Humanitext Reader

イソクラテス · ヘレネ頌 §21-29

ヘラクレスと比較されるテセウスの卓越性と功業

3 / 7 箇所 · ギリシア語

要旨

テセウスの卓越性と、彼が成し遂げたギリシアや祖国のための有益な業績(雄牛退治、ケンタウロスとの戦い、ミノタウロス退治など)をヘラクレスと比較しつつ描き、ヘレネの称賛への導入とする。

§21εἰ μὲν οὖν ὁ ταῦτα πράξας εἷς ἦν τῶν τυχόντων ἀλλὰ μὴ τῶν πολὺ διενεγκόντων, οὐκ ἄν πω δῆλος ἦν ὁ λόγος, πότερον Ἑλένης ἔπαινος ἢ κατηγορία Θησέως ἐστίν·
さて、もしこれらを行った者が凡庸な人々のうちの一人であり、大いに傑出した人々の一人でなかったのであれば、この言論がヘレネへの称賛なのか、それともテセウスへの告発なのか、まだ明らかではなかったであろう。
νῦν δὲ τῶν μὲν ἄλλων τῶν εὐδοκιμησάντων εὑρήσομεν τὸν μὲν ἀνδρίας, τὸν δὲ σοφίας, τὸν δʼ ἄλλου τινὸς τῶν τοιούτων μερῶν ἀπεστερημένον, τοῦτον δὲ μόνον οὐδʼ ἑνὸς ἐνδεᾶ γενόμενον, ἀλλὰ παντελῆ τὴν ἀρετὴν κτησάμενον.
しかし現実には、名声を博した他の人々においては、ある者は勇気を、ある者は知恵を、またある者はそのような徳の一部分を欠いているのを見出すが、このテセウスだけは、何一つとして欠けておらず、完全な徳を獲得したことを見出すであろう。
§22δοκεῖ δέ μοι πρέπειν περὶ αὐτοῦ καὶ διὰ μακροτέρων εἰπεῖν·
そして、彼についてはさらに長々と語ることがふさわしいと私は思う。
ἡγοῦμαι γὰρ ταύτην μεγίστην εἶναι πίστιν τοῖς βουλομένοις Ἑλένην ἐπαινεῖν, ἢν ἐπιδείξωμεν τοὺς ἀγαπήσαντας καὶ θαυμάσαντας ἐκείνην αὐτοὺς τῶν ἄλλων θαυμαστοτέρους ὄντας.
というのも、ヘレネを愛し、彼女に驚嘆した人々自身が、他の誰よりも驚嘆すべき者たちであることを私たちが示すなら、これこそがヘレネを称賛しようと望む人々にとって最大の論拠となると考えるからである。
ὅσα μὲν γὰρ ἐφʼ ἡμῶν γέγονεν, εἰκότως ἂν ταῖς δόξαις ταῖς ἡμετέραις αὐτῶν διακρίνοιμεν, περὶ δὲ τῶν οὕτω παλαιῶν προσήκει τοῖς κατʼ ἐκεῖνον τὸν χρόνον εὖ φρονήσασιν ὁμονοοῦντας ἡμᾶς φαίνεσθαι.
なぜなら、私たちの時代に起こったことについては、私たちは当然、自分たちの判断によって決定するであろうが、これほど古い事柄については、当時の賢明な人々と思惑を同じくしているように私たちが見えるのがふさわしいからである。
§23κάλλιστον μὲν οὖν ἔχω περὶ Θησέως τοῦτʼ εἰπεῖν, ὅτι κατὰ τὸν αὐτὸν χρόνον Ἡρακλεῖ γενόμενος ἐνάμιλλον τὴν αὑτοῦ δόξαν πρὸς τὴν ἐκείνου κατέστησεν.
さて、テセウスについて語ることのできる最も素晴らしいことは、彼がヘラクレスと同じ時代に生まれ、自らの名声を彼の名声に匹敵するものとしたことである。
οὐ γὰρ μόνον τοῖς ὅπλοις ἐκοσμήσαντο παραπλησίοις, ἀλλὰ καὶ τοῖς ἐπιτηδεύμασιν ἐχρήσαντο τοῖς αὐτοῖς, πρέποντα τῇ συγγενείᾳ ποιοῦντες.
なぜなら、彼らはよく似た武具で身を飾っただけでなく、同じ生き方を送り、親族関係にふさわしい行動をしたからである。
ἐξ ἀδελφῶν γὰρ γεγονότες, ὁ μὲν ἐκ Διός, ὁ δʼ ἐκ Ποσειδῶνος, ἀδελφὰς καὶ τὰς ἐπιθυμίας ἔσχον.
というのも、兄弟である者たち(一方はゼウスから、他方はポセイドンから)から生まれたため、彼らはその望みをも兄弟のように同じくしたからである。
μόνοι γὰρ οὗτοι τῶν προγεγενημένων ὑπὲρ τοῦ βίου τοῦ τῶν ἀνθρώπων ἀθληταὶ κατέστησαν.
かつて生まれた人々の中で、彼ら二人だけが人間の生活のために闘う者となったのである。
συνέβη δὲ τὸν μὲν ὀνομαστοτέρους καὶ μείζους, §24τὸν δʼ ὠφελιμωτέρους καὶ τοῖς Ἕλλησιν οἰκειοτέρους ποιήσασθαι τοὺς κινδύνους.
そして、一方はより有名でより大きな危険を引き受け、他方はより有益で、ギリシア人にとってより身近な危険を自らのものとした。
τῷ μὲν γὰρ Εὐρυσθεὺς προσέταττε τάς τε βοῦς τὰς ἐκ τῆς Ἐρυθείας ἀγαγεῖν καὶ τὰ μῆλα τὰ τῶν Ἑσπερίδων ἐνεγκεῖν καὶ τὸν Κέρβερον ἀναγαγεῖν καὶ τοιούτους ἄλλους πόνους, ἐξ ὧν ἤμελλεν οὐ τοὺς ἄλλους ὠφελήσειν ἀλλʼ αὐτὸς κινδυνεύσειν·
なぜなら、前者に対しては、エウリュステウスがエリュテイアから牛たちを連れてくること、ヘスペリデスの黄金のリンゴを持ってくること、ケルベロスを連れてくること、および、他者には何ら益することなく、彼自身が危険に身をさらすことになるような、これらに類する他の労苦を命じたからである。
§25ὁ δʼ αὐτὸς αὑτοῦ κύριος ὢν τούτους προῃρεῖτο τῶν ἀγώνων ἐξ ὧν ἤμελλεν ἢ τῶν Ἑλλήνων ἢ τῆς αὑτοῦ πατρίδος εὐεργέτης γενήσεσθαι.
しかし後者は、自分自身の主であったため、ギリシア人たち、あるいは自らの祖国の恩人となるような戦いを自ら選択した。
καὶ τόν τε ταῦρον τὸν ἀνεθέντα μὲν ὑπὸ Ποσειδῶνος, τὴν δὲ χώραν λυμαινόμενον, ὃν πάντες οὐκ ἐτόλμων ὑπομένειν, μόνος χειρωσάμενος μεγάλου φόβου καὶ πολλῆς ἀπορίας τοὺς οἰκοῦντας τὴν πόλιν ἀπήλλαξεν·
そして、ポセイドンによって放たれ、その土地を荒らし回っていた雄牛、誰も立ち向かう勇気を持たなかったあの雄牛を、彼は一人で退治し、その都市の住民たちを大きな恐怖と多大な困惑から救い出した。
§26καὶ μετὰ ταῦτα Λαπίθαις σύμμαχος γενόμενος, στρατευσάμενος ἐπὶ Κενταύρους τοὺς διφυεῖς, οἳ καὶ τάχει καὶ ῥώμῃ καὶ τόλμῃ διενεγκόντες τὰς μὲν ἐπόρθουν, τὰς δʼ ἤμελλον, ταῖς δʼ ἠπείλουν τῶν πόλεων, τούτους μάχῃ νικήσας εὐθὺς μὲν αὐτῶν τὴν ὕβριν ἔπαυσεν, οὐ πολλῷ δʼ ὕστερον τὸ γένος ἐξ ἀνθρώπων ἠφάνισεν.
そしてその後、ラピタイ人の同盟者となり、俊敏さと力と大胆さにおいて際立っており、ある都市を略奪し、ある都市を略奪しようとし、またある都市を脅かしていた二つの身体を持つケンタウロスたちに対して遠征し、彼らを戦いで破ることで、直ちに彼らの傲慢さを終わらせ、それからほどなくしてその種族を人間の中から消し去った。
§27περὶ δὲ τοὺς αὐτοὺς χρόνους τὸ τέρας τὸ τραφὲν μὲν ἐν Κρήτῃ, γενόμενον δʼ ἐκ Πασιφάης τῆς Ἡλίου θυγατρός, ᾧ κατὰ μαντείαν δασμὸν τῆς πόλεως δὶς ἑπτὰ παῖδας ἀποστελλούσης, ἰδὼν αὐτοὺς ἀγομένους καὶ πανδημεὶ προπεμπομένους ἐπὶ θάνατον ἄνομον καὶ προῦπτον καὶ πενθουμένους ἔτι ζῶντας, οὕτως ἠγανάκτησεν ὥσθʼ ἡγήσατο κρεῖττον εἶναι τεθνάναι μᾶλλον ἢ ζῆν ἄρχων τῆς πόλεως τῆς οὕτως οἰκτρὸν τοῖς ἐχθροῖς φόρον ὑποτελεῖν ἠναγκασμένης.
また同じ頃、クレタ島で育てられ、ヘリオスの娘パシパエから生まれた怪物に対して、神託に従って都市が二度、七人の子供たちを貢ぎ物として送っていたが、彼らが連行され、非道かつ目に見える死へと全市民によって見送られ、まだ生きているうちから哀悼されているのを見て、テセウスはひどく憤慨したため、このように惨めな貢ぎ物を敵に支払うことを余儀なくされている都市の支配者として生きるよりは、死ぬ方がましであると考えた。
§28σύμπλους δὲ γενόμενος, καὶ κρατήσας φύσεως ἐξ ἀνδρὸς μὲν καὶ ταύρου μεμιγμένης, τὴν δʼ ἰσχὺν ἐχούσης οἵαν προσήκει τὴν ἐκ τοιούτων σωμάτων συγκειμένην, τοὺς μὲν παῖδας διασώσας τοῖς γονεῦσιν ἀπέδωκε, τὴν δὲ πόλιν οὕτως ἀνόμου καὶ δεινοῦ καὶ δυσαπαλλάκτου προστάγματος ἠλευθέρωσεν.
そして子供たちと船に同乗し、人間と雄牛が混ざり合った本性を持ち、そのような体から成るにふさわしいだけの力を持った怪物を打ち破って、子供たちを救出してその両親たちに返し、都市をこのような不条理で恐ろしく、逃れがたい命令から解放した。
§29ἀπορῶ δʼ ὅ τι χρήσωμαι τοῖς ἐπιλοίποις·
しかし、残りの部分をどのように扱うべきか私は途方に暮れている。
ἐπιστὰς γὰρ ἐπὶ τὰ Θησέως ἔργα καὶ λέγειν ἀρξάμενος περὶ αὐτῶν ὀκνῶ μὲν μεταξὺ παύσασθαι καὶ παραλιπεῖν τήν τε Σκίρωνος καὶ Κερκύονος καὶ τῶν ἄλλων τῶν τοιούτων παρανομίαν, πρὸς οὓς ἀνταγωνιστὴς γενόμενος ἐκεῖνος πολλῶν καὶ μεγάλων συμφορῶν τοὺς Ἕλληνας ἀπήλλαξεν, αἰσθάνομαι δʼ ἐμαυτὸν ἔξω φερόμενον τῶν καιρῶν καὶ δέδοικα μή τισι δόξω περὶ τούτου μᾶλλον σπουδάζειν ἢ περὶ ἧς τὴν ἀρχὴν ὑπεθέμην.
というのも、テセウスの業績に立ち止まり、それらについて語り始めると、途中で止めることや、スキロンやケルキュオン、その他そのような者たちの無法な振る舞いを省略することをためらうからである。 テセウスは彼らの敵対者となり、ギリシア人たちを多くの大きな災難から救い出したのだが、しかし私は自分が時機を逸して脱線していることに気づいており、自分が当初設定したテーマについてよりも、彼についてより熱心に語っていると一部の人々に思われはしないかと恐れているからである。

語釈・文法注

  1. §21εἰ μὲν οὖν ὁ ταῦτα πράξας εἷς ἦν τῶν τυχόντων ἀλλὰ μὴ τῶν πολὺ διενεγκόντων, οὐκ ἄν πω δῆλος ἦν ὁ λόγος, πότερον Ἑλένης ἔπαινος ἢ κατηγορία Θησέως ἐστίν· — 「εἰ ... ἦν ... οὐκ ἄν ... ἦν」は、過去の事実に反する仮定を表す反実仮想構文。テセウスがもし凡庸な人物であったなら、この言論の意図(ヘレネの称賛かテセウスの告発か)が不明瞭であっただろうが、実際にはテセウスが極めて優れた人物であるため、ヘレネの価値を高めることになると主張している。
  2. §22τοῖς κατʼ ἐκεῖνον τὸν χρόνον εὖ φρονήσασιν ὁμονοοῦντας ἡμᾶς φαίνεσθαι. — 非人称動詞 `προσήκει` に導かれた対格不定詞構文。 `φαίνεσθαι`(〜であるように見える、現れる)の意味上の主語は対格の `ἡμᾶς` であり、それに一致する分詞 `ὁμονοοῦντας` が補語として機能している。さらに `ὁμονοοῦντας`(思惑を同じくする)は与格 `τοῖς ... εὖ φρονήσασιν`(当時賢明であった人々)を支配している。
  3. §23συνέβη δὲ τὸν μὲν ὀνομαστοτέρους καὶ μείζους, — 非人称動詞 `συνέβη`(〜という結果になった)に導かれる対格不定詞構文が、§23から§24にまたがって展開している。不定詞 `ποιήσασθαι`(§24)の意味上の主語として、対格 `τὸν μὲν`(ヘラクレス)と `τὸν δὲ`(テセウス、§24)が対比的に置かれている。
  4. §27ᾧ κατὰ μαντείαν δασμὸν τῆς πόλεως δὶς ἑπτὰ παῖδας ἀποστελλούσης, — 関係代名詞 `ᾧ`(怪物ミノタウロスを指す与格、〜に対して)で始まる関係節の内部に、属格独立分詞構文 `τῆς πόλεως ... ἀποστελλούσης`(都市が送り出していたので)が挿入された複雑な構造。 `δασμόν` は `ἀποστελλούσης` の目的語(または同格的対格)であり、 `δὶς ἑπτὰ παῖδας` は「二度、七人の子供たち」(すなわち14人)を意味する。
  5. §29ὅ τι χρήσωμαι τοῖς ἐπιλοίποις — `ὅ τι χρήσωμαι` は、疑問代名詞を用いた間接疑問節内の熟議接続法(aorist middle subjunctive)。動詞 `χράομαι`(用いる、扱う)は与格支配であるため、 `τοῖς ἐπιλοίποις`(残りの事柄)が与格となっている。

この箇所を引用する

イソクラテス, ヘレネ頌 §21-29. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0010.tlg009.humanitext-grc2:21-29

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。