§16ἅπαντας δὲ τοὺς ἀριθμοὺς περιλαβὼν ἐξ ὧν ἄριστʼ ἄν τις τὰ κοινὰ διοικήσειεν, ἀεὶ τοῖς αὐτοῖς τὰς αὐτὰς πράξεις μεταχειρίζεσθαι προσέταξεν, εἰδὼς τοὺς μὲν μεταβαλλομένους τὰς ἐργασίας οὐδὲ πρὸς ἓν τῶν ἔργων ἀκριβῶς ἔχοντας, τοὺς δʼ ἐπὶ ταῖς αὐταῖς πράξεσι συνεχῶς διαμένοντας εἰς ὑπερβολὴν ἕκαστον ἀποτελοῦντας.
また、国政を最も良く治めるためのすべての役割区分を取り入れて、彼は常に同じ人々が同じ仕事に従事するよう命じた。 これは、職能を次々に変える人々はどの仕事に対しても不正確にしか関われないのに対し、同じ仕事に絶えず留まる人々はそれぞれを極限まで完璧に遂行することを知っていたからである。
§17τοιγαροῦν καὶ πρὸς τὰς τέχνας εὑρήσομεν αὐτοὺς πλέον διαφέροντας τῶν περὶ τὰς αὐτὰς ἐπιστήμας ἢ τοὺς ἄλλους δημιουργοὺς τῶν ἰδιωτῶν, καὶ πρὸς τὴν σύνταξιν διʼ ἧς τήν τε βασιλείαν καὶ τὴν ἄλλην πολιτείαν διαφυλάττουσιν, οὕτω καλῶς ἔχοντας ὥστε καὶ τῶν φιλοσόφων τοὺς ὑπὲρ τῶν τοιούτων λέγειν ἐπιχειροῦντας καὶ μάλιστʼ εὐδοκιμοῦντας τὴν ἐν Αἰγύπτῳ προαιρεῖσθαι πολιτείαν, καὶ Λακεδαιμονίους μέρος τι τῶν ἐκεῖθεν μιμουμένους ἄριστα διοικεῖν τὴν αὑτῶν πόλιν.
それゆえ、技術に関しても、彼らが同じ知識を持つ他の人々から抜きん出ている度合いは、他の職人が素人から異なっている以上であることが分かる。 また、王政とその他の国政を維持するための制度に関しても、彼らは非常に優れた状態にあるため、政治について語ろうと試み、最も評価されている哲学者たちでさえ、エジプトの国制を好んで選び、ラケダイモン人もそこでのやり方の一部を模倣することで、自らの国家を最も良く治めているのである。
§18καὶ γὰρ τὸ μηδένα τῶν μαχίμων ἄνευ τῆς τῶν ἀρχόντων γνώμης ἀποδημεῖν καὶ τὰ συσσίτια καὶ τὴν τῶν σωμάτων ἄσκησιν, ἔτι δὲ τὸ μηδενὸς τῶν ἀναγκαίων ἀποροῦντας τῶν κοινῶν προσταγμάτων ἀμελεῖν, μηδʼ ἐπὶ ταῖς ἄλλαις τέχναις διατρίβειν, ἀλλὰ τοῖς ὅλοις καὶ ταῖς στρατείαις προσέχειν τὸν νοῦν, ἐκεῖθεν ἅπαντα ταῦτʼ εἰλήφασιν.
実際、戦士たちの誰もが支配者の同意なしに国外に旅してはならないこと、共同食事、肉体の鍛錬、さらには必需品に事欠かない彼らが公の命令を怠らず、他の技術に時間を費やすこともなく、軍事と遠征の全体に心を注ぐことなどは、すべてそこから取り入れたものなのである。
§19τοσούτῳ δὲ χεῖρον κέχρηνται τούτοις τοῖς ἐπιτηδεύμασιν, ὅσον οὗτοι μὲν ἅπαντες στρατιῶται καταστάντες βίᾳ τὰ τῶν ἄλλων λαμβάνειν ἀξιοῦσιν, ἐκεῖνοι δʼ οὕτως οἰκοῦσιν ὥσπερ χρὴ τοὺς μήτε τῶν ἰδίων ἀμελοῦντας μήτε τοῖς ἀλλοτρίοις ἐπιβουλεύοντας.
しかし彼らは、これらの慣行をはるかに悪く用いている。 なぜなら、ラケダイモン人たちは全員が兵士となって他人のものを力ずくで奪うことを当然と考えているが、エジプトの人々は私生活を怠ることも他人のものを謀ることもない人々にふさわしい方法で生活しているからである。
γνοίη δʼ ἄν τις ἐνθένδε τὸ διάφορον ἑκατέρας τῆς πολιτείας.
両者の国制の違いは、次のことから知ることができるだろう。
§20εἰ μὲν γὰρ ἅπαντες μιμησαίμεθα τὴν Λακεδαιμονίων ἀργίαν καὶ πλεονεξίαν, εὐθὺς ἂν ἀπολοίμεθα καὶ διὰ τὴν ἔνδειαν τῶν καθʼ ἡμέραν καὶ διὰ τὸν πόλεμον τὸν πρὸς ἡμᾶς αὐτούς·
もし私たちが皆、ラケダイモン人の怠惰と強欲を模倣するなら、日々の生活必需品の不足と私たち同士の戦争によって、たちまち滅びてしまうだろう。
εἰ δὲ τοῖς Αἰγυπτίων νόμοις χρῆσθαι βουληθεῖμεν, καὶ τοῖς μὲν ἐργάζεσθαι, τοῖς δὲ τὰ τούτων σῴζειν δόξειεν, ἕκαστοι τὴν αὑτῶν ἔχοντες εὐδαιμόνως ἂν τὸν βίον διατελοῖμεν.
しかし、もしエジプト人の法律に従うことを望み、ある人々は働き、ある人々は彼らの財産を守るべきであると決めるなら、私たちはそれぞれ自らの幸福を持ちながら、生涯を幸せに過ごすことができるだろう。
§21καὶ μὲν δὴ καὶ τῆς περὶ τὴν φρόνησιν ἐπιμελείας εἰκότως ἄν τις ἐκεῖνον αἴτιον νομίσειεν.
そして実に、知恵に対する配慮についても、彼をその創始者とみなすのは当然である。
τοῖς γὰρ ἱερεῦσι παρεσκεύασεν εὐπορίαν μὲν ταῖς ἐκ τῶν ἱερῶν προσόδοις, σωφροσύνην δὲ ταῖς ἁγνείαις ταῖς ὑπὸ τῶν νόμων προστεταγμέναις, σχολὴν δὲ ταῖς τῶν κινδύνων καὶ τῶν ἄλλων ἔργων ἀτελείαις·
彼は祭司たちのために、神殿からの収入によって豊かさを、法律によって定められた清めの儀式によって節制を、危険やその他の活動からの免除によって余暇を整えたからである。
§22μεθʼ ὧν ἐκεῖνοι βιοτεύοντες τοῖς μὲν σώμασιν ἰατρικὴν ἐξεῦρον ἐπικουρίαν, οὐ διακεκινδυνευμένοις φαρμάκοις χρωμένην ἀλλὰ τοιούτοις, ἃ τὴν μὲν ἀσφάλειαν ὁμοίαν ἔχει τῇ τροφῇ τῇ καθʼ ἡμέραν, τὰς δʼ ὠφελείας τηλικαύτας ὥστʼ ἐκείνους ὁμολογουμένως ὑγιεινοτάτους εἶναι καὶ μακροβιωτάτους, ταῖς δὲ ψυχαῖς φιλοσοφίας ἄσκησιν κατέδειξαν, ἣ καὶ νομοθετῆσαι καὶ τὴν φύσιν τῶν ὄντων ζητῆσαι δύναται.
祭司たちはそれらとともに生活しながら、肉体に対しては、危険な薬を使うのではなく、日々の食物と同様の安全性を持ちながらも、彼らが誰もが認める最も健康的で長寿であるほどの多大な恩恵をもたらすような、医学的な救済策を発見した。 また、魂に対しては、法律を制定し、存在するものの本質を究明することのできる哲学の実践を示した。
§23καὶ τοὺς μὲν πρεσβυτέρους ἐπὶ τὰ μέγιστα τῶν πραγμάτων ἔταξεν, τοὺς δὲ νεωτέρους ἀμελήσαντας τῶν ἡδονῶν ἐπʼ ἀστρολογίᾳ καὶ λογισμοῖς καὶ γεωμετρίᾳ διατρίβειν ἔπεισεν, ὧν τὰς δυνάμεις οἱ μὲν ὡς πρὸς ἔνια χρησίμους ἐπαινοῦσιν, οἱ δʼ ὡς πλεῖστα πρὸς ἀρετὴν συμβαλλομένας ἀποφαίνειν ἐπιχειροῦσιν.
そして、年長者たちには最も重大な国事を委ね、若い者たちには快楽を退けて天文学や計算、幾何学に没頭するよう説得した。 これらの学問の力については、ある人々はある目的に有用であると称賛し、他の人々は徳に最も貢献するものであると証明しようと試みている。
§24μάλιστα δʼ ἄξιον ἐπαινεῖν καὶ θαυμάζειν τὴν εὐσέβειαν αὐτῶν καὶ τὴν περὶ τοὺς θεοὺς θεραπείαν.
しかし、最も称賛し敬服すべきは、彼らの敬虔さと神々への崇拝である。
ὅσοι μὲν γὰρ σφᾶς αὐτοὺς οὕτω κατεσχημάτισαν ὥστʼ ἢ κατὰ σοφίαν ἢ κατʼ ἄλλην τινʼ ἀρετὴν ὑπολαμβάνεσθαι μειζόνως ἢ κατὰ τὴν ἀξίαν, οὗτοι μὲν βλάπτουσι τοὺς ἐξαπατηθέντας·
自らを実際以上の知恵やその他の徳を持っているかのように装う人々は、騙された人々を害する。
ὅσοι δὲ τῶν θείων πραγμάτων οὕτω προέστησαν ὥστε καὶ τὰς ἐπιμελείας καὶ τὰς τιμωρίας εἶναι δοκεῖν ἀκριβεστέρας τῶν συμβαινόντων, οἱ δὲ τοιοῦτοι πλεῖστα τὸν βίον τὸν τῶν ἀνθρώπων ὠφελοῦσιν.
しかし、神々の事柄をそのように主導し、神々の配慮や罰が実際に起こることよりも厳密であると思わせる人々、そのような人々は人間の生活に最も大きな恩恵をもたらすのである。