Humanitext Reader

イソクラテス · ヘレネ頌 §60-69

神々の美への敬意とヘレネの神性による恩恵

7 / 7 箇所 · ギリシア語

要旨

美が神々の間でも至高の価値として重んじられていることが示され、ヘレネが不老不死の力により自らの兄弟や夫メネラオスに神の特権を与えたこと、またその霊験が詩人やギリシア全体の歴史(野蛮人に対する勝利)に与えた多大な恩恵が論じられる。

§60τοσούτῳ δὲ μᾶλλον προτετίμηται τὸ κάλλος παρʼ ἐκείνοις ἢ παρʼ ἡμῖν ὥστε καὶ ταῖς γυναιξὶ ταῖς αὑτῶν ὑπὸ τούτου κρατουμέναις συγγνώμην ἔχουσι, καὶ πολλὰς ἄν τις ἐπιδείξειε τῶν ἀθανάτων, αἳ θνητοῦ κάλλους ἡττήθησαν, ὧν οὐδεμία λαθεῖν τὸ γεγενημένον ὡς αἰσχύνην ἔχον ἐζήτησεν, ἀλλʼ ὡς καλῶν ὄντων τῶν πεπραγμένων ὑμνεῖσθαι μᾶλλον ἢ σιωπᾶσθαι περὶ αὐτῶν ἠβουλήθησαν.
美は、私たちにおけるよりも神々において遥かに重んじられており、そのため神々は自らの妻たちがこれに屈しても寛容であり、また人は、人間の美に屈した不老不死の女神たちを多く示すことができるだろう。 彼女たちのうち、起こったことを恥ずべきこととして隠そうとした者は一人もなく、むしろ行われたことが美しいものであるとして、沈黙されるよりはむしろ称賛されることを望んだのである。
μέγιστον δὲ τῶν εἰρημένων τεκμήριον.
これは、言われたことの最大の証拠である。
πλείους γὰρ ἂν εὕροιμεν διὰ τὸ κάλλος ἀθανάτους γεγενημένους ἢ διὰ τὰς ἄλλας ἀρετὰς ἁπάσας.
というのも、他のすべての徳によってよりも、美によって不老不死となった人々の方が多く見出されるだろうからである。
§61ὧν Ἑλένη τοσούτῳ πλέον ἔσχεν, ὅσῳ περ καὶ τὴν ὄψιν αὐτῶν διήνεγκεν.
彼女たちのうちでヘレネは、自らの容姿が彼女たちより優れていたのと同程度に、より多くのものを得た。
οὐ γὰρ μόνον ἀθανασίας ἔτυχεν, ἀλλὰ καὶ τὴν δύναμιν ἰσόθεον λαβοῦσα πρῶτον μὲν τοὺς ἀδελφοὺς ἤδη κατεχομένους ὑπὸ τῆς πεπρωμένης εἰς θεοὺς ἀνήγαγε, βουλομένη δὲ πιστὴν ποιῆσαι τὴν μεταβολὴν οὕτως οὕτως αὐτοῖς τὰς τιμὰς ἐναργεῖς ἔδωκεν ὥσθʼ ὁρωμένους ὑπὸ τῶν ἐν τῇ θαλάττῃ κινδυνευόντων σῴζειν, οἵτινες ἂν αὐτοὺς εὐσεβῶς κατακαλέσωνται.
なぜなら、彼女は不老不死を得ただけでなく、神に等しい力を受けて、まず、すでに運命に支配されていた兄弟たちを神々のもとへと引き上げ、その変化を確実なものにすることを望んで、彼らに極めて明白な名誉を与え、海で危険に瀕している人々が敬虔に彼らを呼び求めるならば、その人々に見える形で彼らを救うようにしたからである。
§62μετὰ δὲ ταῦτα τοσαύτην Μενελάω χάριν ἀπέδωκεν ὑπὲρ τῶν πόνων καὶ τῶν κινδύνων οὓς διʼ ἐκείνην ὑπέμεινεν, ὥστε τοῦ γένους ἅπαντος τοῦ Πελοπιδῶν διαφθαρέντος καὶ κακοῖς ἀνηκέστοις περιπεσόντος οὐ μόνον αὐτὸν τῶν συμφορῶν τούτων ἀπήλλαξεν ἀλλὰ καὶ θεὸν ἀντὶ θνητοῦ ποιήσασα σύνοικον αὑτῇ καὶ πάρεδρον εἰς ἅπαντα τὸν αἰῶνα κατεστήσατο.
その後、彼女はメネラオスに対し、彼が彼女のために耐え忍んだ労苦と危険に対して、次のような大きな報いを返した。 すなわち、ペロプス家の一族全体が滅び、回復不能な災厄に陥ったとき、彼をこれらの災難から救っただけでなく、彼を凡夫の代わりに神とし、自らの同居者かつ配偶者として永遠の時へと据えたのである。
§63καὶ τούτοις ἔχω τὴν πόλιν τὴν Σπαρτιατῶν τὴν μάλιστα τὰ παλαιὰ διασῴζουσαν ἔργῳ παρασχέσθαι μαρτυροῦσαν·
そしてこれらのことについて、私は古代の事柄を最もよく保存しているスパルタ人の都市が、事実をもって証言しているのを示すことができる。
ἔτι γὰρ καὶ νῦν ἐν Θεράπναις τῆς Λακωνικῆς θυσίας αὐτοῖς ἁγίας καὶ πατρίας ἀποτελοῦσιν οὐχ ὡς ἥρωσιν ἀλλʼ ὡς θεοῖς ἀμφοτέροις οὖσιν.
なぜなら、彼らは今でもなお、ラコニアのテラプナイにおいて、彼ら両名に対して、英雄としてではなく、ともに神であるとして、神聖で伝統的な犠牲を捧げているからである。
§64ἐνεδείξατο δὲ καὶ Στησιχόρῳ τῷ ποιητῇ τὴν αὑτῆς δύναμιν·
また、彼女は詩人ステシコロスに対しても自らの力を示した。
ὅτε μὲν γὰρ ἀρχόμενος τῆς ᾠδῆς ἐβλασφήμησέ τι περὶ αὐτῆς, ἀνέστη τῶν ὀφθαλμῶν ἐστερημένος, ἐπειδὴ δὲ γνοὺς τὴν αἰτίαν τῆς συμφορᾶς τὴν καλουμένην παλινῳδίαν ἐποίησε, πάλιν αὐτὸν εἰς τὴν αὐτὴν φύσιν κατέστησεν.
すなわち、彼が歌の初めに彼女について何らかの不敬なことを語ったとき、彼は両眼を奪われて立ち上がったが、彼が災難の原因を悟り、いわゆる「パリノディア(改心詩)」を作ると、再び彼を以前と同じ状態に戻したのである。
§65λέγουσι δέ τινες καὶ τῶν Ὁμηριδῶν ὡς ἐπιστᾶσα τῆς νυκτὸς Ὁμήρῳ προσέταξε ποιεῖν περὶ τῶν στρατευσαμένων ἐπὶ Τροίαν, βουλομένη τὸν ἐκείνων θάνατον ζηλωτότερον ἢ τὸν βίον τὸν τῶν ἄλλων καταστῆσαι·
また、ホメロスの末裔たちの中には、彼女が夜にホメロスの枕元に立ち、トロイアに遠征した人々について詩を作るよう命じたと語る者もいる。 それは彼らの死を、他の人々の生よりも羨むべきものにすることを望んだからである。
καὶ μέρος μέν τι καὶ διὰ τὴν Ὁμήρου τέχνην, μάλιστα δὲ διὰ ταύτην οὕτως ἐπαφρόδιτον καὶ παρὰ πᾶσιν ὀνομαστὴν αὐτοῦ γενέσθαι τὴν ποίησιν.
そして、一部にはホメロスの技術によるものでもあるが、何よりも彼女のおかげで、彼の詩はこれほど魅力的で、すべての人々の間で有名になったのである。
§66ὡς οὖν καὶ δίκην λαβεῖν καὶ χάριν ἀποδοῦναι δυναμένην, τοὺς μὲν τοῖς χρήμασι προέχοντας ἀναθήμασι καὶ θυσίαις καὶ ταῖς ἄλλαις προσόδοις ἱλάσκεσθαι καὶ τιμᾶν αὐτὴν χρή, τοὺς δὲ φιλοσόφους πειρᾶσθαί τι λέγειν περὶ αὐτῆς ἄξιον τῶν ὑπαρχόντων ἐκείνῃ·
このように、彼女は罰を与えることも報いることもできる力を持っているので、富に勝る人々は、献納物や犠牲、その他の奉納によって彼女をなだめ、敬うべきであり、哲学者たちは、彼女に備わっているものにふさわしいことを彼女について語るよう努めるべきである。
τοῖς γὰρ πεπαιδευμένοις πρέπει τοιαύτας ποιεῖσθαι τὰς ἀπαρχάς.
なぜなら、教養ある人々にとって、そのような初物を捧げることこそがふさわしいからである。
§67πολὺ δὲ πλείω τὰ παραλελειμμένα τῶν εἰρημένων ἐστίν.
しかし、語られずに残されたことは、語られたことよりも遥かに多い。
χωρὶς γὰρ τεχνῶν καὶ φιλοσοφιῶν καὶ τῶν ἄλλων ὠφελειῶν, ἃς ἔχοι τις ἂν εἰς ἐκείνην καὶ τὸν πόλεμον τὸν Τρωϊκὸν ἀνενεγκεῖν, δικαίως ἂν καὶ τοῦ μὴ δουλεύειν ἡμᾶς τοῖς βαρβάροις Ἑλένην αἰτίαν εἶναι νομίζοιμεν.
なぜなら、彼女とトロイア戦争に帰することができる技術や哲学、その他の有益な事柄は別としても、私たちが野蛮人に隷属していないことの原因がヘレネにあるとみなすのは当然だからである。
εὑρήσομεν γὰρ τοὺς Ἕλληνας διʼ αὐτὴν ὁμονοήσαντας καὶ κοινὴν στρατείαν ἐπὶ τοὺς βαρβὰρους ποιησαμένους, καὶ τότε πρῶτον τὴν Εὐρώπην τῆς Ἀσίας τρόπαιον στήσασαν·
というのも、私たちはギリシア人が彼女のおかげで一致団結し、野蛮人に対して共同の遠征を行い、その時初めてヨーロッパがアジアに対して勝利の記念碑を建てたことを見出すだろうからである。
§68ἐξ ὧν τοσαύτης μεταβολῆς ἐτύχομεν ὥστε τὸν μὲν ἐπέκεινα χρόνον οἱ δυστυχοῦντες ἐν τοῖς βαρβάροις τῶν Ἑλληνίδων πόλεων ἄρχειν ἠξίουν, καὶ Δαναὸς μὲν ἐξ Αἰγύπτου φυγὼν Ἄργος κατέσχε, Κάδμος δὲ Σιδώνιος Θηβῶν ἐβασίλευσε, Κᾶρες δὲ τὰς νήσους κατῴκουν, Πελοποννήσου δὲ συμπάσης ὁ Ταντάλου Πέλοψ ἐκράτησεν, μετὰ δʼ ἐκεῖνον τὸν πόλεμον τοσαύτην ἐπίδοσιν τὸ γένος ἡμῶν ἔλαβεν ὥστε καὶ πόλεις μεγάλας καὶ χώραν πολλὴν ἀφελέσθαι τῶν βαρβάρων.
それによって私たちはこれほど大きな変化を得たので、以前の時代には、野蛮人のうちで不遇な境遇にある者たちがギリシア人の都市を支配することを当然と考えており、ダナオスはエジプトから逃れてアルゴスを占領し、シドン人のカドモスはテーバイの王となり、カリア人は島々に居住し、タインタロスの息子ペロプスはペロポネソス全体を支配していたが、あの戦争の後、私たちの民族はこれほど大きな発展を遂げ、野蛮人から大都市や多くの土地を奪い取ることができたのである。
§69ἢν οὖν τινὲς βούλωνται ταῦτα διεργάζεσθαι καὶ μηκύνειν, οὐκ ἀπορήσουσιν ἀφορμῆς, ὅθεν Ἑλένην ἔξω τῶν εἰρημένων ἕξουσιν ἐπαινεῖν, ἀλλὰ πολλοῖς καὶ καινοῖς λόγοις ἐντεύξονται περὶ αὐτῆς.
したがって、もし誰かがこれらのことを推敲し、長く語ることを望むなら、語られたこと以外にヘレネを称賛するための手がかりに困ることはなく、むしろ彼女について多くの新しい議論を見出すだろう。

語釈・文法注

  1. §60ὧν οὐδεμία λαθεῖν τὸ γεγενημένον ὡς αἰσχύνην ἔχον ἐζήτησεν — 関係代名詞属格 ὧν は先行詞 τῶν ἀθανάτων を指し、部分属格として οὐδεμία に係る。ὡς αἰσχύνην ἔχον は「恥を含むものとして」という対格形容詞句で、不定詞 λαθεῖν の意味上の目的語である τὸ γεγενημένον を修飾している。
  2. §61ὧν Ἑλένη τοσούτῳ πλέον ἔσχεν, ὅσῳ περ καὶ τὴν ὄψιν αὐτῶν διήνεγκεν — ὧν は前節に言及された、美によって不老不死となった人々、あるいは彼らが受けた恩恵・特権を指す部分属格。τοσούτῳ ... ὅσῳ は程度の差を示す与格(「〜の分だけそれだけ多く」)で、二つの節の比率を相関的に表している。
  3. §65καὶ μέρος μέν τι καὶ διὰ τὴν Ὁμήρου τέχνην, μάλιστα δὲ διὰ ταύτην οὕτως ἐπαφρόδιτον καὶ παρὰ πᾶσιν ὀνομαστὴν αὐτοῦ γενέσθαι τὴν ποίησιν — 間接話法を導く ὡς 節(§65冒頭)の内部にある対格不定詞構文。不定詞 γενέσθαι の意味上の主語は τὴν ποίησιν である。μέρος μέν τι は副詞的に「ある程度は」という意味で、前半の理由句(διὰ τὴν Ὁμήρου τέχνην)を修飾し、後半の対比句(μάλιστα δὲ διὰ ταύτην)と並置されている。
  4. §66ὡς οὖν καὶ δίκην λαβεῖν καὶ χάριν ἀποδοῦναι δυναμένην — 分詞 δυναμένην は対格(ヘレネを修飾)であり、後続の文で非人称動詞 χρή(〜すべきである)の対格主語(あるいは目的語)となる彼女の能力を理由として提示している。
  5. §67δικαίως ἂν καὶ τοῦ μὴ δουλεύειν ἡμᾶς τοῖς βαρβάροις Ἑλένην αἰτίαν εἶναι νομίζοιμεν — νομίζοιμεν は潜在希求法(ἄν + 希求法)。Ἑλένην は不定詞 εἶναι の主語対格で、αἰτίαν がその補語。属格不定詞句 τοῦ μὴ δουλεύειν ἡμᾶς τοῖς βαρβάροις は名詞 αἰτίαν(原因)の内容を規定する属格関係を形成している。

この箇所を引用する

イソクラテス, ヘレネ頌 §60-69. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0010.tlg009.humanitext-grc2:60-69

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。