Humanitext Reader

伊索克拉底 · 海伦颂 §11-20

赞颂海伦的困难与忒修斯的掳夺

第 2 段,共 7 段 · 希腊语

内容简介

作者批评赞美琐碎事物的浅薄言辞,并指出赞美高尚事物(如海伦)的困难。接着,他亲自尝试为海伦作颂,强调她的神圣出身以及被其美貌所折服的忒修斯的故事。

§11ἔστι γὰρ τῶν μὲν τοιούτων συγγραμμάτων μία τις ὁδός, ἣν οὔθʼ εὑρεῖν οὔτε μαθεῖν οὔτε μιμήσασθαι δύσκολόν ἐστιν· οἱ δὲ κοινοὶ πιστοὶ καὶ τούτοις ὅμοιοι τῶν λόγων διὰ πολλῶν ἰδεῶν καὶ καιρῶν δυσκαταμαθήτων εὑρίσκονταί τε καὶ λέγονται, καὶ τοσούτῳ χαλεπωτέραν ἔχουσι τὴν σύνθεσιν, ὅσῳ περ τὸ σεμνύνεσθαι τοῦ σκώπτειν καὶ τὸ σπουδάζειν τοῦ παίζειν ἐπιπονώτερόν ἐστιν.
因为这类著作只有一条途径,它既不难发现,也不难学习,更不难模仿;而那些具有公共性、可信且与此相似的言辞,则是通过许多难以把握的形式和时机而被发现并表达出来的,其构思的艰难程度,正如同保持庄重比嘲讽、严肃比嬉戏更加费力一样。
σημεῖον δὲ μέγιστον· §12τῶν μὲν γὰρ τοὺς βομβυλιοὺς καὶ τοὺς ἅλας καὶ τὰ τοιαῦτα βουληθέντων ἐπαινεῖν οὐδεὶς πώποτε λόγων ἠπόρησεν, οἱ δὲ περὶ τῶν ὁμολογουμένων ἀγαθῶν ἢ καλῶν ἢ τῶν διαφερόντων ἐπʼ ἀρετῇ λέγειν ἐπιχειρήσαντες πολὺ καταδεέστερον τῶν ὑπαρχόντων ἅπαντες εἰρήκασιν.
这是最大的证据:因为在那些想要赞美大黄蜂、盐和类似事物的人中,没有一个人曾感到言词匮乏,但那些企图谈论公认的好事、美事,或在美德上出类拔萃的人的人,他们所说的话无一不远远逊色于客观存在的事实。
§13οὐ γὰρ τῆς αὐτῆς γνώμης ἐστὶν ἀξίως εἰπεῖν περὶ ἑκατέρων αὐτῶν, ἀλλὰ τὰ μὲν μικρὰ ῥᾴδιον τοῖς λόγοις ὑπερβαλέσθαι, τῶν δὲ χαλεπὸν τοῦ μεγέθους ἐφικέσθαι· καὶ περὶ μὲν τῶν δόξαν ἐχόντων σπάνιον εὑρεῖν, ἃ μηδεὶς πρότερον εἴρηκε, περὶ δὲ τῶν φαύλων καὶ ταπεινῶν ὅ τι ἄν τις τύχῃ φθεγξάμενος ἅπαν ἴδιόν ἐστιν.
因为用配得上它们价值的言辞去谈论这两者,并不属于同一种能力;相反,微小的事情很容易在言辞中加以夸大,而重大的事情却很难达到其宏伟的高度;并且,关于那些享有盛誉的事物,很难找到前人未曾说过的话,而关于那些微不足道、卑下的事物,无论一个人随口说出什么,都完全是他自己独特的东西。
§14διὸ καὶ τὸν γράψαντα περὶ τῆς Ἑλένης ἐπαινῶ μάλιστα τῶν εὖ λέγειν τι βουληθέντων, ὅτι περὶ τοιαύτης ἐμνήσθη γυναικός, ἣ καὶ τῷ γένει καὶ τῷ κάλλει καὶ τῇ δόξῃ πολὺ διήνεγκεν.
因此,在那些想要说出优秀言辞的人中,我最赞赏写过关于海伦的文章的人,因为他提及了这样一位在出身、美貌和名声上都大为杰出的女性。
οὐ μὴν ἀλλὰ καὶ τοῦτον μικρόν τι παρέλαθεν· φησὶ μὲν γὰρ ἐγκώμιον γεγραφέναι περὶ αὐτῆς, τυγχάνει δʼ ἀπολογίαν εἰρηκὼς ὑπὲρ τῶν ἐκείνῃ πεπραγμένων.
不过,即便是他也有一点小小的疏忽:因为他声称写了关于她的颂词,但实际上却是在为她的所作所为进行辩护。
§15ἔστι δʼ οὐκ ἐκ τῶν αὐτῶν ἰδεῶν οὐδὲ περὶ τῶν αὐτῶν ἔργων ὁ λόγος, ἀλλὰ πᾶν τοὐναντίον· ἀπολογεῖσθαι μὲν γὰρ προσήκει περὶ τῶν ἀδικεῖν αἰτίαν ἐχόντων, ἐπαινεῖν δὲ τοὺς ἐπʼ ἀγαθῷ τινὶ διαφέροντας.
然而,言说既非出自同一种形式,亦非关于同样的行径,而是完全相反;因为为那些承担着不公指责的人进行辩护是恰当的,而赞美则应当给予那些在某种好事上出类拔萃的人。
ἵνα δὲ μὴ δοκῶ τὸ ῥᾷστον ποιεῖν, ἐπιτιμᾶν τοῖς ἄλλοις μηδὲν ἐπιδεικνὺς τῶν ἐμαυτοῦ, πειράσομαι περὶ τῆς αὐτῆς ταύτης εἰπεῖν, παραλιπὼν ἅπαντα τὰ τοῖς ἄλλοις εἰρημένα.
为了不让人觉得我是在做最容易的事——只指责他人而不展示自己的作品——我将企图谈论这同一位女性,同时省去所有被他人说过的东西。
§16τὴν μὲν οὖν ἀρχὴν τοῦ λόγου ποιήσομαι τὴν ἀρχὴν τοῦ γένους αὐτῆς.
因此,我将把我的言说之始,放在她家族的始祖上。
πλείστων γὰρ ἡμιθέων ὑπὸ Διὸς γεννηθέντων μόνης ταύτης γυναικὸς πατὴρ ἠξίωσε κληθῆναι.
因为虽然宙斯生育了极多的半神,但他仅认为自己配被称为这一位女子的父亲。
σπουδάσας δὲ μάλιστα περί τε τὸν ἐξ Ἀλκμήνης καὶ τοὺς ἐκ Λήδας, τοσούτῳ μᾶλλον Ἑλένην Ἡρακλέους προὐτίμησεν ὥστε τῷ μὲν ἰσχὺν ἔδωκεν, ἣ βίᾳ τῶν ἄλλων κρατεῖν δύναται, τῇ δὲ κάλλος ἀπένειμεν, ὃ καὶ τῆς ῥώμης αὐτῆς ἄρχειν πέφυκεν.
虽然他特别关爱阿尔克墨涅之子和勒达之子们,但他对海伦的偏爱比对赫拉克勒斯更甚,以至于他虽赋予了后者能够以武力压倒他人的力量,却分给前者以美貌,而美貌在自然上甚至能统治力量本身。
§17εἰδὼς δὲ τὰς ἐπιφανείας καὶ τὰς λαμπρότητας οὐκ ἐκ τῆς ἡσυχίας, ἀλλʼ ἐκ τῶν πολέμων καὶ τῶν ἀγώνων γιγνομένας, βουλόμενος αὐτῶν μὴ μόνον τὰ σώματʼ εἰς θεοὺς ἀναγαγεῖν ἀλλὰ καὶ τὰς δόξας ἀειμνήστους καταλιπεῖν, τοῦ μὲν ἐπίπονον καὶ φιλοκίνδυνον τὸν βίον κατέστησε, τῆς δὲ περίβλεπτον καὶ περιμάχητον τὴν φύσιν ἐποίησεν.
他深知声名与辉煌不产生于安宁,而产生于战争与争斗,且不仅希望将他们的肉体提升至神界,更希望让他们名留青史、永志不忘,因而他为后者确立了劳苦与充满危险的生活,却使前者的天性成为万人瞩目、万人争夺的对象。
§18καὶ πρῶτον μὲν Θησεύς, ὁ λεγόμενος μὲν Αἰγέως, γενόμενος δʼ ἐκ Ποσειδῶνος, ἰδὼν αὐτὴν οὔπω μὲν ἀκμάζουσαν, ἤδη δὲ τῶν ἄλλων διαφέρουσαν, τοσοῦτον ἡττήθη τοῦ κάλλους ὁ κρατεῖν τῶν ἄλλων εἰθισμένος, ὥσθʼ ὑπαρχούσης αὐτῷ καὶ πατρίδος μεγίστης καὶ βασιλείας ἀσφαλεστάτης ἡγησάμενος οὐκ ἄξιον εἶναι ζῆν ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς ἄνευ τῆς πρὸς ἐκείνην οἰκειότητος,
首先,据说是埃勾斯之子、实际上由波塞冬所生的忒修斯,在看到她尚未成年但已出类拔萃时,便被她的美貌深深折服——尽管他习惯于统治他人。 以至于,尽管他拥有一个极伟大的祖国和最安全的王权,他仍认为,如果没有同她的亲密关系,仅凭眼前的福祉生活下去是没有价值的。
§19ἐπειδὴ παρὰ τῶν κυρίων οὐχ οἷός τʼ ἦν αὐτὴν λαβεῖν, ἀλλʼ ἐπέμενον τήν τε τῆς παιδὸς ἡλικίαν καὶ τὸν χρησμὸν τὸν παρὰ τῆς Πυθίας, ὑπεριδὼν τὴν ἀρχὴν τὴν Τυνδάρεω καὶ καταφρονήσας τῆς ῥώμης τῆς Κάστορος καὶ Πολυδεύκους καὶ πάντων τῶν ἐν Λακεδαίμονι δεινῶν ὀλιγωρήσας, βίᾳ λαβὼν αὐτὴν εἰς Ἄφιδναν τῆς Ἀττικῆς κατέθετο, §20καὶ τοσαύτην χάριν ἔσχε Πειρίθῳ τῷ μετασχόντι τῆς ἁρπαγῆς, ὥστε βουληθέντος αὐτοῦ μνηστεῦσαι Κόρην τὴν Διὸς καὶ Δήμητρος, καὶ παρακαλοῦντος ἐπὶ τὴν εἰς Ἅιδου κατάβασιν, ἐπειδὴ συμβουλεύων οὐχ οἷός τʼ ἦν ἀποτρέπειν, προδήλου τῆς συμφορᾶς οὔσης ὅμως αὐτῷ συνηκολούθησε, νομίζων ὀφείλειν τοῦτον τὸν ἔρανον, μηδενὸς ἀποστῆναι τῶν ὑπὸ Πειρίθου προσταχθέντων ἀνθʼ ὧν ἐκεῖνος αὐτῷ συνεκινδύνευσεν.
由于他无法从她的监护人那里得到她——因为他们正因女孩的年龄和来自皮提亚的神启而拖延——忒修斯无视廷达瑞奥斯的统治,蔑视卡斯托尔和波吕丢刻斯的力量,对拉케戴蒙的所有可怕事物不予理会,强行夺走她,并将她安顿在阿提卡的阿菲德纳,并且他对参与了这次劫掠的皮里托奥斯怀有如此深切的感激,以至于当皮里托奥斯想要向宙斯和德墨忒尔之女科瑞求婚,并邀请他一同降入哈得斯时,由于忒修斯通过劝告无法打消其念念,尽管灾祸已显而易见,他仍陪伴前去,认为自己应当报答这一恩情——绝不退避皮里托奥斯所吩咐的任何事情,以作为那人曾与他共同冒险的回报。

词汇与语法注释

  1. §11οἱ δὲ κοινοὶ πιστοὶ καὶ τούτοις ὅμοιοι τῶν λόγων — 属格名词短语 τῶν λόγων 用作其前形容词群(οἱ κοινοὶ πιστοὶ καὶ τούτοις ὅμοιοι)的分部分属格。整个短语意为“在言辞中,那些具有公共性、可信且与此相似的”。
  2. §14τοῦτον μικρόν τι παρέλαθεν — 动词 παρέλαθεν 是 παραλανθάνω 的第三人称单数不定过去时直陈语气,带宾格 τοῦτον(他),字面意思是“(某事)避开了他的注意”,即“他也有小小的疏忽”。其主语是由后文所说明的内容。
  3. §16τὴν μὲν οὖν ἀρχὴν τοῦ λόγου ποιήσομαι τὴν ἀρχὴν τοῦ γένους αὐτῆς — 动词 ποιήσομαι 采用双宾格(二重对格)结构,第一个对格短语 τὴν ἀρχὴν τοῦ λόγου(我言说的开始)作直接宾语,第二个对格短语 τὴν ἀρχὴν τοῦ γένους αὐτῆς(她家族的开始)作宾语补足语。
  4. §18ὁ λεγόμενος μὲν Αἰγέως — 属格 Αἰγέως 是表示起源或父名的属格(“埃勾斯的[儿子]”)。在表示“被称为某人之子”的表达中,单用属格表示父亲是标准用法。
  5. §20ἀνθʼ ὧν ἐκεῖνος αὐτῷ συνεκινδύνευσεν — 短语 ἀνθʼ ὧν 是介词 ἀντί 与关系代名词 ὧν(因先行词 τούτων 的吸引而同化为属格)融合的惯用表达,意思是“作为对彼(皮里托奥斯)曾与此(忒修斯)共同冒险的[回报]”。

引用这一段

伊索克拉底, 海伦颂 §11-20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg009.humanitext-grc2:11-20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。