Humanitext Reader

イソクラテス · ヘレネ頌 §30-39

テセウスの徳によるヘレネの賛美と求婚者たち

4 / 7 箇所 · ギリシア語

要旨

テセウスがその勇気、敬虔さ、そして優れた治世を通じて完璧な美徳を示したことを称え、そのような彼をすら魅了したヘレネの卓越性を、テセウスの存在を最大の証拠として論じる。さらに、テセウスが冥界に下った後にヘレネが適齢期を迎えると、ギリシア中の支配者たちが競って求婚したことを紹介し、次の論題へと移行する。

§30ἐξ ἀμφοτέρων οὖν τούτων αἱροῦμαι τὰ μὲν πλεῖστα παραλιπεῖν διὰ τοὺς δυσκόλως ἀκροωμένους, περὶ δὲ τῶν ἄλλων ὡς ἂν δύνωμαι συντομώτατα διελθεῖν, ἵνα τὰ μὲν ἐκείνοις, τὰ δʼ ἐμαυτῷ χαρίσωμαι, καὶ μὴ παντάπασιν ἡττηθῶ τῶν εἰθισμένων φθονεῖν καὶ τοῖς λεγομένοις ἅπασιν ἐπιτιμᾶν.
したがって、これら両方の理由から、私は気難しい聞き手たちに配慮して大半のことは省略し、残りの部分についてはできる限り手短に述べることを選ぶ。 それは、一方では彼らの、他方では私の意にかなうようにするためであり、また、嫉妬することや語られることすべてを非難することを常とする者たちに完全に負けてしまわないようにするためである。
§31τὴν μὲν οὖν ἀνδρίαν ἐν τούτοις ἐπεδείξατο τοῖς ἔργοις ἐν οἷς αὐτὸς καθʼ αὑτὸν ἐκινδύνευσε, τὴν δʼ ἐπιστήμην ἣν εἶχε πρὸς τὸν πόλεμον, ἐν ταῖς μάχαις αἷς μεθʼ ὅλης τῆς πόλεως ἠγωνίσατο, τὴν δʼ εὐσέβειαν τὴν πρὸς τοὺς θεοὺς ἔν τε ταῖς Ἀδράστου καὶ ταῖς τῶν παίδων τῶν Ἡρακλέους ἱκετείαις, τοὺς μὲν γὰρ μάχῃ νικήσας Πελοποννησίους διέσωσε, τῷ δὲ τοὺς ὑπὸ τῇ Καδμείᾳ τελευτήσαντας βίᾳ Θηβαίων θάψαι παρέδωκε, τὴν δʼ ἄλλην ἀρετὴν καὶ τὴν σωφροσύνην ἔν τε τοῖς προειρημένοις καὶ μάλιστʼ ἐν οἷς τὴν πόλιν διῴκησεν.
さて、テセウスは勇気については、自ら単独で危険を冒したあの業績においてそれを示し、戦争に関して持っていた知見については、都市全体とともに戦った戦闘においてそれを示し、神々に対する敬虔については、アドラストスの懇願とヘラクレスの子らの懇願の両方においてそれを示した。 というのも、一方(後者)に対しては、ペロポネソス人たちを戦闘で破って彼らを救い出し、他方(前者)に対しては、カドメイアの麓で死んだ者たちをテーバイ人たちの意に反して埋葬するために引き渡したからである。 そして、他の徳と節度については、前述の事柄において、またとりわけ彼が都市を統治した事柄においてそれを示した。
§32ὁρῶν γὰρ τοὺς βίᾳ τῶν πολιτῶν ἄρχειν ζητοῦντας ἑτέροις δουλεύοντας καὶ τοὺς ἐπικίνδυνον τὸν βίον τοῖς ἄλλοις καθιστάντας αὐτοὺς περιδεῶς ζῶντας, καὶ πολεμεῖν ἀναγκαζομένους μετὰ μὲν τῶν πολιτῶν πρὸς τοὺς ἐπιστρατευομένους, μετὰ δʼ ἄλλων τινῶν πρὸς τοὺς συμπολιτευομένους,
というのも、彼は、市民たちの意に反して力ずくで支配しようとする者たちが他者に隷属しているのを見、また、他者の生活を危険なものにする者たち自身が怯えながら暮らしているのを見、さらに、侵攻してくる者たちに対しては市民たちとともに、市民同胞たちに対しては他の何者かとともに戦うことを強いられているのを見ていたからである。
§33ἔτι δὲ συλῶντας μὲν τὰ τῶν θεῶν, ἀποκτείνοντας δὲ τοὺς βελτίστους τῶν πολιτῶν, ἀπιστοῦντας δὲ τοῖς οἰκειοτάτοις, οὐδὲν δὲ ῥᾳθυμότερον ζῶντας τῶν ἐπὶ θανάτῳ συνειλημμένων, ἀλλὰ τὰ μὲν ἔξω ζηλουμένους, αὐτοὺς δὲ παρʼ αὑτοῖς μᾶλλον τῶν ἄλλων λυπουμένους·
さらに、彼らが神々の財物を略奪し、市民のうち最も優れた者たちを殺害し、最も親しい者たちを信用せず、死刑のために捕らえられた者たちより少しも気楽に暮らすことなく、外面では羨ましがられながらも、内面では自分たち自身が他者以上に苦しんでいるのを見ていたからである。
§34τί γάρ ἐστιν ἄλγιον ἢ ζῆν ἀεὶ δεδιότα μή τις αὑτὸν τῶν παρεστώτων ἀποκτείνῃ, καὶ μηδὲν ἧττον φοβούμενον τοὺς φυλάττοντας ἢ τοὺς ἐπιβουλεύοντας;
実際、傍らに立つ者の誰かが自分を殺すのではないかと常に恐れ、陰謀を企てる者たちと少しも劣らず護衛の者たちを恐れて生きること以上に、何が苦しいだろうか。
τούτων ἁπάντων καταφρονήσας καὶ νομίσας οὐκ ἄρχοντας ἀλλὰ νοσήματα τῶν πόλεων εἶναι τοὺς τοιούτους, ἐπέδειξεν ὅτι ῥᾴδιόν ἐστιν ἅμα τυραννεῖν καὶ μηδὲν χεῖρον διακεῖσθαι τῶν ἐξ ἴσου πολιτευομένων.
これらすべてを軽蔑し、そのような者たちは支配者ではなく都市の病であると考えて、テセウスは、君主でありつつ、対等に国政に参画している者たちと少しも変わらず平穏な状態にあることは容易であるということを示した。
§35καὶ πρῶτον μὲν τὴν πόλιν σποράδην καὶ κατὰ κώμας οἰκοῦσαν εἰς ταὐτὸν συναγαγὼν τηλικαύτην ἐποίησεν ὥστʼ ἔτι καὶ νῦν ἀπʼ ἐκείνου τοῦ χρόνου μεγίστην τῶν Ἑλληνίδων εἶναι·
そしてまず第一に、散在し村々に分かれて暮らしていた都市を一つに集めてこれほど偉大なものにしたため、あの時代から今に至るまでなおギリシアの都市の中で最大であるほどにした。
μετὰ δὲ ταῦτα κοινὴν τὴν πατρίδα καταστήσας καὶ τὰς ψυχὰς τῶν συμπολιτευομένων ἐλευθερώσας ἐξ ἴσου τὴν ἅμιλλαν αὐτοῖς περὶ τῆς ἀρετῆς ἐποίησε, πιστεύων μὲν ὁμοίως αὐτῶν προέξειν ἀσκούντων ὥσπερ ἀμελούντων, εἰδὼς δὲ τὰς τιμὰς ἡδίους οὔσας τὰς παρὰ τῶν μέγα φρονούντων ἢ τὰς παρὰ τῶν δουλευόντων.
その後に、祖国を万人のための共同のものとし、市民同胞たちの魂を自由にして、彼らにとって美徳をめぐる競い合いを対等なものとした。 それは、彼らが鍛錬しようとも怠ろうとも、同様に自分が彼らより秀でるであろうと確信しており、また、誇り高き人々から得られる名誉の方が、隷属する人々から得られる名誉よりも快いものであると知っていたからである。
§36τοσούτου δʼ ἐδέησεν ἀκόντων τι ποιεῖν τῶν πολιτῶν ὥσθʼ ὁ μὲν τὸν δῆμον καθίστη κύριον τῆς πολιτείας, οἱ δὲ μόνον αὐτὸν ἄρχειν ἠξίουν, ἡγούμενοι πιστοτέραν καὶ κοινοτέραν εἶναι τὴν ἐκείνου μοναρχίαν τῆς αὑτῶν δημοκρατίας.
市民たちの意に反して何かを行うことなどからあまりにも程遠かったので、彼が民衆を国政の主権者としようとしたのに対し、市民たちは彼一人だけが支配することを求め、彼の君主制の方が、自分たちの民主制よりも信頼でき、公共の利益に適うと考えたほどであった。
οὐ γὰρ ὥσπερ ἕτεροι τοὺς μὲν πόνους ἄλλοις προσέταττε, τῶν δʼ ἡδονῶν αὐτὸς μόνος ἀπέλαυεν, ἀλλὰ τοὺς μὲν κινδύνους ἰδίους ἐποιεῖτο, τὰς δʼ ὠφελείας ἅπασιν εἰς τὸ κοινὸν ἀπεδίδου.
というのも、他の支配者たちのように、一方で苦労を他人に命じ、他方で快楽を自分一人だけで享受するようなことはせず、むしろ、危険は自分自身のものとし、利益はすべての者のために公共へと還元したからである。
§37καὶ γάρ τοι διετέλεσε τὸν βίον οὐκ ἐπιβουλευόμενος ἀλλʼ ἀγαπώμενος, οὐδʼ ἐπακτῷ δυνάμει τὴν ἀρχὴν διαφυλάττων, ἀλλὰ τῇ τῶν πολιτῶν εὐνοίᾳ δορυφορούμενος, τῇ μὲν ἐξουσίᾳ τυραννῶν, ταῖς δʼ εὐεργεσίαις δημαγωγῶν·
それゆえにまた、彼は陰謀を企てられることなく愛されつつ生涯を過ごし、また、外部から導入された力によって支配を守るのではなく、市民たちの好意によって護衛され、権力においては絶対的支配者でありつつも、恩恵においては民衆の指導者であった。
οὕτω γὰρ νομίμως καὶ καλῶς διῴκει τὴν πόλιν ὥστʼ ἔτι καὶ νῦν ἴχνος τῆς ἐκείνου πραότητος ἐν τοῖς ἤθεσιν ἡμῶν καταλελεῖφθαι.
というのも、彼は非常に法に則り、かつ見事に都市を治めたので、今に至るまでなお、彼の穏やかさの名残が私たちの気風の中に残されているほどである。
§38τὴν δὴ γεννηθεῖσαν μὲν ὑπὸ Διός, κρατήσασαν δὲ τοιαύτης ἀρετῆς καὶ σωφροσύνης, πῶς οὐκ ἐπαινεῖν χρὴ καὶ τιμᾶν καὶ νομίζειν πολὺ τῶν πώποτε γενομένων διενεγκεῖν;
されば、ゼウスによって生み出され、これほどの美徳と節度を持つ者を征服した彼女を、どうして称賛し、尊び、かつて生まれたすべての人々を遥かに凌駕していると考えずにいられようか。
οὐ γὰρ δὴ μάρτυρά γε πιστότερον οὐδὲ κριτὴν ἱκανώτερον ἕξομεν ἐπαγαγέσθαι περὶ τῶν Ἑλένῃ προσόντων ἀγαθῶν τῆς Θησέως διανοίας.
というのも、ヘレネに備わっている美徳について、テセウスの判断以上に信頼できる証人、あるいはより適任な判定者を、私たちは決して連れてくることができないからである。
ἵνα δὲ μὴ δοκῶ διʼ ἀπορίαν περὶ τὸν αὐτὸν τόπον διατρίβειν, μηδʼ ἀνδρὸς ἑνὸς δόξῃ καταχρώμενος ἐπαινεῖν αὐτήν, βούλομαι καὶ περὶ τῶν ἐχομένων διελθεῖν.
しかし、私が語るべきことの不足のために同じ論題にとどまっていると思われないように、また、一人の男の評判を濫用して彼女を称賛していると思われないように、私はそれに続く事柄についても述べたいと思う。
§39μετὰ γὰρ τὴν Θησέως εἰς Ἅιδου κατάβασιν ἐπανελθούσης αὖθις εἰς Λακεδαίμονα καὶ πρὸς τὸ μνηστεύεσθαι λαβούσης ἡλικίαν ἅπαντες οἱ τότε βασιλεύοντες καὶ δυναστεύοντες τὴν αὐτὴν γνώμην ἔσχον περὶ αὐτῆς·
というのも、テセウスが冥界へ降下した後に、彼女が再びラケダイモンへと戻り、結婚に適した年齢に達したとき、当時のすべての王たちや支配者たちが彼女について同じ考えを抱いたからである。
ἐξὸν γὰρ αὐτοῖς λαμβάνειν ἐν ταῖς αὑτῶν πόλεσι γυναῖκας τὰς πρωτευούσας, ὑπεριδόντες τοὺς οἴκοι γάμους ἦλθον ἐκείνην μνηστεύσοντες.
すなわち、自らの都市において最も身分の高い女性たちを妻に迎えることができたにもかかわらず、故郷での結婚を軽んじて、彼女に求婚するためにやって来たのである。

語釈・文法注

  1. §31τοὺς μὲν ... τῷ δὲ — 先行する二つの嘆願(「アドラストスによる懇願」と「ヘラクレスの子らによる懇願」)に対し、交差配列(chiasmus)で応じている。複数対格の τοὺς μὲν は後者の「ヘラクレスの子ら」(複数)を、単数与格の τῷ δὲ は前者の「アドラストス」(単数)を指す。
  2. §35αὐτῶν ἀσκούντων ὥσπερ ἀμελούντων — αὐτῶν は比較を表す動詞 προέξειν の補語(比較の属格、「彼らよりも」)であり、分詞 ἀσκούντων および ἀμελούντων はこれに一致している。一見すると属格独立構文のようであるが、主節の不定詞句の補語を兼ねた分詞の形容詞的用法(条件を示す)である。
  3. §38τὴν δὴ γεννηθεῖσαν μὲν ... κρατήσασαν δὲ — 女性対格の定冠詞 τὴν および分詞 γεννηθεῖσαν, κρατήσασαν は、前文までの主役であったテセウスではなく、本演説の主題であるヘレネ(女性)を指している。τοιαύτης ἀρετῆς καὶ σωφροσύνης は κρατήσασαν の支配する属格で、テセウスの美徳を指し、「これほど優れた徳と節度を持つ者[テセウス]を征服した彼女」という意味になる。
  4. §39ἐπανελθούσης ... καὶ ... λαβούσης — 意味上の主語(ヘレネ)が明示されていない属格独立構文。分詞が女性属格単数形(ἐπανελθούσης, λαβούσης)であることから、主語がヘレネであることを容易に特定できる。

この箇所を引用する

イソクラテス, ヘレネ頌 §30-39. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0010.tlg009.humanitext-grc2:30-39

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。