, τὸν δὲ τελευταῖον μόνον πόλεμον ὑπὸ Λακεδαιμονίοις ἠναγκάσθημεν γενέσθαι, διὰ ταύτην τὴν πρόφασιν ἀθλιώτατα πάντων ἀνθρώπων περιόψεσθε διακειμένους.
而最可怕的是,如果对于那些一直追随拉刻代蒙人的人,在拉刻代蒙人向他们下达违反条约的命令时,你们决定予以援助;而对于我们这些绝大部分时间都与你们同在、仅在最后一次战争中才被迫屈服于拉刻代蒙人统治的人,你们却要以此为借口,眼睁睁地看着我们陷入全人类最悲惨的境地而不顾。
§46τίνας γὰρ ἂν ἡμῶν εὕροι τις δυστυχεστέρους, οἵτινες καὶ πόλεως καὶ χώρας καὶ χρημάτων ἐν μιᾷ στερηθέντες ἡμέρᾳ, πάντων τῶν ἀναγκαίων ὁμοίως ἐνδεεῖς ὄντες ἀλῆται καὶ πτωχοὶ καθέσταμεν, ἀποροῦντες ὅποι τραπώμεθα, καὶ πάσας τὰς οἰκήσεις δυσχεραίνοντες· ἤν τε γὰρ δυστυχοῦντας καταλάβωμεν, ἀλγοῦμεν ἀναγκαζόμενοι πρὸς τοῖς οἰκείοις κακοῖς καὶ τῶν ἀλλοτρίων κοινωνεῖν·
事实上,有谁能找到比我们更不幸的人呢? 我们在一天之内被剥夺了城市、土地和财产,同样匮乏一切生活必需品,沦为四处流浪的乞丐,不知该投奔何处,觉得所有的住所都令人痛苦。
§47ἤν θʼ ὡς εὖ πράττοντας ἔλθωμεν, ἔτι χαλεπώτερον ἔχομεν, οὐ ταῖς ἐκείνων φθονοῦντες εὐπορίαις, ἀλλὰ μᾶλλον ἐν τοῖς τῶν πέλας ἀγαθοῖς τὰς ἡμετέρας αὐτῶν συμφορὰς καθορῶντες, ἐφʼ αἷς ἡμεῖς οὐδεμίαν ἡμέραν ἀδακρυτὶ διάγομεν ἀλλὰ πενθοῦντες τὴν πατρίδα καὶ θρηνοῦντες τὴν μεταβολὴν τὴν γεγενημένην ἅπαντα τὸν χρόνον διατελοῦμεν.
因为如果我们投靠不幸的人,我们就会因被迫在自身痛苦之外还要分担他人的不幸而感到痛苦;如果我们投靠那些生活富足的人,我们会感到更加难受,这并不是因为嫉妒他们的富裕,而是在邻里的幸福中更清楚地看到了我们自己的不幸;为了这些不幸,我们没有一天不在流泪,而是继续整日为祖国哀悼,为所发生的巨变而哭泣。
§48τίνα γὰρ ἡμᾶς οἴεσθε γνώμην ἔχειν ὁρῶντας καὶ τοὺς γονέας αὑτῶν ἀναξίως γηροτροφουμένους καὶ τοὺς παῖδας οὐκ ἐπὶ ταῖς ἐλπίσιν αἷς ἐποιησάμεθα παιδευομένους, ἀλλὰ πολλοὺς μὲν μικρῶν ἕνεκα συμβολαίων δουλεύοντας, ἄλλους δʼ ἐπὶ θητείαν ἰόντας, τοὺς δʼ ὅπως ἕκαστοι δύνανται τὰ καθʼ ἡμέραν ποριζομένους, ἀπρεπῶς καὶ τοῖς τῶν προγόνων ἔργοις καὶ ταῖς αὑτῶν ἡλικίαις καὶ τοῖς φρονήμασι τοῖς ἡμετέροις;
当我们看到自己的父母没有得到应有的赡养,孩子们也没有按照我们曾抱有的希望接受教育,反而许多人因为微不足道的债务而沦为奴隶,另一些人去做雇工,还有一些人以各自能做到的方式筹措每日生计,这既不配于我们祖先的伟业,也不配于他们自己的年龄,更不配于我们的尊严,你们认为我们会怀着怎样的心情呢?
§49ὃ δὲ πάντων ἄλγιστον, ὅταν τις ἴδῃ χωριζομένους ἀπʼ ἀλλήλων μὴ μόνον πολίτας ἀπὸ πολιτῶν ἀλλὰ καὶ γυναῖκας ἀπʼ ἀνδρῶν καὶ θυγατέρας ἀπὸ μητέρων καὶ πᾶσαν τὴν συγγένειαν διαλυομένην, ὃ πολλοῖς τῶν ἡμετέρων πολιτῶν διὰ τὴν ἀπορίαν συμβέβηκεν· ὁ γὰρ κοινὸς βίος ἀπολωλὼς ἰδίας τὰς ἐλπίδας ἕκαστον ἡμῶν ἔχειν πεποίηκεν.
最痛苦的是看到不仅公民与公民分离,而且妻子与丈夫、女儿与母亲分离,所有的亲属关系都被拆散,这由于贫困已经发生在我们的许多公民身上;因为共同生活的毁灭,使我们每一个人都只能怀有各自私人的希望。
§50οἶμαι δʼ ὑμᾶς οὐδὲ τὰς ἄλλας αἰσχύνας ἀγνοεῖν τὰς διὰ πενίαν καὶ φυγὴν γιγνομένας, ἃς ἡμεῖς τῇ μὲν διανοίᾳ χαλεπώτερον τῶν ἄλλων φέρομεν, τῷ δὲ λόγῳ παραλείπομεν, αἰσχυνόμενοι λίαν ἀκριβῶς τὰς ἡμετέρας αὐτῶν ἀτυχίας ἐξετάζειν.
我想你们也不会不知道因贫困和流亡而产生的其他屈辱,我们在内心中比其他事情更难以承受这些,但在言语中我们将其省略,因为我们对于过于详细地审视我们自己的不幸感到深切的羞耻。
§51ὧν αὐτοὺς ὑμᾶς ἀξιοῦμεν ἐνθυμουμένους ἐπιμέλειάν τινα ποιήσασθαι περὶ ἡμῶν.
我们请求你们自己考虑这些事情,并对我们给予一些关怀。
καὶ γὰρ οὐδʼ ἀλλότριοι τυγχάνομεν ὑμῖν ὄντες, ἀλλὰ ταῖς μὲν εὐνοίαις ἅπαντες οἰκεῖοι, τῇ δὲ συγγενείᾳ τὸ πλῆθος ἡμῶν· διὰ γὰρ τὰς ἐπιγαμίας τὰς δοθείσας ἐκ πολιτίδων ὑμετέρων γεγόναμεν·
因为我们对你们而言并非外人,在好意上我们全都是亲属,而在血缘上我们的大多数人也是同胞;因为由于给予我们与你们女性公民的通婚权,我们才得以诞生。
ὥστʼ οὐχ οἷόν θʼ ὑμῖν ἀμελῆσαι περὶ ὧν ἐληλύθαμεν δεησόμενοι.
因此,对于我们前来请求的事项,你们是不可能置之不理的。
καὶ γὰρ ἂν πάντων εἴη δεινότατον, §52εἰ πρότερον μὲν ἡμῖν μετέδοτε τῆς πατρίδος τῆς ὑμετέρας αὐτῶν, νῦν δε μηδὲ τὴν ἡμετέραν ἀποδοῦναι δόξειεν ὑμῖν.
因为这确实将是所有人世间最可怕的事,如果你们以前曾将你们自己的祖国分享给我们,而现在甚至连我们的祖国都不愿归还我们。
ἔπειτʼ οὐδʼ εἰκὸς ἕνα μὲν ἕκαστον ἐλεεῖσθαι τῶν παρὰ τὸ δίκαιον δυστυχούντων, ὅλην δὲ πόλιν οὕτως ἀνόμως διεφθαρμένην μηδὲ κατὰ μικρὸν οἴκτου δυνηθῆναι τυχεῖν, ἄλλως τε καὶ παρʼ ὑμᾶς καταφυγοῦσαν, οἷς οὐδὲ τὸ πρότερον αἰσχρῶς οὐδʼ ἀκλεῶς ἀπέβη τοὺς ἱκέτας ἐλεήσασιν.
再者,对于那些不公地遭受不幸的人,每一个人都会获得同情,而一个被如此非法毁灭的整个城市却连一丝同情都无法获得,这显然是不合常理的,尤其是它向你们寻求庇护,而你们在过去同情恳求者也绝没有落得可耻或不光彩的结局。