- 底本
- Isocrates, Vol. 3. Van Hook, Larue, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1945 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg009.humanitext-grc2:11-20
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
著者は、些細な対象を称賛する安易な言論を批判し、真の徳や偉大な対象であるヘレネを称賛することの困難さを指摘する。その上で自らヘレネの賛辞を試み、彼女の神聖な血筋と、彼女の美に魅了されたテセウスの逸話を取り上げる。
ἔστι γὰρ τῶν μὲν τοιούτων συγγραμμάτων μία τις ὁδός, ἣν οὔθʼ εὑρεῖν οὔτε μαθεῖν οὔτε μιμήσασθαι δύσκολόν ἐστιν· οἱ δὲ κοινοὶ πιστοὶ καὶ τούτοις ὅμοιοι τῶν λόγων1 διὰ πολλῶν ἰδεῶν καὶ καιρῶν δυσκαταμαθήτων εὑρίσκονταί τε καὶ λέγονται, καὶ τοσούτῳ χαλεπωτέραν ἔχουσι τὴν σύνθεσιν, ὅσῳ περ τὸ σεμνύνεσθαι τοῦ σκώπτειν καὶ τὸ σπουδάζειν τοῦ παίζειν ἐπιπονώτερόν ἐστιν. σημεῖον δὲ μέγιστον·
というのも、そのような著作には、ある一つの道があり、それを見出すことも、学ぶことも、模倣することも困難ではないからである。しかし、一般的で説得力があり、これらに類する言論は、容易には把握しがたい多くの形式や好機を通じて発見され、語られるものであり、また、おごそかであることが嘲笑することよりも、真面目であることがふざけることよりも労力を要するのと全く同じ程度に、それだけ難解な構成を持っている。これが最大の証拠である。
τῶν μὲν γὰρ τοὺς βομβυλιοὺς καὶ τοὺς ἅλας καὶ τὰ τοιαῦτα βουληθέντων ἐπαινεῖν οὐδεὶς πώποτε λόγων ἠπόρησεν, οἱ δὲ περὶ τῶν ὁμολογουμένων ἀγαθῶν ἢ καλῶν ἢ τῶν διαφερόντων ἐπʼ ἀρετῇ λέγειν ἐπιχειρήσαντες πολὺ καταδεέστερον τῶν ὑπαρχόντων ἅπαντες εἰρήκασιν.
なぜなら、マルハナバチや塩、その他これらに類するものを賛美しようと欲した者のうち、語る言葉に窮した者はかつて一人もいなかったが、万人が認める善きものや美しきもの、あるいは徳において優れた人々について語ることを試みた者たちは皆、本来あるべき姿よりもはるかに劣ったことしか語れなかったからである。
οὐ γὰρ τῆς αὐτῆς γνώμης ἐστὶν ἀξίως εἰπεῖν περὶ ἑκατέρων αὐτῶν, ἀλλὰ τὰ μὲν μικρὰ ῥᾴδιον τοῖς λόγοις ὑπερβαλέσθαι, τῶν δὲ χαλεπὸν τοῦ μεγέθους ἐφικέσθαι· καὶ περὶ μὲν τῶν δόξαν ἐχόντων σπάνιον εὑρεῖν, ἃ μηδεὶς πρότερον εἴρηκε, περὶ δὲ τῶν φαύλων καὶ ταπεινῶν ὅ τι ἄν τις τύχῃ φθεγξάμενος ἅπαν ἴδιόν ἐστιν.
というのも、それら両者についてその価値にふさわしく語ることは、同じ能力に属することではないからである。すなわち、小さな事柄は言論によって誇張することが容易であるが、偉大な事柄はその大きさに達することが困難だからである。また、名声のある事柄については、誰もかつて語ったことのないものを見出すことは稀であるが、取るに足りない卑小な事柄については、たまたま口にしたことのすべてが、その人独自のものとなるからである。
διὸ καὶ τὸν γράψαντα περὶ τῆς Ἑλένης ἐπαινῶ μάλιστα τῶν εὖ λέγειν τι βουληθέντων, ὅτι περὶ τοιαύτης ἐμνήσθη γυναικός, ἣ καὶ τῷ γένει καὶ τῷ κάλλει καὶ τῇ δόξῃ πολὺ διήνεγκεν. οὐ μὴν ἀλλὰ καὶ τοῦτον μικρόν τι παρέλαθεν·2 φησὶ μὲν γὰρ ἐγκώμιον γεγραφέναι περὶ αὐτῆς, τυγχάνει δʼ ἀπολογίαν εἰρηκὼς ὑπὲρ τῶν ἐκείνῃ πεπραγμένων.
それゆえ私は、何か優れたことを語ろうと欲した者たちの中で、ヘレネについて書いた者を最も称賛する。それは、血筋においても美においても名声においても大いに際立っていたような女性に、彼が言及したからである。もっとも、彼にも小さな見落としがあった。というのも、彼は彼女についての賛辞を書いたと主張しているが、実際には彼女の行ったことに対する弁明を語ることになってしまっているからである。
ἔστι δʼ οὐκ ἐκ τῶν αὐτῶν ἰδεῶν οὐδὲ περὶ τῶν αὐτῶν ἔργων ὁ λόγος, ἀλλὰ πᾶν τοὐναντίον· ἀπολογεῖσθαι μὲν γὰρ προσήκει περὶ τῶν ἀδικεῖν αἰτίαν ἐχόντων, ἐπαινεῖν δὲ τοὺς ἐπʼ ἀγαθῷ τινὶ διαφέροντας. ἵνα δὲ μὴ δοκῶ τὸ ῥᾷστον ποιεῖν, ἐπιτιμᾶν τοῖς ἄλλοις μηδὲν ἐπιδεικνὺς τῶν ἐμαυτοῦ, πειράσομαι περὶ τῆς αὐτῆς ταύτης εἰπεῖν, παραλιπὼν ἅπαντα τὰ τοῖς ἄλλοις εἰρημένα.
しかし、言論は、同じ形式からなるものでもなければ、同じ行為についてのものでもなく、むしろまったく逆である。すなわち、弁明は不正の嫌疑をかけられている者についてなされるべきであるが、称賛は何か善いことで際立っている者になされるべきだからである。私が、自分のものを示さずに他人を非難するという最も容易なことをしていると思われないために、私は、他の人々によって語られたことをすべて省いて、この同じ彼女について語ることを試みるつもりである。
τὴν μὲν οὖν ἀρχὴν τοῦ λόγου ποιήσομαι τὴν ἀρχὴν τοῦ γένους αὐτῆς.3 πλείστων γὰρ ἡμιθέων ὑπὸ Διὸς γεννηθέντων μόνης ταύτης γυναικὸς πατὴρ ἠξίωσε κληθῆναι. σπουδάσας δὲ μάλιστα περί τε τὸν ἐξ Ἀλκμήνης καὶ τοὺς ἐκ Λήδας, τοσούτῳ μᾶλλον Ἑλένην Ἡρακλέους προὐτίμησεν ὥστε τῷ μὲν ἰσχὺν ἔδωκεν, ἣ βίᾳ τῶν ἄλλων κρατεῖν δύναται, τῇ δὲ κάλλος ἀπένειμεν, ὃ καὶ τῆς ῥώμης αὐτῆς ἄρχειν πέφυκεν.
そこで、私は言論の始まりを、彼女の家系の始まりとしよう。ゼウスによって数多くの半神たちが生み出されたが、この女性だけは、彼がその父親と呼ばれることをふさわしいとしたからである。彼は、アルクメネから生まれた者やレダから生まれた者たちに大いに心を配ったが、ヘレネをヘラクレスよりもそれほどまでに優遇した。すなわち、彼には他者を力で圧倒できる強さを与えたのに対し、彼女にはその力自体をも支配する本性を持つ美を分け与えたのである。
εἰδὼς δὲ τὰς ἐπιφανείας καὶ τὰς λαμπρότητας οὐκ ἐκ τῆς ἡσυχίας, ἀλλʼ ἐκ τῶν πολέμων καὶ τῶν ἀγώνων γιγνομένας, βουλόμενος αὐτῶν μὴ μόνον τὰ σώματʼ εἰς θεοὺς ἀναγαγεῖν ἀλλὰ καὶ τὰς δόξας ἀειμνήστους καταλιπεῖν, τοῦ μὲν ἐπίπονον καὶ φιλοκίνδυνον τὸν βίον κατέστησε, τῆς δὲ περίβλεπτον καὶ περιμάχητον τὴν φύσιν ἐποίησεν.
そして、名声や輝きが平穏からではなく、戦争や戦いから生じることを知っており、彼らの肉体を神々のもとへ引き上げるだけでなく、その名声を永遠に記憶されるものとして残したいと望んだため、彼に対しては骨が折れ危険に満ちた生を定め、彼女に対しては万人の目を惹きつけ争奪の対象となるような本性を与えたのである。
καὶ πρῶτον μὲν Θησεύς, ὁ λεγόμενος μὲν Αἰγέως,4 γενόμενος δʼ ἐκ Ποσειδῶνος, ἰδὼν αὐτὴν οὔπω μὲν ἀκμάζουσαν, ἤδη δὲ τῶν ἄλλων διαφέρουσαν, τοσοῦτον ἡττήθη τοῦ κάλλους ὁ κρατεῖν τῶν ἄλλων εἰθισμένος, ὥσθʼ ὑπαρχούσης αὐτῷ καὶ πατρίδος μεγίστης καὶ βασιλείας ἀσφαλεστάτης ἡγησάμενος οὐκ ἄξιον εἶναι ζῆν ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς ἄνευ τῆς πρὸς ἐκείνην οἰκειότητος, ἐπειδὴ παρὰ τῶν κυρίων οὐχ οἷός τʼ ἦν αὐτὴν λαβεῖν, ἀλλʼ ἐπέμενον τήν τε τῆς παιδὸς ἡλικίαν καὶ τὸν χρησμὸν τὸν παρὰ τῆς Πυθίας, ὑπεριδὼν τὴν ἀρχὴν τὴν Τυνδάρεω καὶ καταφρονήσας τῆς ῥώμης τῆς Κάστορος καὶ Πολυδεύκους καὶ πάντων τῶν ἐν Λακεδαίμονι δεινῶν ὀλιγωρήσας, βίᾳ λαβὼν αὐτὴν εἰς Ἄφιδναν τῆς Ἀττικῆς κατέθετο, καὶ τοσαύτην χάριν ἔσχε Πειρίθῳ τῷ μετασχόντι τῆς ἁρπαγῆς, ὥστε βουληθέντος αὐτοῦ μνηστεῦσαι Κόρην τὴν Διὸς καὶ Δήμητρος, καὶ παρακαλοῦντος ἐπὶ τὴν εἰς Ἅιδου κατάβασιν, ἐπειδὴ συμβουλεύων οὐχ οἷός τʼ ἦν ἀποτρέπειν, προδήλου τῆς συμφορᾶς οὔσης ὅμως αὐτῷ συνηκολούθησε, νομίζων ὀφείλειν τοῦτον τὸν ἔρανον, μηδενὸς ἀποστῆναι τῶν ὑπὸ Πειρίθου προσταχθέντων ἀνθʼ ὧν ἐκεῖνος αὐτῷ συνεκινδύνευσεν.5
そしてまず、アイゲウスの子と言われるが、実際にはポセイドンから生まれたテセウスは、彼女がまだ適齢期に達していないものの、すでに他者より際立っているのを見て、他者を支配することに慣れていたにもかかわらず、その美にそれほどまでに打ち負かされた。その結果、彼には最大にして最も安全な王権を持つ祖国が手元にあったにもかかわらず、彼女との親密な関係なしには、目の前にある幸福とともに生きることは価値がないと考え、彼女の保護者たちから彼女を得ることができなかったとき(彼らは少女の年齢とピューティアからの神託を理由に引き延ばしていたのだが)、テセウスはチュンダレオスの権力を軽視し、カストルとポリュデウケスの力を侮り、ラケダイモンにおけるすべての恐るべき事柄を意に介さず、力ずくで彼女を奪い、アッティカのアピドナに連れ去り置いた。そして、その略奪に加わったペイリトオスに対してこれほど大きな恩義を感じたため、ペイリトオスがゼウスとデメテルの娘であるコレーを妻に娶ることを望み、ハデスへの冥界降下に同行するよう求めたとき、テセウスは説得によって彼を思いとどまらせることができなかったため、その災難が明白であるにもかかわらず彼に伴った。それは、ペイリトオスが自分とともに危険を冒してくれたことに対して、この恩返しをする義務があり、彼の命令することなら何からも身を引いてはならないと考えたからである。
- 11οἱ δὲ κοινοὶ πιστοὶ καὶ τούτοις ὅμοιοι τῶν λόγων
属格の名詞句 τῶν λόγων は、直前の形容詞群(οἱ κοινοὶ πιστοὶ καὶ τούτοις ὅμοιοι)に係る部分属格。全体として「言論のうち、一般的で信頼がおけ、これらと類似した(あるいは、これらとは異なる)もの」を意味する。
- 14τοῦτον μικρόν τι παρέλαθεν
παρέλαθεν は παραλανθάνω の3人称単数アオリスト直説法で、対格 τοῦτον(彼)を伴い、「(ある事柄が)彼に気付かれずに過ぎ去った」、すなわち「彼にも小さな見落としがあった」という表現。主語は中性代名詞 τι(小事)で、その具体的内容が後続の γάρ 節(賛辞のつもりが弁明になっていること)で説明される。
- 16τὴν μὲν οὖν ἀρχὴν τοῦ λόγου ποιήσομαι τὴν ἀρχὴν τοῦ γένους αὐτῆς
動詞 ποιήσομαι は二重対格をとり、第一の対格 τὴν ἀρχὴν τοῦ λόγου が目的語、「私の言論の始まり」、第二の対格 τὴν ἀρχὴν τοῦ γένους αὐτῆς が目的格補語、「彼女の家系の始まり」を表す。「私は言論の始まりを、彼女の家系の始まりとしよう」という構文。
- 18ὁ λεγόμενος μὲν Αἰγέως
Αἰγέως は起源あるいは父称を表す属格(アイゲウスの[子])。「〜の子と呼ばれる」という表現において、属格単独で父親を示す標準的な用法。
- 20ἀνθʼ ὧν ἐκεῖνος αὐτῷ συνεκινδύνευσεν
ἀνθʼ ὧν は 前置詞 ἀντί と関係代名詞 ὧν(先行詞 τούτων の引き込み、attraction によって属格化)が融合した慣用表現で、「彼(ペイリトオス)が自分(テセウス)と共に危険を冒してくれたことに対する[見返りとして]」を意味する。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
