§25καὶ γὰρ τὴν ἀρχὴν οἱ τὸν φόβον ἡμῖν ἐνεργασάμενοι τοῦτον αἴτιοι γεγόνασι τοῦ μὴ παντάπασι θηριωδῶς διακεῖσθαι πρὸς ἀλλήλους.
そもそも、私たちにこの恐れを植え付けた人々こそが、互いに対して完全に野獣のように振る舞わないことの原因となったのである。
ἐκεῖνοι τοίνυν οὕτως ἁγίως περὶ ταῦτα καὶ σεμνῶς ἔχουσιν ὥστε καὶ τοὺς ὅρκους πιστοτέρους εἶναι τοὺς ἐν τοῖς ἐκείνων ἱεροῖς ἢ τοὺς παρὰ τοῖς ἄλλοις καθεστῶτας, καὶ τῶν ἁμαρτημάτων ἕκαστον οἴεσθαι παραχρῆμα δώσειν δίκην, ἀλλʼ οὐ διαλήσειν τὸν παρόντα χρόνον, οὐδʼ εἰς τοὺς παῖδας ἀναβληθήσεσθαι τὰς τιμωρίας.
ところで彼らは、これらの事柄に関して非常に清らかかつ厳かに対処しているので、彼らの神殿においてなされる誓いの方が、他の人々の間で確立されている誓いよりも信頼がおけるほどであり、また個々の過ちが直ちにその報いを受けるものであって、現世を欺き通すことはなく、罰が子供たちの世代へと先送りされることもないと思っているほどである。
§26καὶ ταῦτʼ εἰκότως δοξάζουσιν·
そして彼らがこのように考えるのは当然である。
πολλὰς γὰρ αὐτοῖς καὶ παντοδαπὰς ἀσκήσεις τῆς ὁσιότητος ἐκεῖνος κατέστησεν, ὅστις καὶ τῶν ζῴων τῶν παρʼ ἡμῖν καταφρονουμένων ἔστιν ἃ σέβεσθαι καὶ τιμᾶν ἐνομοθέτησεν, οὐκ ἀγνοῶν τὴν δύναμιν αὐτῶν, ἀλλʼ ἅμα μὲν ἐθίζειν οἰόμενος δεῖν τὸν ὄχλον ἐμμένειν ἅπασι τοῖς ὑπὸ τῶν ἀρχόντων παραγγελλομένοις,
なぜなら、あの人が彼らのために敬虔さの多くの、かつあらゆる種類の鍛錬を制定したからである。 彼は、私たちの間では見下されている動物のうち、あるものを崇拝し尊ぶことを法律で定めたほどであるが、それはそれらの力を知らないからではなく、一方では、支配者たちによって命令されるすべてのことに従うよう民衆を習慣づけるべきだと考えたからであり、他方では、目に見えるものにおいて、彼らが目に見えないものに対してどのような考えを持っているか、試してみようと望んだからである。
§27ἅμα δὲ βουλόμενος πεῖραν λαμβάνειν ἐν τοῖς φανεροῖς, ἥντινα περὶ τῶν ἀφανῶν διάνοιαν ἔχουσιν. ἐνόμιζε γὰρ τοὺς μὲν τούτων ὀλιγωροῦντας τυχὸν καὶ τῶν μειζόνων καταφρονήσειν, τοὺς δʼ ἐπὶ πάντων ὁμοίως ἐμμένοντας τῇ τάξει βεβαίως ἔσεσθαι τὴν αὑτῶν εὐσέβειαν ἐπιδεδειγμένους.
なぜなら、彼はこれらのことを軽んじる人々は、おそらくより重大なことも見下すようになるだろうが、すべてのことにおいて同様に秩序を守る人々は、自分たちの敬虔さを確固たるものとして示したことになるだろうと考えたからである。
§28ἔχοι δʼ ἄν τις μὴ σπεύδειν ὡρμημένος πολλὰ καὶ θαυμαστὰ περὶ τῆς ὁσιότητος αὐτῶν διελθεῖν, ἣν οὔτε μόνος οὔτε πρῶτος ἐγὼ τυγχάνω καθεωρακώς, ἀλλὰ πολλοὶ καὶ τῶν ὄντων καὶ τῶν προγεγενημένων, ὧν καὶ Πυθαγόρας ὁ Σάμιός ἐστιν·
急ぐ気がなければ、彼らの敬虔さについて多くの、かつ驚くべきことを詳細に語ることもできるだろう。 それを私だけが、あるいは最初に目撃したわけではなく、現在の人々の中にも、また過去の人々の中にも多くの者がそうしており、その中にはサモス出身のピタゴラスも含まれている。
ὃς ἀφικόμενος εἰς Αἴγυπτον καὶ μαθητὴς ἐκείνων γενόμενος τήν τʼ ἄλλην φιλοσοφίαν πρῶτος εἰς τοὺς Ἕλληνας ἐκόμισε, καὶ τὰ περὶ τὰς θυσίας καὶ τὰς ἁγιστείας τὰς ἐν τοῖς ἱεροῖς ἐπιφανέστερον τῶν ἄλλων ἐσπούδασεν, ἡγούμενος, εἰ καὶ μηδὲν αὐτῷ διὰ ταῦτα πλέον γίγνοιτο παρὰ τῶν θεῶν, ἀλλʼ οὖν παρά γε τοῖς ἀνθρώποις ἐκ τούτων μάλιστʼ εὐδοκιμήσειν.
彼はエジプトに到着して彼らの弟子となり、他の哲学を最初にギリシア人たちのもとへと持ち込み、また神殿における犠牲や清めの儀式に関する事柄を、他の誰よりも際立って熱心に追求した。 たとえこれらによって神々から何一つ特別な恩恵が彼にもたらされないとしても、少なくとも人間たちの間では、これらによって最も高い名声を得るだろうと考えていたからである。
§29ὅπερ αὐτῷ καὶ συνέβη·
そしてまさにその通りに彼に起こった。
τοσοῦτον γὰρ εὐδοξίᾳ τοὺς ἄλλους ὑπερέβαλεν, ὥστε καὶ τοὺς νεωτέρους ἅπαντας ἐπιθυμεῖν αὐτοῦ μαθητὰς εἶναι, καὶ τοὺς πρεσβυτέρους ἥδιον ὁρᾶν τοὺς παῖδας τοὺς αὑτῶν ἐκείνῳ συγγιγνομένους ἢ τῶν οἰκείων ἐπιμελουμένους.
というのも、彼は名声において他の人々を非常に大きく凌駕したため、若い者たちは誰もが彼の弟子になることを熱望し、年長者たちも、自分の子供たちが家業を気にかけるよりも、あの人と交わっているのを見る方を好んだほどであったからである。
καὶ τούτοις οὐχ οἷόν τʼ ἀπιστεῖν·
そして、これらのことを信じないわけにはいかない。
ἔτι γὰρ καὶ νῦν τοὺς προσποιουμένους ἐκείνου μαθητὰς εἶναι μᾶλλον σιγῶντας θαυμάζουσιν ἢ τοὺς ἐπὶ τῷ λέγειν μεγίστην δόξαν ἔχοντας.
なぜなら、今なお、彼の弟子であると自称する人々が沈黙している姿の方が、弁論において最大の評判を得ている人々よりも、より称賛されているからである。
§30ἴσως ἂν οὖν τοῖς εἰρημένοις ἀπαντήσειας, ὅτι τὴν μὲν χώραν καὶ τοὺς νόμους καὶ τὴν εὐσέβειαν, ἔτι δὲ τὴν φιλοσοφίαν ἐπαινῶ τὴν Αἰγυπτίων, ὡς δὲ τούτων αἴτιος ἦν, ὃν ὑπεθέμην, οὐδεμίαν ἔχω λέγειν ἀπόδειξιν.
それゆえ、あなたは私の語ったことに対して次のように反論するかもしれない。 すなわち、私はエジプト人の土地、法律、敬虔さ、さらには哲学を称賛しているが、私が前提とした人物がこれらの原因であったということについては、何の証拠も示すことができない、と。
ἐγὼ δʼ εἰ μὲν ἄλλος τίς μοι τὸν τρόπον τοῦτον ἐπέπληττεν, ἡγούμην ἂν αὐτὸν πεπαιδευμένως ἐπιτιμᾶν· σοὶ δʼ οὐ προσήκει ταύτην ποιεῖσθαι τὴν ἐπίληψιν.
しかし、もし他の誰かが私をこのように非難したならば、私はその者が教養ある方法で咎めていると考えただろうが、あなた自身がそのような非難をするのはお門違いである。
§31βουληθεὶς γὰρ Βούσιριν εὐλογεῖν προείλου λέγειν, ὡς τόν τε Νεῖλον περὶ τὴν χώραν περιέρρηξε καὶ τῶν ξένων τοὺς ἀφικνουμένους θύων κατήσθιεν· ὡς δὲ ταῦτʼ ἐποίησεν οὐδεμίαν πίστιν εἴρηκας.
なぜなら、あなたはブーシーリスを称賛したいと望んで、彼がナイル川を国の周りに巡らせたことや、やって来る異邦人を犠牲にして食い殺したということを語るのを選んだが、彼が実際にこれらのことを行ったという点については、あなたは何の証明も述べていないからである。
καίτοι πῶς οὐ καταγέλαστόν ἐστι ταῦτα παρὰ τῶν ἄλλων ἀπαιτεῖν, οἷς αὐτὸς μηδὲ κατὰ μικρὸν τυγχάνεις κεχρημένος;
それにしても、自分自身が少しも用いていない条件を他人に要求することは、どうして滑稽ではないと言えようか。
§32ἀλλὰ τοσούτῳ πλέον ἡμῶν ἀπέχεις τοῦ πιστὰ λέγειν, ὅσον ἐγὼ μὲν οὐδενὸς αὐτὸν αἰτιῶμαι τῶν ἀδυνάτων ἀλλὰ νόμων καὶ πολιτείας, αἵπερ εἰσὶ πράξεις τῶν ἀνδρῶν τῶν καλῶν κἀγαθῶν· σὺ δὲ τοιούτων δημιουργὸν ἀποφαίνεις, ὧν οὐδέτερον οὐδεὶς ἂν ἀνθρώπων ποιήσειεν, ἀλλὰ τὸ μὲν τῆς τῶν θηρίων ὠμότητος, τὸ δὲ τῆς τῶν θεῶν δυνάμεως ἔργον ἐστίν.
それどころか、あなたは信頼できることを語るという点において、私よりもはるかに遠く及ばない。 なぜなら、私は彼を不可能なことの何ものに対しても原因とはせず、ただ法律と国制の原因としているのであり、これらこそは優れた立派な人々の行いであるのに対して、あなたは彼を、人間は誰も行うことができないような事柄の創始者として示しており、それらのうちのどちらも、一方は野獣の残虐さの、他方は神々の力の業だからである。