§11ἔστι γὰρ τῶν μὲν τοιούτων συγγραμμάτων μία τις ὁδός, ἣν οὔθʼ εὑρεῖν οὔτε μαθεῖν οὔτε μιμήσασθαι δύσκολόν ἐστιν·
というのも、そのような著作には、ある一つの道があり、それを見出すことも、学ぶことも、模倣することも困難ではないからである。
οἱ δὲ κοινοὶ πιστοὶ καὶ τούτοις ὅμοιοι τῶν λόγων διὰ πολλῶν ἰδεῶν καὶ καιρῶν δυσκαταμαθήτων εὑρίσκονταί τε καὶ λέγονται, καὶ τοσούτῳ χαλεπωτέραν ἔχουσι τὴν σύνθεσιν, ὅσῳ περ τὸ σεμνύνεσθαι τοῦ σκώπτειν καὶ τὸ σπουδάζειν τοῦ παίζειν ἐπιπονώτερόν ἐστιν.
しかし、一般的で説得力があり、これらに類する言論は、容易には把握しがたい多くの形式や好機を通じて発見され、語られるものであり、また、おごそかであることが嘲笑することよりも、真面目であることがふざけることよりも労力を要するのと全く同じ程度に、それだけ難解な構成を持っている。
σημεῖον δὲ μέγιστον·
これが最大の証拠である。
§12τῶν μὲν γὰρ τοὺς βομβυλιοὺς καὶ τοὺς ἅλας καὶ τὰ τοιαῦτα βουληθέντων ἐπαινεῖν οὐδεὶς πώποτε λόγων ἠπόρησεν, οἱ δὲ περὶ τῶν ὁμολογουμένων ἀγαθῶν ἢ καλῶν ἢ τῶν διαφερόντων ἐπʼ ἀρετῇ λέγειν ἐπιχειρήσαντες πολὺ καταδεέστερον τῶν ὑπαρχόντων ἅπαντες εἰρήκασιν.
なぜなら、マルハナバチや塩、その他これらに類するものを賛美しようと欲した者のうち、語る言葉に窮した者はかつて一人もいなかったが、万人が認める善きものや美しきもの、あるいは徳において優れた人々について語ることを試みた者たちは皆、本来あるべき姿よりもはるかに劣ったことしか語れなかったからである。
§13οὐ γὰρ τῆς αὐτῆς γνώμης ἐστὶν ἀξίως εἰπεῖν περὶ ἑκατέρων αὐτῶν, ἀλλὰ τὰ μὲν μικρὰ ῥᾴδιον τοῖς λόγοις ὑπερβαλέσθαι, τῶν δὲ χαλεπὸν τοῦ μεγέθους ἐφικέσθαι·
というのも、それら両者についてその価値にふさわしく語ることは、同じ能力に属することではないからである。 すなわち、小さな事柄は言論によって誇張することが容易であるが、偉大な事柄はその大きさに達することが困難だからである。
καὶ περὶ μὲν τῶν δόξαν ἐχόντων σπάνιον εὑρεῖν, ἃ μηδεὶς πρότερον εἴρηκε, περὶ δὲ τῶν φαύλων καὶ ταπεινῶν ὅ τι ἄν τις τύχῃ φθεγξάμενος ἅπαν ἴδιόν ἐστιν.
また、名声のある事柄については、誰もかつて語ったことのないものを見出すことは稀であるが、取るに足りない卑小な事柄については、たまたま口にしたことのすべてが、その人独自のものとなるからである。
§14διὸ καὶ τὸν γράψαντα περὶ τῆς Ἑλένης ἐπαινῶ μάλιστα τῶν εὖ λέγειν τι βουληθέντων, ὅτι περὶ τοιαύτης ἐμνήσθη γυναικός, ἣ καὶ τῷ γένει καὶ τῷ κάλλει καὶ τῇ δόξῃ πολὺ διήνεγκεν.
それゆえ私は、何か優れたことを語ろうと欲した者たちの中で、ヘレネについて書いた者を最も称賛する。 それは、血筋においても美においても名声においても大いに際立っていたような女性に、彼が言及したからである。
οὐ μὴν ἀλλὰ καὶ τοῦτον μικρόν τι παρέλαθεν·
もっとも、彼にも小さな見落としがあった。
φησὶ μὲν γὰρ ἐγκώμιον γεγραφέναι περὶ αὐτῆς, τυγχάνει δʼ ἀπολογίαν εἰρηκὼς ὑπὲρ τῶν ἐκείνῃ πεπραγμένων.
というのも、彼は彼女についての賛辞を書いたと主張しているが、実際には彼女の行ったことに対する弁明を語ることになってしまっているからである。
§15ἔστι δʼ οὐκ ἐκ τῶν αὐτῶν ἰδεῶν οὐδὲ περὶ τῶν αὐτῶν ἔργων ὁ λόγος, ἀλλὰ πᾶν τοὐναντίον·
しかし、言論は、同じ形式からなるものでもなければ、同じ行為についてのものでもなく、むしろまったく逆である。
ἀπολογεῖσθαι μὲν γὰρ προσήκει περὶ τῶν ἀδικεῖν αἰτίαν ἐχόντων, ἐπαινεῖν δὲ τοὺς ἐπʼ ἀγαθῷ τινὶ διαφέροντας.
すなわち、弁明は不正の嫌疑をかけられている者についてなされるべきであるが、称賛は何か善いことで際立っている者になされるべきだからである。
ἵνα δὲ μὴ δοκῶ τὸ ῥᾷστον ποιεῖν, ἐπιτιμᾶν τοῖς ἄλλοις μηδὲν ἐπιδεικνὺς τῶν ἐμαυτοῦ, πειράσομαι περὶ τῆς αὐτῆς ταύτης εἰπεῖν, παραλιπὼν ἅπαντα τὰ τοῖς ἄλλοις εἰρημένα.
私が、自分のものを示さずに他人を非難するという最も容易なことをしていると思われないために、私は、他の人々によって語られたことをすべて省いて、この同じ彼女について語ることを試みるつもりである。
§16τὴν μὲν οὖν ἀρχὴν τοῦ λόγου ποιήσομαι τὴν ἀρχὴν τοῦ γένους αὐτῆς.
そこで、私は言論の始まりを、彼女の家系の始まりとしよう。
πλείστων γὰρ ἡμιθέων ὑπὸ Διὸς γεννηθέντων μόνης ταύτης γυναικὸς πατὴρ ἠξίωσε κληθῆναι.
ゼウスによって数多くの半神たちが生み出されたが、この女性だけは、彼がその父親と呼ばれることをふさわしいとしたからである。
σπουδάσας δὲ μάλιστα περί τε τὸν ἐξ Ἀλκμήνης καὶ τοὺς ἐκ Λήδας, τοσούτῳ μᾶλλον Ἑλένην Ἡρακλέους προὐτίμησεν ὥστε τῷ μὲν ἰσχὺν ἔδωκεν, ἣ βίᾳ τῶν ἄλλων κρατεῖν δύναται, τῇ δὲ κάλλος ἀπένειμεν, ὃ καὶ τῆς ῥώμης αὐτῆς ἄρχειν πέφυκεν.
彼は、アルクメネから生まれた者やレダから生まれた者たちに大いに心を配ったが、ヘレネをヘラクレスよりもそれほどまでに優遇した。 すなわち、彼には他者を力で圧倒できる強さを与えたのに対し、彼女にはその力自体をも支配する本性を持つ美を分け与えたのである。
§17εἰδὼς δὲ τὰς ἐπιφανείας καὶ τὰς λαμπρότητας οὐκ ἐκ τῆς ἡσυχίας, ἀλλʼ ἐκ τῶν πολέμων καὶ τῶν ἀγώνων γιγνομένας, βουλόμενος αὐτῶν μὴ μόνον τὰ σώματʼ εἰς θεοὺς ἀναγαγεῖν ἀλλὰ καὶ τὰς δόξας ἀειμνήστους καταλιπεῖν, τοῦ μὲν ἐπίπονον καὶ φιλοκίνδυνον τὸν βίον κατέστησε, τῆς δὲ περίβλεπτον καὶ περιμάχητον τὴν φύσιν ἐποίησεν.
そして、名声や輝きが平穏からではなく、戦争や戦いから生じることを知っており、彼らの肉体を神々のもとへ引き上げるだけでなく、その名声を永遠に記憶されるものとして残したいと望んだため、彼に対しては骨が折れ危険に満ちた生を定め、彼女に対しては万人の目を惹きつけ争奪の対象となるような本性を与えたのである。
§18καὶ πρῶτον μὲν Θησεύς, ὁ λεγόμενος μὲν Αἰγέως, γενόμενος δʼ ἐκ Ποσειδῶνος, ἰδὼν αὐτὴν οὔπω μὲν ἀκμάζουσαν, ἤδη δὲ τῶν ἄλλων διαφέρουσαν, τοσοῦτον ἡττήθη τοῦ κάλλους ὁ κρατεῖν τῶν ἄλλων εἰθισμένος, ὥσθʼ ὑπαρχούσης αὐτῷ καὶ πατρίδος μεγίστης καὶ βασιλείας ἀσφαλεστάτης ἡγησάμενος οὐκ ἄξιον εἶναι ζῆν ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς ἄνευ τῆς πρὸς ἐκείνην οἰκειότητος,
そしてまず、アイゲウスの子と言われるが、実際にはポセイドンから生まれたテセウスは、彼女がまだ適齢期に達していないものの、すでに他者より際立っているのを見て、他者を支配することに慣れていたにもかかわらず、その美にそれほどまでに打ち負かされた。
§19ἐπειδὴ παρὰ τῶν κυρίων οὐχ οἷός τʼ ἦν αὐτὴν λαβεῖν, ἀλλʼ ἐπέμενον τήν τε τῆς παιδὸς ἡλικίαν καὶ τὸν χρησμὸν τὸν παρὰ τῆς Πυθίας, ὑπεριδὼν τὴν ἀρχὴν τὴν Τυνδάρεω καὶ καταφρονήσας τῆς ῥώμης τῆς Κάστορος καὶ Πολυδεύκους καὶ πάντων τῶν ἐν Λακεδαίμονι δεινῶν ὀλιγωρήσας, βίᾳ λαβὼν αὐτὴν εἰς Ἄφιδναν τῆς Ἀττικῆς κατέθετο,
その結果、彼には最大にして最も安全な王権を持つ祖国が手元にあったにもかかわらず、彼女との親密な関係なしには、目の前にある幸福とともに生きることは価値がないと考え、彼女の保護者たちから彼女を得ることができなかったとき(彼らは少女の年齢とピューティアからの神託を理由に引き延ばしていたのだが)、テセウスはチュンダレオスの権力を軽視し、カストルとポリュデウケスの力を侮り、ラケダイモンにおけるすべての恐るべき事柄を意に介さず、力ずくで彼女を奪い、アッティカのアピドナに連れ去り置いた。
§20καὶ τοσαύτην χάριν ἔσχε Πειρίθῳ τῷ μετασχόντι τῆς ἁρπαγῆς, ὥστε βουληθέντος αὐτοῦ μνηστεῦσαι Κόρην τὴν Διὸς καὶ Δήμητρος, καὶ παρακαλοῦντος ἐπὶ τὴν εἰς Ἅιδου κατάβασιν, ἐπειδὴ συμβουλεύων οὐχ οἷός τʼ ἦν ἀποτρέπειν, προδήλου τῆς συμφορᾶς οὔσης ὅμως αὐτῷ συνηκολούθησε, νομίζων ὀφείλειν τοῦτον τὸν ἔρανον, μηδενὸς ἀποστῆναι τῶν ὑπὸ Πειρίθου προσταχθέντων ἀνθʼ ὧν ἐκεῖνος αὐτῷ συνεκινδύνευσεν.
そして、その略奪に加わったペイリトオスに対してこれほど大きな恩義を感じたため、ペイリトオスがゼウスとデメテルの娘であるコレーを妻に娶ることを望み、ハデスへの冥界降下に同行するよう求めたとき、テセウスは説得によって彼を思いとどまらせることができなかったため、その災難が明白であるにもかかわらず彼に伴った。 それは、ペイリトオスが自分とともに危険を冒してくれたことに対して、この恩返しをする義務があり、彼の命令することなら何からも身を引いてはならないと考えたからである。