Humanitext Reader

イソクラテス · ヘレネ頌 §50-59

ヘレネをめぐる大戦と美の至高の力

6 / 7 箇所 · ギリシア語

要旨

トロイア戦争はヘレネ(美)をめぐってアジアとヨーロッパが争った最大規模の戦争であり、神々も自らの子を送り出すほど彼女を重視した。美は最も崇高なものであり、人々に熱望(エロース)を抱かせ、ゼウスさえも美を追求するために姿を変えて近づいた。

§50ἐξὸν δὲ τοῖς μὲν ἀποδοῦσιν Ἑλένην ἀπηλλάχθαι τῶν παρόντων κακῶν, τοῖς δʼ ἀμελήσασιν ἐκείνης ἀδεῶς οἰκεῖν τὸν ἐπίλοιπον χρόνον, οὐδέτεροι ταῦτʼ ἠθέλησαν·
一方の人々にとってはヘレネを返還することで現在の災難から免れることが可能であり、他方の人々にとっては彼女を顧みないことで残りの時間を恐れなく暮らすことが可能であったにもかかわらず、どちらの側もそれを望まなかった。
ἀλλʼ οἱ μὲν περιεώρων καὶ πόλεις ἀναστάτους γιγνομένας καὶ τὴν χώραν πορθουμένην, ὥστε μὴ προέσθαι τοῖς Ἕλλησιν αὐτήν, οἱ δʼ ᾑροῦντο μένοντες ἐπὶ τῆς ἀλλοτρίας καταγηράσκειν καὶ μηδέποτε τοὺς αὑτῶν ἰδεῖν μᾶλλον ἢ ʼκείνην καταλιπόντες εἰς τὰς αὑτῶν πατρίδας ἀπελθεῖν.
むしろ、一方の人々は彼女をギリシア人に引き渡さないために、都市が破壊され、国土が荒廃するのを甘受し、他方の人々は、彼女を残して自分たちの祖国へと帰るよりは、異郷の地に留まって老い、二度と自分たちの身内を見ないことを選んだ。
§51καὶ ταῦτʼ ἐποίουν οὐχ ὑπὲρ Ἀλεξάνδρου καὶ Μενελάου φιλονικοῦντες, ἀλλʼ οἱ μὲν ὑπὲρ τῆς Ἀσίας, οἱ δʼ ὑπὲρ τῆς Εὐρώπης, νομίζοντες, ἐν ὁποτέρᾳ τὸ σῶμα τοὐκείνης κατοικήσειε, ταύτην εὐδαιμονεστέραν τὴν χώραν ἔσεσθαι.
そして彼らがこのようにしたのは、アレクサンドロスやメネラオスのために争っていたからではなく、一方はアジアのために、他方はヨーロッパのために争っていたのであり、彼女の身体がどちらに居住することになっても、その土地がより幸福なものになると考えていたからである。
§52τοσοῦτος δʼ ἔρως ἐνέπεσε τῶν πόνων καὶ τῆς στρατείας ἐκείνης οὐ μόνον τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροις ἀλλὰ καὶ τοῖς θεοῖς, ὥστʼ οὐδὲ τοὺς ἐξ αὑτῶν γεγονότας ἀπέτρεψαν τῶν ἀγώνων τῶν περὶ Τροίαν, ἀλλὰ Ζεὺς μὲν προειδὼς τὴν Σαρπηδόνος εἱμαρμένην, Ἠὼς δὲ τὴν Μέμνονος, Ποσειδῶν δὲ τὴν Κύκνου, Θέτις δὲ τὴν Ἀχιλλέως, ὅμως αὐτοὺς συνεξώρμησαν καὶ συνεξέπεμψαν,
また、あの労苦と遠征に対するこれほど大きな熱望が、ギリシア人や蛮族だけでなく神々にも生じたため、神々はトロイアをめぐる戦いから自らの子孫を遠ざけようとさえせず、ゼウスはサルペドンの運命を、エオスはメムノンの運命を、ポセイドンはキュクノスの運命を、テティスはアキレウスの運命をあらかじめ知っていたにもかかわらず、それでも彼らを鼓舞し、ともに送り出した。
§53ἡγούμενοι κάλλιον αὐτοῖς εἶναι τεθνάναι μαχομένοις περὶ τῆς Διὸς θυγατρὸς μᾶλλον ἢ ζῆν ἀπολειφθεῖσι τῶν περὶ ἐκείνης κινδύνων.
それは、彼らににとってゼウスの娘をめぐって戦って死ぬことの方が、彼女をめぐる危険から逃れて生き長らえることよりも美しいと考えたからである。
καὶ τί δεῖ θαυμάζειν, ἃ περὶ τῶν παίδων διενοήθησαν;
そして、彼らが子供たちに関して抱いた考えを、どうして驚く必要があろうか。
αὐτοὶ γὰρ πολὺ μείζω καὶ δεινοτέραν ἐποιήσαντο παράταξιν τῆς πρὸς Γίγαντας αὐτοῖς γενομένης·
なぜなら、神々自身が、ギガスたちとの戦いよりも遥かに大きく、より凄惨な対陣を行ったからである。
πρὸς μὲν γὰρ ἐκείνους μετʼ ἀλλήλων ἐμαχέσαντο, περὶ δὲ ταύτης πρὸς σφᾶς αὐτοὺς ἐπολέμησαν.
というのも、ギガスたちに対しては互いに協力して戦ったが、彼女をめぐっては神々自身の間で戦ったからである。
§54εὐλόγως δὲ κἀκεῖνοι ταῦτʼ ἔγνωσαν, κἀγὼ τηλικαύταις ὑπερβολαῖς ἔχω χρήσασθαι περὶ αὐτῆς·
彼らがこのように考えたのも当然であり、私も彼女に関してこれほど大きな誇張を用いることができる。
κάλλους γὰρ πλεῖστον μέρος μετέσχεν, ὃ σεμνότατον καὶ τιμιώτατον καὶ θειότατον τῶν ὄντων ἐστίν.
なぜなら、彼女は美を最も多く分け持っていたからであり、美こそは存在するもののうちで最も尊厳があり、最も価値があり、最も神聖なものだからである。
ῥᾴδιον δὲ γνῶναι τὴν δύναμιν αὐτοῦ·
そして、その力を知ることは容易である。
τῶν μὲν γὰρ ἀνδρίας ἢ σοφίας ἢ δικαιοσύνης μὴ μετεχόντων πολλὰ φανήσεται τιμώμενα μᾶλλον ἢ τούτων ἕκαστον, τῶν δὲ κάλλους ἀπεστερημένων οὐδὲν εὑρήσομεν ἀγαπώμενον ἀλλὰ πάντα καταφρονούμενα, πλὴν ὅσα ταύτης τῆς ἰδέας κεκοινώνηκε, καὶ τὴν ἀρετὴν διὰ τοῦτο μάλιστʼ εὐδοκιμοῦσαν, ὅτι κάλλιστον τῶν ἐπιτηδευμάτων ἐστίν.
勇気や知恵や正義を分け持たない人々のうちでは、これらの各々よりも多くのものが重んじられているのが見出されるだろうが、美を奪われたもののうちでは、愛されるものは何一つ見出されず、むしろこの現れを共有しているもの以外はすべて軽蔑されるのであり、徳がこの理由によって最も高く評価されるのも、それが営みのうちで最も美しいからである。
§55γνοίη δʼ ἄν τις κἀκεῖθεν ὅσον διαφέρει τῶν ὄντων, ἐξ ὧν αὐτοὶ διατιθέμεθα πρὸς ἕκαστον αὐτῶν.
また、美が存在するもののうちでどれほど際立っているかは、私たちがそれらの各々に対して抱く態度からも知ることができる。
τῶν μὲν γὰρ ἄλλων ὧν ἂν ἐν χρείᾳ γενώμεθα, τυχεῖν μόνον βουλόμεθα, περαιτέρω δὲ περὶ αὐτῶν οὐδὲν τῇ ψυχῇ προσπεπόνθαμεν· τῶν δὲ καλῶν ἔρως ἡμῖν ἐγγίγνεται, τοσούτῳ μείζω τοῦ βούλεσθαι ῥώμην ἔχων, ὅσῳ περ καὶ τὸ πρᾶγμα κρεῖττόν ἐστιν.
なぜなら、私たちが他の必要とするものについては、ただそれを得ることだけを望み、私たちの魂はそれらに対してそれ以上の感情を抱かないが、美しいものに対しては、単に望むことよりも、その対象が優れているのと同程度に、より大きな力を持つ熱望が私たちの内に生じるからである。
§56καὶ τοῖς μὲν κατὰ σύνεσιν ἢ κατʼ ἄλλο τι προέχουσι φθονοῦμεν, ἢν μὴ τῷ ποιεῖν ἡμᾶς εὖ καθʼ ἑκάστην τὴν ἡμέραν προσαγάγωνται καὶ στέργειν σφᾶς αὐτοὺς ἀναγκάσωσι· τοῖς δὲ καλοῖς εὐθὺς ἰδόντες εὖνοι γιγνόμεθα, καὶ μόνους αὐτοὺς ὥσπερ τοὺς θεοὺς οὐκ ἀπαγορεύομεν θεραπεύοντες,
そして、知性において、あるいは他の何かにおいて優れている人々に対しては、彼らが日々私たちに恩恵を施すことで私たちを引きつけ、彼らを愛することを強制しない限り、私たちは嫉妬を抱くが、美しい人々に対しては、一目見ただけで好意を抱き、彼らだけをまるで神々であるかのように、仕えることに飽きることがない。
§57ἀλλʼ ἥδιον δουλεύομεν τοῖς τοιούτοις ἢ τῶν ἄλλων ἄρχομεν, πλείω χάριν ἔχοντες τοῖς πολλὰ προστάττουσιν ἢ τοῖς μηδὲν ἐπαγγέλλουσιν.
むしろ、そのような人々に仕えることを、他の人々を支配することよりも喜びとし、多くのことを命じる者に対して、何も求めない者に対してよりも、多くの感謝を抱く。
καὶ τοὺς μὲν ὑπʼ ἄλλῃ τινὶ δυνάμει γιγνομένους λοιδοροῦμεν καὶ κόλακας ἀποκαλοῦμεν, τοὺς δὲ τῷ κάλλει λατρεύοντας φιλοκάλους καὶ φιλοπόνους εἶναι νομίζομεν.
また、他の何らかの力に屈する人々を私たちは非難し、諂い手と呼ぶが、美に仕える人々を私たちは美を愛する者、労を惜しまぬ者とみなす。
§58τοσαύτῃ δʼ εὐσεβείᾳ καὶ προνοίᾳ χρώμεθα περὶ τὴν ἰδέαν τὴν τοιαύτην ὥστε καὶ τῶν ἐχόντων τὸ κάλλος τοὺς μὲν μισθαρνήσαντας καὶ κακῶς βουλευσαμένους περὶ τῆς αὑτῶν ἡλικίας μᾶλλον ἀτιμάζομεν ἢ τοὺς εἰς τὰ τῶν ἄλλων σώματʼ ἐξαμαρτόντας· ὅσοι δʼ ἂν τὴν αὑτῶν ὥραν διαφυλάξωσιν ἄβατον τοῖς πονηροῖς ὥσπερ ἱερὸν ποιήσαντες, τούτους εἰς τὸν ἐπίλοιπον χρόνον ὁμοίως τιμῶμεν ὥσπερ τοὺς ὅλην τὴν πόλιν ἀγαθόν τι ποιήσαντας.
そして、私たちはこのような現れに対して、これほど大きな敬虔さと配慮を用いるので、美を持つ者のうち、報酬を得て自らの若さを誤って扱った者を、他者の身体に対して不法を働いた者よりも甚だしく辱めるが、自らの若さを邪悪な者たちにとって不可侵なものとし、まるで神殿のように保ち続けた人々を、私たちは一生涯、都市全体に何らかの益をもたらした人々と同じように重んじる。
§59καὶ τὶ δεῖ τὰς ἀνθρωπίνας δόξας λέγοντα διατρίβειν;
そして、人間の評価を語って時間を費やす必要がどこにあろうか。
ἀλλὰ Ζεὺς ὁ κρατῶν πάντων ἐν μὲν τοῖς ἄλλοις τὴν αὑτοῦ δύναμιν ἐνδείκνυται, πρὸς δὲ τὸ κάλλος ταπεινὸς γιγνόμενος ἀξιοῖ πλησιάζειν.
万物の支配者であるゼウスは、他の事柄においては自らの力を示すが、美に対しては謙虚になって近づくことを望む。
Ἀμφιτρύωνι μὲν γὰρ εἰκασθεὶς ὡς Ἀλκμήνην ἦλθε, χρυσὸς δὲ ῥυεὶς Δανάῃ συνεγένετο, κύκνος δὲ γενόμενος εἰς τοὺς Νεμέσεως κόλπους κατέφυγε, τούτῳ δὲ πάλιν ὁμοιωθεὶς Λήδαν ἐνύμφευσεν·
というのも、彼はアンピトリュオンに姿を似せてアルクメネのもとへと赴き、黄金となって流れ下ってダナエと交わり、白鳥となってネメシスの懐へと逃れ、再びこれに似せてレダを妻とした。
ἀεὶ δὲ μετὰ τέχνης ἀλλʼ οὐ μετὰ βίας θηρώμενος φαίνεται τὴν φύσιν τὴν τοιαύτην.
そして彼は常に、暴力ではなく術策を用いてこのような性質を追い求めているように見える。

語釈・文法注

  1. §50ἐξὸν — 非人称動詞 ἔξεστι(〜できる、可能である)の分詞対格中性単数形で、いわゆる対格絶対(対格独立分詞)の用法。ここでは譲歩(〜できる状態であったにもかかわらず)を表す副詞節を導いている。
  2. §54εὐδοκιμοῦσαν — 現在分詞の女性単数対格。直前の動詞 εὑρήσομεν(〜を見出すだろう)の補語として、その直接目的語である τὴν ἀρετὴν(徳を)の状態を表す。「徳が最も高く評価されていることを見出すだろう」という叙述的分詞の構文。
  3. §55τοῦ βούλεσθαι — 冠詞付き不定詞 βούλεσθαι(望むこと)の属格。直前の形容詞の比較級 μείζω(より大きな)に対する比較の属格で、「単に望むことよりも大きな」の意味を表す。

この箇所を引用する

イソクラテス, ヘレネ頌 §50-59. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0010.tlg009.humanitext-grc2:50-59

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。