§16ἅπαντας δὲ τοὺς ἀριθμοὺς περιλαβὼν ἐξ ὧν ἄριστʼ ἄν τις τὰ κοινὰ διοικήσειεν, ἀεὶ τοῖς αὐτοῖς τὰς αὐτὰς πράξεις μεταχειρίζεσθαι προσέταξεν, εἰδὼς τοὺς μὲν μεταβαλλομένους τὰς ἐργασίας οὐδὲ πρὸς ἓν τῶν ἔργων ἀκριβῶς ἔχοντας, τοὺς δʼ ἐπὶ ταῖς αὐταῖς πράξεσι συνεχῶς διαμένοντας εἰς ὑπερβολὴν ἕκαστον ἀποτελοῦντας.
他采纳了最有利于治理国政的所有职业划分,并命令相同的人始终从事相同的职业,因为他知道,那些频繁更换工作的人对任何一项工作都无法做到精确掌握,而那些始终坚持从事相同职业的人则能把每项工作做到极致。
§17τοιγαροῦν καὶ πρὸς τὰς τέχνας εὑρήσομεν αὐτοὺς πλέον διαφέροντας τῶν περὶ τὰς αὐτὰς ἐπιστήμας ἢ τοὺς ἄλλους δημιουργοὺς τῶν ἰδιωτῶν, καὶ πρὸς τὴν σύνταξιν διʼ ἧς τήν τε βασιλείαν καὶ τὴν ἄλλην πολιτείαν διαφυλάττουσιν, οὕτω καλῶς ἔχοντας ὥστε καὶ τῶν φιλοσόφων τοὺς ὑπὲρ τῶν τοιούτων λέγειν ἐπιχειροῦντας καὶ μάλιστʼ εὐδοκιμοῦντας τὴν ἐν Αἰγύπτῳ προαιρεῖσθαι πολιτείαν, καὶ Λακεδαιμονίους μέρος τι τῶν ἐκεῖθεν μιμουμένους ἄριστα διοικεῖν τὴν αὑτῶν πόλιν.
因此,我们会发现,在手工业技术方面,他们超越那些拥有相同知识的人的程度,要比其他手工业者超越外行人的程度还要大;而在用以维护王权和其余政体的体制方面,他们处于如此优异的状态,以至于在那些试图探讨此类问题的、最负盛名的哲学家中,也有人首选埃及的政体,而拉刻代蒙人通过模仿那里的部分制度,也得以最好地治理他们自己的城邦。
§18καὶ γὰρ τὸ μηδένα τῶν μαχίμων ἄνευ τῆς τῶν ἀρχόντων γνώμης ἀποδημεῖν καὶ τὰ συσσίτια καὶ τὴν τῶν σωμάτων ἄσκησιν, ἔτι δὲ τὸ μηδενὸς τῶν ἀναγκαίων ἀποροῦντας τῶν κοινῶν προσταγμάτων ἀμελεῖν, μηδʼ ἐπὶ ταῖς ἄλλαις τέχναις διατρίβειν, ἀλλὰ τοῖς ὅλοις καὶ ταῖς στρατείαις προσέχειν τὸν νοῦν, ἐκεῖθεν ἅπαντα ταῦτʼ εἰλήφασιν.
事实上,战士阶层中任何人在未经统治者同意的情况下都不得出国、共同饮食、肉体锻炼,以及他们在不缺乏生活必需品的情况下不忽略公共命令,也不把时间花在其他手工业上,而是全力专注于军事和远征——所有这些制度都是他们从那里引进的。
§19τοσούτῳ δὲ χεῖρον κέχρηνται τούτοις τοῖς ἐπιτηδεύμασιν, ὅσον οὗτοι μὲν ἅπαντες στρατιῶται καταστάντες βίᾳ τὰ τῶν ἄλλων λαμβάνειν ἀξιοῦσιν, ἐκεῖνοι δʼ οὕτως οἰκοῦσιν ὥσπερ χρὴ τοὺς μήτε τῶν ἰδίων ἀμελοῦντας μήτε τοῖς ἀλλοτρίοις ἐπιβουλεύοντας.
然而,他们使用这些习惯的方式要糟糕得多,因为拉刻代蒙人全体成为士兵,认为用武力夺取他人的财产是理所当然的,而埃及人生活的方式,则是那些既不疏忽自身事务、也不图谋他人财产的人所应有的。
γνοίη δʼ ἄν τις ἐνθένδε τὸ διάφορον ἑκατέρας τῆς πολιτείας.
人们可以从以下几点看出这两种政体之间的差异。
§20εἰ μὲν γὰρ ἅπαντες μιμησαίμεθα τὴν Λακεδαιμονίων ἀργίαν καὶ πλεονεξίαν, εὐθὺς ἂν ἀπολοίμεθα καὶ διὰ τὴν ἔνδειαν τῶν καθʼ ἡμέραν καὶ διὰ τὸν πόλεμον τὸν πρὸς ἡμᾶς αὐτούς· εἰ δὲ τοῖς Αἰγυπτίων νόμοις χρῆσθαι βουληθεῖμεν, καὶ τοῖς μὲν ἐργάζεσθαι, τοῖς δὲ τὰ τούτων σῴζειν δόξειεν, ἕκαστοι τὴν αὑτῶν ἔχοντες εὐδαιμόνως ἂν τὸν βίον διατελοῖμεν.
因为如果我们大家都效仿拉刻代蒙人的游手好闲和贪得无厌,我们很快就会因为日常必需品的匮乏以及我们之间的战争而灭亡;但如果我们愿意采用埃及人的法律,并规定一部分人耕作,另一部分人保护他们的财产,那么我们每个人都拥有自己的产业,便能幸福地度过一生。
§21καὶ μὲν δὴ καὶ τῆς περὶ τὴν φρόνησιν ἐπιμελείας εἰκότως ἄν τις ἐκεῖνον αἴτιον νομίσειεν.
况且,人们理所当然地认为他也是对智慧之关注的发起者。
τοῖς γὰρ ἱερεῦσι παρεσκεύασεν εὐπορίαν μὲν ταῖς ἐκ τῶν ἱερῶν προσόδοις, σωφροσύνην δὲ ταῖς ἁγνείαις ταῖς ὑπὸ τῶν νόμων προστεταγμέναις, σχολὴν δὲ ταῖς τῶν κινδύνων καὶ τῶν ἄλλων ἔργων ἀτελείαις· §22μεθʼ ὧν ἐκεῖνοι βιοτεύοντες τοῖς μὲν σώμασιν ἰατρικὴν ἐξεῦρον ἐπικουρίαν, οὐ διακεκινδυνευμένοις φαρμάκοις χρωμένην ἀλλὰ τοιούτοις, ἃ τὴν μὲν ἀσφάλειαν ὁμοίαν ἔχει τῇ τροφῇ τῇ καθʼ ἡμέραν, τὰς δʼ ὠφελείας τηλικαύτας ὥστʼ ἐκείνους ὁμολογουμένως ὑγιεινοτάτους εἶναι καὶ μακροβιωτάτους, ταῖς δὲ ψυχαῖς φιλοσοφίας ἄσκησιν κατέδειξαν, ἣ καὶ νομοθετῆσαι καὶ τὴν φύσιν τῶν ὄντων ζητῆσαι δύναται.
因为他通过神殿的收入为祭司们准备了富足,通过法律规定的洁净礼准备了克制,通过免除危险和其他劳役准备了闲暇;祭司们在这些条件下生活,针对肉体,他们发明了一种医学疗法,不用危险的药物,而采用安全性与日常食物相似、且功效如此显著的药物,以至于公认他们是最健康、最长寿的人;而针对灵魂,他们确立了哲学的修行,哲学既能制定法律,也能探究存在之物的本质。
§23καὶ τοὺς μὲν πρεσβυτέρους ἐπὶ τὰ μέγιστα τῶν πραγμάτων ἔταξεν, τοὺς δὲ νεωτέρους ἀμελήσαντας τῶν ἡδονῶν ἐπʼ ἀστρολογίᾳ καὶ λογισμοῖς καὶ γεωμετρίᾳ διατρίβειν ἔπεισεν, ὧν τὰς δυνάμεις οἱ μὲν ὡς πρὸς ἔνια χρησίμους ἐπαινοῦσιν, οἱ δʼ ὡς πλεῖστα πρὸς ἀρετὴν συμβαλλομένας ἀποφαίνειν ἐπιχειροῦσιν.
他让年长者掌管最重要的政务,并说服年轻人在放弃享乐后,投身于天文学、计算和几何学。 对于这些学科的力量,有些人赞赏其在某些方面的实用性,另一些人则试图证明它们对美德有着最大的贡献。
§24μάλιστα δʼ ἄξιον ἐπαινεῖν καὶ θαυμάζειν τὴν εὐσέβειαν αὐτῶν καὶ τὴν περὶ τοὺς θεοὺς θεραπείαν.
然而,最值得赞美和敬佩的是他们的虔敬以及对神明的崇拜。
ὅσοι μὲν γὰρ σφᾶς αὐτοὺς οὕτω κατεσχημάτισαν ὥστʼ ἢ κατὰ σοφίαν ἢ κατʼ ἄλλην τινʼ ἀρετὴν ὑπολαμβάνεσθαι μειζόνως ἢ κατὰ τὴν ἀξίαν, οὗτοι μὲν βλάπτουσι τοὺς ἐξαπατηθέντας· ὅσοι δὲ τῶν θείων πραγμάτων οὕτω προέστησαν ὥστε καὶ τὰς ἐπιμελείας καὶ τὰς τιμωρίας εἶναι δοκεῖν ἀκριβεστέρας τῶν συμβαινόντων, οἱ δὲ τοιοῦτοι πλεῖστα τὸν βίον τὸν τῶν ἀνθρώπων ὠφελοῦσιν.
因为那些把自己伪装成在智慧或其他美德上超越其实际价值的人,伤害了被欺骗的人;而那些对神明事务的引领,使得神明的眷顾和惩罚显得比实际发生的事情更为严密的人,这样的人对人类的生活带来的益处最多。