§21εἰ μὲν οὖν ὁ ταῦτα πράξας εἷς ἦν τῶν τυχόντων ἀλλὰ μὴ τῶν πολὺ διενεγκόντων, οὐκ ἄν πω δῆλος ἦν ὁ λόγος, πότερον Ἑλένης ἔπαινος ἢ κατηγορία Θησέως ἐστίν· νῦν δὲ τῶν μὲν ἄλλων τῶν εὐδοκιμησάντων εὑρήσομεν τὸν μὲν ἀνδρίας, τὸν δὲ σοφίας, τὸν δʼ ἄλλου τινὸς τῶν τοιούτων μερῶν ἀπεστερημένον, τοῦτον δὲ μόνον οὐδʼ ἑνὸς ἐνδεᾶ γενόμενον, ἀλλὰ παντελῆ τὴν ἀρετὴν κτησάμενον.
因此,如果做出这些事的人只是一个凡夫俗子,而不是大为杰出的伟人,那么还不能清楚地知道这篇言辞究竟是对海伦的赞美,还是对忒修斯的指责;但现实中,在其他博得声名的人身上,我们会发现有人缺乏勇气,有人缺乏智慧,或者缺乏其他类似的某一部分美德,唯独这一个人没有在任何一件事上有所欠缺,而是获得了完整的美德。
§22δοκεῖ δέ μοι πρέπειν περὶ αὐτοῦ καὶ διὰ μακροτέρων εἰπεῖν· ἡγοῦμαι γὰρ ταύτην μεγίστην εἶναι πίστιν τοῖς βουλομένοις Ἑλένην ἐπαινεῖν, ἢν ἐπιδείξωμεν τοὺς ἀγαπήσαντας καὶ θαυμάσαντας ἐκείνην αὐτοὺς τῶν ἄλλων θαυμαστοτέρους ὄντας.
在我看来,对他也进行更详细的论述是恰当的;因为我认为,如果我们能证明那些爱慕并惊叹于她的人,他们自身比其他所有人更加令人惊叹,这将是那些想要赞美海伦的人最大的论据。
ὅσα μὲν γὰρ ἐφʼ ἡμῶν γέγονεν, εἰκότως ἂν ταῖς δόξαις ταῖς ἡμετέραις αὐτῶν διακρίνοιμεν, περὶ δὲ τῶν οὕτω παλαιῶν προσήκει τοῖς κατʼ ἐκεῖνον τὸν χρόνον εὖ φρονήσασιν ὁμονοοῦντας ἡμᾶς φαίνεσθαι.
因为对于发生在我们时代的事,我们自然会用我们自己的意见来评判,但对于如此古老的事,我们应当与那个时代明智的人们保持一致。
§23κάλλιστον μὲν οὖν ἔχω περὶ Θησέως τοῦτʼ εἰπεῖν, ὅτι κατὰ τὸν αὐτὸν χρόνον Ἡρακλεῖ γενόμενος ἐνάμιλλον τὴν αὑτοῦ δόξαν πρὸς τὴν ἐκείνου κατέστησεν.
关于忒修斯,我所能说的最美妙的事,就是他与赫拉克勒斯生活在同一时代,并使自己的名声能与后者并驾齐驱。
οὐ γὰρ μόνον τοῖς ὅπλοις ἐκοσμήσαντο παραπλησίοις, ἀλλὰ καὶ τοῖς ἐπιτηδεύμασιν ἐχρήσαντο τοῖς αὐτοῖς, πρέποντα τῇ συγγενείᾳ ποιοῦντες.
因为他们不仅佩戴了相似的武器,而且采取了相同的志趣,做出了符合他们亲缘关系的行为。
ἐξ ἀδελφῶν γὰρ γεγονότες, ὁ μὲν ἐκ Διός, ὁ δʼ ἐκ Ποσειδῶνος, ἀδελφὰς καὶ τὰς ἐπιθυμίας ἔσχον.
由于他们是由兄弟(一为宙斯,一为波塞冬)所生,他们的志向也如同兄弟般一致。
μόνοι γὰρ οὗτοι τῶν προγεγενημένων ὑπὲρ τοῦ βίου τοῦ τῶν ἀνθρώπων ἀθληταὶ κατέστησαν.
在先辈之中,唯有他们两人成为人类生活的捍卫者。
συνέβη δὲ τὸν μὲν ὀνομαστοτέρους καὶ μείζους, §24τὸν δʼ ὠφελιμωτέρους καὶ τοῖς Ἕλλησιν οἰκειοτέρους ποιήσασθαι τοὺς κινδύνους.
然而,结果是,一者的危险更为著名且更为重大,而另一者则使自己的危险对希腊人更为有益且更为贴近。
τῷ μὲν γὰρ Εὐρυσθεὺς προσέταττε τάς τε βοῦς τὰς ἐκ τῆς Ἐρυθείας ἀγαγεῖν καὶ τὰ μῆλα τὰ τῶν Ἑσπερίδων ἐνεγκεῖν καὶ τὸν Κέρβερον ἀναγαγεῖν καὶ τοιούτους ἄλλους πόνους, ἐξ ὧν ἤμελλεν οὐ τοὺς ἄλλους ὠφελήσειν ἀλλʼ αὐτὸς κινδυνεύσειν· §25ὁ δʼ αὐτὸς αὑτοῦ κύριος ὢν τούτους προῃρεῖτο τῶν ἀγώνων ἐξ ὧν ἤμελλεν ἢ τῶν Ἑλλήνων ἢ τῆς αὑτοῦ πατρίδος εὐεργέτης γενήσεσθαι.
因为对前者,欧律斯透斯命令他赶回红岛的牛群,带回赫斯珀里得斯的苹果,带出刻耳柏洛斯,以及其他类似的劳苦,从这些劳苦中,他不能带给他人益处,却要使自己身陷险境;而后者作为自己的主宰,亲自选择了那些能使他成为希腊人或自己祖国的恩人的斗争。
καὶ τόν τε ταῦρον τὸν ἀνεθέντα μὲν ὑπὸ Ποσειδῶνος, τὴν δὲ χώραν λυμαινόμενον, ὃν πάντες οὐκ ἐτόλμων ὑπομένειν, μόνος χειρωσάμενος μεγάλου φόβου καὶ πολλῆς ἀπορίας τοὺς οἰκοῦντας τὴν πόλιν ἀπήλλαξεν· §26καὶ μετὰ ταῦτα Λαπίθαις σύμμαχος γενόμενος, στρατευσάμενος ἐπὶ Κενταύρους τοὺς διφυεῖς, οἳ καὶ τάχει καὶ ῥώμῃ καὶ τόλμῃ διενεγκόντες τὰς μὲν ἐπόρθουν, τὰς δʼ ἤμελλον, ταῖς δʼ ἠπείλουν τῶν πόλεων, τούτους μάχῃ νικήσας εὐθὺς μὲν αὐτῶν τὴν ὕβριν ἔπαυσεν, οὐ πολλῷ δʼ ὕστερον τὸ γένος ἐξ ἀνθρώπων ἠφάνισεν.
至于那只由波塞冬放出来、蹂躏土地、且众人皆不敢面对的雄牛,他独自将其驯服,使城中的居民免于巨大的恐惧和极度的困惑;在此之后,他成为拉庇泰人的盟友,并对半人半兽的肯陶洛斯人发起远征。 这些人在速度、力量和胆识上都出类拔萃,他们已经劫掠了一些城市,正准备劫掠另一些,并且在威胁着其他城市。 他通过战斗击败了他们,立即制止了他们的狂妄,并在不久之后将这一种族从人类中消灭。
§27περὶ δὲ τοὺς αὐτοὺς χρόνους τὸ τέρας τὸ τραφὲν μὲν ἐν Κρήτῃ, γενόμενον δʼ ἐκ Πασιφάης τῆς Ἡλίου θυγατρός, ᾧ κατὰ μαντείαν δασμὸν τῆς πόλεως δὶς ἑπτὰ παῖδας ἀποστελλούσης, ἰδὼν αὐτοὺς ἀγομένους καὶ πανδημεὶ προπεμπομένους ἐπὶ θάνατον ἄνομον καὶ προῦπτον καὶ πενθουμένους ἔτι ζῶντας, οὕτως ἠγανάκτησεν ὥσθʼ ἡγήσατο κρεῖττον εἶναι τεθνάναι μᾶλλον ἢ ζῆν ἄρχων τῆς πόλεως τῆς οὕτως οἰκτρὸν τοῖς ἐχθροῖς φόρον ὑποτελεῖν ἠναγκασμένης.
大约在同一时期,关于在克里特岛抚养、由太阳神之女帕西法埃所生的怪物,根据神启,城邦需要送去两倍于七个的孩子作为贡品。 当忒修斯看到孩子们被带走,全城百姓送他们去面临不公且显而易见的死亡,且在生前就为他们哀悼时,他极为愤慨,以至于认为,与其作为被迫向敌人缴纳如此可怜贡品的城邦统治者而活,不如死去。
§28σύμπλους δὲ γενόμενος, καὶ κρατήσας φύσεως ἐξ ἀνδρὸς μὲν καὶ ταύρου μεμιγμένης, τὴν δʼ ἰσχὺν ἐχούσης οἵαν προσήκει τὴν ἐκ τοιούτων σωμάτων συγκειμένην, τοὺς μὲν παῖδας διασώσας τοῖς γονεῦσιν ἀπέδωκε, τὴν δὲ πόλιν οὕτως ἀνόμου καὶ δεινοῦ καὶ δυσαπαλλάκτου προστάγματος ἠλευθέρωσεν.
他与他们同船出发,并战胜了那人牛混合的天性——它拥有由这两种身体结合而成的应有力量,他救出了孩子们并还给他们的父母,使城邦从如此不公、可怕且难以摆脱的命令中解放出来。
§29ἀπορῶ δʼ ὅ τι χρήσωμαι τοῖς ἐπιλοίποις· ἐπιστὰς γὰρ ἐπὶ τὰ Θησέως ἔργα καὶ λέγειν ἀρξάμενος περὶ αὐτῶν ὀκνῶ μὲν μεταξὺ παύσασθαι καὶ παραλιπεῖν τήν τε Σκίρωνος καὶ Κερκύονος καὶ τῶν ἄλλων τῶν τοιούτων παρανομίαν, πρὸς οὓς ἀνταγωνιστὴς γενόμενος ἐκεῖνος πολλῶν καὶ μεγάλων συμφορῶν τοὺς Ἕλληνας ἀπήλλαξεν, αἰσθάνομαι δʼ ἐμαυτὸν ἔξω φερόμενον τῶν καιρῶν καὶ δέδοικα μή τισι δόξω περὶ τούτου μᾶλλον σπουδάζειν ἢ περὶ ἧς τὴν ἀρχὴν ὑπεθέμην.
但我不知道该如何处理其余的事;因为在停留在忒修斯的功绩并开始谈论它们之后,我既犹豫是否要在中途停止并省去斯基隆、刻耳丘翁以及其他类似恶徒的无法无天,(忒修斯成为他们的对手,从而使希腊人免于许多巨大的灾难);但我又意识到自己被带偏到了适当的时机之外,并且担心在一些人看来,我对他倾注的热情似乎超过了对我在开头设定为主题的她。