§40οὔπω δὲ κεκριμένου τοῦ μέλλοντος αὐτῇ συνοικήσειν ἀλλʼ ἔτι κοινῆς τῆς τύχης οὔσης οὕτω πρόδηλος ἦν ἅπασιν ἐσομένη περιμάχητος ὥστε συνελθόντες πίστεις ἔδοσαν ἀλλήλοις ἦ μὴν βοηθήσειν, εἴ τις ἀποστεροίη τὸν ἀξιωθέντα λαβεῖν αὐτήν, νομίζων ἕκαστος τὴν ἐπικουρίαν ταύτην αὑτῷ παρασκευάζειν.
まだ彼女の配偶者となるべき者が決定されておらず、運命が未だすべての人に開かれていた時に、彼女が奪い合いの対象となることはすべての人に極めて明らかであったため、彼らは集まって、もし誰かが彼女を得る資格を与えられた者から彼女を奪い去るようなことがあれば必ず支援に赴くという誓約を互いに交わした。 これは、めいめいがこの援助を自分自身のために準備しているのだと考えたからである。
§41τῆς μὲν οὖν ἰδίας ἐλπίδος πλὴν ἑνὸς ἀνδρὸς ἅπαντες ἐψεύσθησαν, τῆς δὲ κοινῆς δόξης ἧς ἔσχον περὶ ἐκείνης οὐδεὶς αὐτῶν διήμαρτεν.
したがって、一人の男を除いて全員が自分自身の個人的な希望においては裏切られたが、彼女に対して抱いていた共通の評価においては、彼らの誰一人として誤ってはいなかった。
οὐ πολλοῦ γὰρ χρόνου διελθόντος, γενομένης ἐν θεοῖς περὶ κάλλους ἔριδος ἧς Ἀλέξανδρος ὁ Πριάμου κατέστη κριτής, καὶ διδούσης Ἥρας μὲν ἁπάσης αὐτῷ τῆς Ἀσίας βασιλεύειν, Ἀθηνᾶς δὲ κρατεῖν ἐν τοῖς πολέμοις, §42Ἀφροδίτης δὲ τὸν γάμον τὸν Ἑλένης, τῶν μὲν σωμάτων οὐ δυνηθεὶς λαβεῖν διάγνωσιν ἀλλʼ ἡττηθεὶς τῆς τῶν θεῶν ὄψεως, τῶν δὲ δωρεῶν ἀναγκασθεὶς γενέσθαι κριτής, εἵλετο τὴν οἰκειότητα τὴν Ἑλένης ἀντὶ τῶν ἄλλων ἁπάντων, οὐ πρὸς τὰς ἡδονὰς ἀποβλέψας, -- καίτοι καὶ τοῦτο τοῖς εὖ φρονοῦσι πολλῶν αἱρετώτερόν ἐστιν,
というのも、それほど多くの時間が経たないうちに、神々の間で美をめぐる争いが起こり、プリアモスの息子アレクサンドロスがその裁判人に任命された。 そして、ヘラが彼にアジア全土を支配することを提示し、アテナが戦争において勝利することを提示し、アプロディテがヘレネとの婚礼を提示した時、アレクサンドロスは女神たちの身体の優劣を判別することができず、女神たちの神々しい姿に圧倒されたものの、提示された贈り物の審判人となることを強いられて、他のあらゆるものの代わりに、ヘレネとの姻戚関係を選んだ。 それは快楽に目を向けたからではなく――もっとも、このことも良識ある人々にとっては多くの他のものより望ましいことではあるのだが―― しかしながら、彼はそのことへと突っ走ったのではなく、ゼウスの姻戚になることを熱望したのである。
§43ἀλλʼ ὅμως οὐκ ἐπὶ τοῦθʼ ὥρμησεν, ἀλλʼ ἐπεθύμησε Διὸς γενέσθαι κηδεστής, νομίζων πολὺ μείζω καὶ καλλίω ταύτην εἶναι τὴν τιμὴν ἢ τὴν τῆς Ἀσίας βασιλείαν, καὶ μεγάλας μὲν ἀρχὰς καὶ δυναστείας καὶ φαύλοις ἀνθρώποις ποτὲ παραγίγνεσθαι, τοιαύτης δὲ γυναικὸς οὐδένα τῶν ἐπιγιγνομένων ἀξιωθήσεσθαι, πρὸς δὲ τούτοις οὐδὲν ἂν κτῆμα κάλλιον καταλιπεῖν τοῖς παισὶν ἢ παρασκευάσας αὐτοῖς ὅπως μὴ μόνον πρὸς πατρὸς ἀλλὰ καὶ πρὸς μητρὸς ἀπὸ Διὸς ἔσονται γεγονότες.
なぜなら、この名誉はアジアの支配権よりも遥かに偉大で、より美しいと考え、また、強大な権力や支配は取るに足らない人間にも時には与えられることがあるが、このような女性を妻にする資格は後世の誰一人として与えられないであろうと考え、さらにその上に、子供たちに対して、彼らが父方からだけでなく母方からもゼウスの子孫となるように整えてやること以上に美しい遺産を残すことはできないだろうと考えたからである。
§44ἠπίστατο γὰρ τὰς μὲν ἄλλας εὐτυχίας ταχέως μεταπιπτούσας, τὴν δʼ εὐγένειαν ἀεὶ τοῖς αὐτοῖς παραμένουσαν, ὥστε ταύτην μὲν τὴν αἵρεσιν ὑπὲρ ἅπαντος τοῦ γένους ἔσεσθαι, τὰς δʼ ἑτέρας δωρεὰς ὑπὲρ τοῦ χρόνου μόνον τοῦ καθʼ αὑτόν.
というのも、彼は他の幸運は急速に移り変わるものであるが、高貴な生まれは常に同じ人々に留まり続けることを知っていた。 したがって、この選択は一族全体のためになるのに対し、他の贈り物は自分の一代の期間のためだけにしかならないと考えたのである。
§45τῶν μὲν οὖν εὖ φρονούντων οὐδεὶς ἂν τοῖς λογισμοῖς τούτοις ἐπιτιμήσειεν, τῶν δὲ μηδὲν πρὸ τοῦ πράγματος ἐνθυμουμένων ἀλλὰ τὸ συμβαῖνον μόνον σκοπουμένων ἤδη τινὲς ἐλοιδόρησαν αὐτόν·
したがって、良識ある者たちのうち誰一人として、これらの論理を非難することはないだろうが、事の前に何一つ熟考せず、結果として生じたことだけを観察する者たちのうち、すでに幾人かが彼を非難した。
ὧν τὴν ἄνοιαν ἐξ ὧν ἐβλασφήμησαν περὶ ἐκείνου ῥᾴδιον ἅπασι καταμαθεῖν.
彼らが彼に関して誹謗中傷した言葉から、その愚かさを誰もが容易に理解することができる。
§46πῶς γὰρ οὐ καταγέλαστον πεπόνθασιν, εἰ τὴν αὑτῶν φύσιν ἱκανωτέραν εἶναι νομίζουσι τῆς ὑπὸ τῶν θεῶν προκριθείσης;
というのも、もし彼らが、自分たちの性質を神々によって選び出された者のそれよりも適任であると考えているのだとしたら、彼らは滑稽な状態に陥っているのではないだろうか。
οὐ γὰρ δή που περὶ ὧν εἰς τοσαύτην ἔριν κατέστησαν τὸν τυχόντα διαγνῶναι κύριον ἐποίησαν, ἀλλὰ δῆλον ὅτι τοσαύτην ἔσχον σπουδὴν ἐκλέξασθαι, κριτὴν τὸν βέλτιστον, ὅσηνπερ περὶ αὐτοῦ τοῦ πράγματος ἐπιμέλειαν ἐποιήσαντο.
まさか神々は、自分たちがこれほどの争いに至った事柄を裁決する権限を、ありふれた人間に与えたりはしなかったはずであり、むしろ、事柄自体に注いだのと全く同じだけの配慮を、最も優れた審判人を選び出すことにも注いだのは明らかだからである。
§47χρὴ δὲ σκοπεῖν ὁποῖός τις ἦν καὶ δοκιμάζειν αὐτὸν οὐκ ἐκ τῆς ὀργῆς τῆς τῶν ἀποτυχουσῶν, ἀλλʼ ἐξ ὧν ἅπασαι βουλευσάμεναι προείλοντο τὴν ἐκείνου διάνοιαν.
そして、彼がどのような人物であったかを考察し、彼を評価すべきであって、それは敗れた女神たちの怒りから評価するのではなく、むしろ、すべての女神たちが相談した上で彼の判断力を選んだという、その事実から評価すべきである。
κακῶς μὲν γὰρ παθεῖν ὑπὸ τῶν κρειττόνων οὐδὲν κωλύει καὶ τοὺς μηδὲν ἐξημαρτηκότας· τοιαύτης δὲ τιμῆς τυχεῖν ὥστε θνητὸν ὄντα θεῶν γενέσθαι κριτὴν, οὐχ οἷόν τε μὴ οὐ τὸν πολὺ τῇ γνώμῃ διαφέροντα.
というのも、より強き者によって害を被ることは、何の過ちも犯していない人々にとってもいささかも妨げられないことだが、一人の定命の身でありながら神々の審判人となるほどの栄誉を得ることは、知性において遥かに傑出した人でなければ不可能だからである。
§48θαυμάζω δʼ εἴ τις οἴεται κακῶς βεβουλεῦσθαι τὸν μετὰ ταύτης ζῆν ἑλόμενον, ἧς ἕνεκα πολλοὶ τῶν ἡμιθέων ἀποθνῄσκειν ἠθέλησαν.
私は、この女性とともに生きることを選んだ者が愚かな決定をしたのだと考える人がいるとすれば、驚きを禁じ得ない。 彼女のためなら、多くの半神たちが喜んで死ぬことを望んだというのに。
πῶς δʼ οὐκ ἂν ἦν ἀνόητος, εἰ τοὺς θεοὺς εἰδὼς περὶ κάλλους φιλονικοῦντας αὐτὸς κάλλους κατεφρόνησε, καὶ μὴ ταύτην ἐνόμισε μεγίστην εἶναι τῶν δωρεῶν, περὶ ἧς κἀκείνας ἑώρα μάλιστα σπουδαζούσας;
また、もし彼が、神々が美をめぐって張り合っているのを知りながら、自分自身は美を軽蔑し、かつ、女神たち自身が最も熱心に追い求めているのを彼が見ていたまさにその贈り物を、最大の贈り物だと考えなかったとしたなら、どうして彼が愚か者でなかったと言えようか。
§49τίς δʼ ἂν τὸν γάμον τὸν Ἑλένης ὑπερεῖδεν, ἧς ἁρπασθείσης οἱ μὲν Ἕλληνες οὕτως ἠγανάκτησαν ὥσπερ ὅλης τῆς Ἑλλάδος πεπορθημένης, οἱ δὲ βάρβαροι τοσοῦτον ἐφρόνησαν, ὅσον περ ἂν εἰ πάντων ἡμῶν ἐκράτησαν.
また、ヘレネとの結婚を誰が軽んじ得ただろうか。 彼女が掠奪されたとき、ギリシア人たちはまるでギリシア全土が略奪されたかのように激怒し、蛮族たちはまるで私たち全員を征服したかのように誇らしげになった。
δῆλον δʼ ὡς ἑκάτεροι διετέθησαν·
双方の態度がどのようなものであったかは明らかである。
πολλῶν γὰρ αὐτοῖς πρότερον ἐγκλημάτων γενομένων περὶ μὲν τῶν ἄλλων ἡσυχίαν ἦγον, ὑπὲρ δὲ ταύτης τηλικοῦτον συνεστήσαντο πόλεμον οὐ μόνον τῷ μεγέθει τῆς ὀργῆς ἀλλὰ καὶ τῷ μήκει τοῦ χρόνου καὶ τῷ πλήθει τῶν παρασκευῶν ὅσος οὐδεὶς πώποτε γέγονεν.
というのも、それ以前に彼らの間には多くの不和が生じていたが、それら他の事柄については沈黙を守っていたのに、彼女のためには、怒りの大きさにおいてだけでなく、時の長さにおいて、また軍備の多さにおいても、かつて起こったことのないほどに強大な戦争を引き起こしたからである。