§8ἢ τοῖς Ὀρφέως ἔργοις ὁμοιώσωμεν;
またはオルペウスの行いと同列に置くべきだろうか。
ἀλλʼ ὁ μὲν ἐξ Ἅιδου τοὺς τεθνεῶτας ἀνῆγεν, ὁ δὲ πρὸ μοίρας τοὺς ζῶντας ἀπώλλυεν.
しかし、一方は冥府から死者を引き戻したのに対し、他方は運命の前に生者を滅ぼした。
ὥσθʼ ἡδέως ἂν εἰδείην τί ποτʼ ἂν ἐποίησεν, εἰ καταφρονῶν αὐτῶν ἐτύγχανεν, ὃς θαυμάζων τὴν ἀρετὴν τὴν ἐκείνων ἅπαντα φαίνεται τἀναντία διαπραττόμενος.
したがって、彼らの美徳を賛美しながらまったく反対のことを行っているのが明らかなこの者が、もし彼らを軽蔑していたとすれば、一体何をしたであろうか、ぜひ知りたいものである。
ὃ δὲ πάντων ἀτοπώτατον, ὅτι περὶ τὰς γενεαλογίας ἐσπουδακὼς ἐτόλμησας εἰπεῖν, ὡς τούτους ἐζήλωσεν ὧν οὐδʼ οἱ πατέρες πω κατʼ ἐκεῖνον τὸν χρόνον γεγονότες ἦσαν.
しかし、何よりも奇妙なことは、系譜に関心を寄せているあなたが、その時代にはまだ父親たちさえ生まれていなかった人々を彼が模倣した、とあえて言ったことである。
§9ἵνα δὲ μὴ δοκῶ τὸ προχειρότατον ποιεῖν, ἐπιλαμβάνεσθαι τῶν εἰρημένων μηδὲν ἐπιδεικνὺς τῶν ἐμαυτοῦ, πειράσομαί σοι διὰ βραχέων δηλῶσαι περὶ τὴν αὐτὴν ὑπόθεσιν, καίπερ οὐ σπουδαίαν οὖσαν οὐδὲ σεμνοὺς λόγους ἔχουσαν, ἐξ ὧν ἔδει καὶ τὸν ἔπαινον καὶ τὴν ἀπολογίαν ποιήσασθαι.
私が最も安易なこと、すなわち、自らの手本を示すことなしに他人の言説を非難するだけに終始しているように見えないために、同じ主題について、それが真剣なものでもなく、荘厳な言論を含むものでもないとはいえ、本来そこから称賛と弁護がなされるべきであった論点を、あなたに簡潔に示そうと試みる。
§10περὶ μὲν οὖν τῆς Βουσίριδος εὐγενείας τίς οὐκ ἂν δυνηθείη ῥᾳδίως εἰπεῖν;
さて、ブシリスの家柄の良さについて、誰が容易に語ることができないだろうか。
ὃς πατρὸς μὲν ἦν Ποσειδῶνος, μητρὸς δὲ Λιβύης τῆς Ἐπάφου τοῦ Διός, ἥν φασι πρώτην γυναῖκα βασιλεύσασαν ὁμώνυμον αὑτῇ τὴν χώραν καταστῆσαι.
彼は父にはポセイドンを、母にはゼウスの子エパポスの娘リビュエを持ち、彼女は女王として最初に統治し、その土地に自分と同じ名を設定したと人々は言っている。
τυχὼν δὲ τοιούτων προγόνων οὐκ ἐπὶ τούτοις μόνοις μέγʼ ἐφρόνησεν, ἀλλʼ ᾠήθη δεῖν καὶ τῆς ἀρετῆς τῆς αὑτοῦ μνημεῖον εἰς ἅπαντα τὸν χρόνον καταλιπεῖν.
このような祖先を持ちながらも、彼はそれだけで慢心することはなく、自らの優れた力の記念碑を不朽のものとして残すべきだと考えた。
§11τὴν μὲν οὖν μητρῴαν ἀρχὴν ὑπερεῖδεν ἐλάττω νομίσας ἢ κατὰ τὴν αὑτοῦ φύσιν εἶναι, πλείστους δὲ καταστρεψάμενος καὶ μεγίστην δύναμιν κτησάμενος ἐν Αἰγύπτῳ κατεστήσατο τὴν βασιλείαν, οὐκ ἐκ τῶν παρουσῶν μόνον ἀλλʼ ἐξ ἁπασῶν προκρίνας τὴν ἐκεῖ πολὺ διαφέρειν οἴκησιν.
そこで彼は、母方の領国は自らの天性に比して小さすぎると考えてこれを見下し、多くの人々を征服して最大の権力を手に入れ、エジプトに王国を樹立した。 彼は、ただ当時の国々からだけでなく、あらゆる国々の中から、そこでの居住がはるかに優れていると選んだからである。
§12ἑώρα γὰρ τοὺς μὲν ἄλλους τόπους οὐκ εὐκαίρως οὐδʼ εὐαρμόστως πρὸς τὴν τοῦ σύμπαντος φύσιν ἔχοντας, ἀλλὰ τοὺς μὲν ὑπʼ ὄμβρων κατακλυζομένους, τοὺς δʼ ὑπὸ καυμάτων διαφθειρομένους, ταύτην δὲ τὴν χώραν ἐν καλλίστῳ μὲν τοῦ κόσμου κειμένην, πλεῖστα δὲ καὶ παντοδαπώτατα φέρειν δυναμένην, ἀθανάτῳ δὲ τείχει τῷ Νείλῳ τετειχισμένην,
なぜなら、彼は他の場所が、宇宙全体の秩序に対して都合よくも調和してもおらず、ある場所は豪雨に浸され、ある場所は酷暑に損なわれているのを見たが、この国は世界の最も美しい場所に位置し、最も多くかつあらゆる種類の作物を産出することができ、不死の壁であるナイル川によって守られているのを見たからである。
§13ὃς οὐ μόνον φυλακὴν ἀλλὰ καὶ τροφὴν ἱκανὴν αὐτῇ παρέχειν πέφυκεν, ἀνάλωτος μὲν ὢν καὶ δύσμαχος τοῖς ἐπιβουλεύουσιν, εὐαγωγὸς δὲ καὶ πρὸς πολλὰ χρήσιμος τοῖς ἐντὸς αὐτοῦ κατοικοῦσιν.
ナイル川は、その土地に防衛だけでなく十分な食糧をも与える性質を本然적으로備えており、侵略を企てる者たちにとっては難攻不落で戦い難いものである一方、その内側に住む人々にとっては航行しやすく、多くの点で有用である。
πρὸς γὰρ τοῖς προειρημένοις καὶ τὴν δύναμιν αὐτῶν πρὸς τὴν τῆς γῆς ἐργασίαν ἰσόθεον πεποίηκεν·
前述のことに加えて、ナイル川は、土地の耕作に対する彼らの力を神に等しいものにした。
τῶν γὰρ ὄμβρων καὶ τῶν αὐχμῶν τοῖς μὲν ἄλλοις ὁ Ζεὺς ταμίας ἐστίν, ἐκείνων δʼ ἕκαστος ἀμφοτέρων τούτων αὐτὸς αὑτῷ κύριος καθέστηκεν.
なぜなら、他の人々に対してはゼウスが雨と荒天を管理しているが、エジプト人一人ひとりはこれら双方について自分自身で制御できるからである。
§14εἰς τοσαύτην δʼ ὑπερβολὴν εὐδαιμονίας ἥκουσιν, ὥστε τῇ μὲν ἀρετῇ καὶ τῇ φύσει τῆς χώρας καὶ τῷ πλήθει τῶν πεδίων ἤπειρον καρποῦνται, τῇ δὲ τῶν περιόντων διαθέσει καὶ τῇ τῶν ἐλλειπόντων κομιδῇ διὰ τὴν τοῦ ποταμοῦ δύναμιν νῆσον οἰκοῦσιν·
彼らはこれほど極限の幸福に達しているため、土地の肥沃さと性質、そして平野の広大さによって、彼らは大陸としての実りを享受し、一方、川の力によって、余剰品の搬出と不足品の搬入を行うことで、島に住んでいるかのようである。
κύκλῳ γὰρ αὐτὴν περιέχων καὶ πᾶσαν διαρρέων πολλὴν αὐτοῖς εὐπορίαν ἀμφοτέρων τούτων πεποίηκεν.
ナイル川はエジプトを環状に囲み、その全土を流れることで、これら双方の利便を彼らに豊かにもたらしているからである。
§15ἤρξατο μὲν οὖν ἐντεῦθεν, ὅθεν περ χρὴ τοὺς εὖ φρονοῦντας, ἅμα τόν τε τόπον ὡς κάλλιστον καταλαβεῖν καὶ τροφὴν ἱκανὴν τοῖς περὶ αὑτὸν ἐξευρεῖν.
さて、彼は、思慮ある人々がまさに始めるべきところから着手した。 すなわち、最も美しい場所を確保することと、自らの周囲の人々のために十分な食糧を見出すことを同時に行うことである。
μετὰ δὲ ταῦτα διελόμενος χωρὶς ἑκάστους τοὺς μὲν ἐπὶ τὰς ἱερωσύνας κατέστησε, τοὺς δʼ ἐπὶ τὰς τέχνας ἔτρεψε, τοὺς δὲ τὰ περὶ τὸν πόλεμον μελετᾶν ἠνάγκασεν, ἡγούμενος τὰ μὲν ἀναγκαῖα καὶ τὰς περιουσίας ἔκ τε τῆς χώρας καὶ τῶν τεχνῶν δεῖν ὑπάρχειν, τούτων δʼ εἶναι φυλακὴν ἀσφαλεστάτην τήν τε περὶ τὸν πόλεμον ἐπιμέλειαν καὶ τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν.
その後、彼は人々を職能ごとに別々に区分し、一部の人々を祭司職に就かせ、他の人々を技術へと向かわせ、また別の人々には戦争に関する事柄を訓練することを義務づけた。 これは、必需品と余剰品は土地と技術から生じるべきであり、これらを守る最も安全な防壁は、戦争への備えと神々への敬虔であると考えたからである。