§1εἰσί τινες οἳ μέγα φρονοῦσιν, ἢν ὑπόθεσιν ἄτοπον καὶ παράδοξον ποιησάμενοι περὶ ταύτης ἀνεκτῶς εἰπεῖν δυνηθῶσι·
奇妙で逆説的な仮定を立て、それについてそれなりに語ることができれば、大いに誇る人々がいる。
καὶ καταγεγηράκασιν οἱ μὲν οὐ φάσκοντες οἷόν τʼ εἶναι ψευδῆ λέγειν οὐδʼ ἀντιλέγειν οὐδὲ δύω λόγω περὶ τῶν αὐτῶν πραγμάτων ἀντειπεῖν, οἱ δὲ διεξιόντες ὡς ἀνδρία καὶ σοφία καὶ δικαιοσύνη ταὐτόν ἐστι, καὶ φύσει μὲν οὐδὲν αὐτῶν ἔχομεν, μία δʼ ἐπιστήμη καθʼ ἁπάντων ἐστίν· ἄλλοι δὲ περὶ τὰς ἔριδας διατρίβουσι τὰς οὐδὲν μὲν ὠφελούσας, πράγματα δὲ παρέχειν τοῖς πλησιάζουσι δυναμένας.
そして、一方の人々は、偽りを語ることも、反論することも、同じ事柄について二つの対立する議論をぶつけ合うことも不可能であると主張して、老いさらばえてしまった。 また他方の人々は、勇気と知恵と正義は同一のものであり、私たちは生まれつきそれらのいずれも持っておらず、それらすべてに対して一つの知識が存在するのだと詳細に論じて(老いさらばえ)、また別の人々は、何の役にも立たないが、近づく者たちに厄介ごとをもたらすことができる論争に時を費している。
§2ἐγὼ δʼ εἰ μὲν ἑώρων νεωστὶ τὴν περιεργίαν ταύτην ἐν τοῖς λόγοις ἐγγεγενημένην καὶ τούτους ἐπὶ τῇ καινότητι τῶν εὑρημένων φιλοτιμουμένους, οὐκ ἂν ὁμοίως ἐθαύμαζον αὐτῶν·
もし私が、言論におけるこのような過剰な探求が最近現れたものであり、彼らが自分たちの発見の目新しさを誇っているのを見たのであれば、彼らをこれほど驚きはしなかっただろう。
νῦν δὲ τίς ἐστιν οὕτως ὀψιμαθής, ὅστις οὐκ οἶδε Πρωταγόραν καὶ τοὺς κατʼ ἐκεῖνον τὸν χρόνον γενομένους σοφιστάς, ὅτι καὶ τοιαῦτα καὶ πολὺ τούτων πραγματωδέστερα συγγράμματα κατέλιπον ἡμῖν;
しかし実際には、プロタゴラスやその時代に現れたソフィストたちが、このような、そしてこれらよりもはるかに骨の折れる著作を私たちに残したということを、知らないほど物覚えの遅い者がいるだろうか。
§3πῶς γὰρ ἄν τις ὑπερβάλοιτο Γοργίαν τὸν τολμήσαντα λέγειν ὡς οὐδὲν τῶν ὄντων ἔστιν, ἢ Ζήνωνα τὸν ταὐτὰ δυνατὰ καὶ πάλιν ἀδύνατα πειρώμενον ἀποφαίνειν, ἢ Μέλισσον ὃς ἀπείρων τὸ πλῆθος πεφυκότων τῶν πραγμάτων ὡς ἑνὸς ὄντος τοῦ παντὸς ἐπεχείρησεν ἀποδείξεις εὑρίσκειν;
実際、存在するものは何もないとあえて主張したゴルギアスを、あるいは、同じものが可能でありまた不可能であると証明しようとしたゼノンを、あるいは、事物の数が本性上無限に存在するにもかかわらず、万物が一つであるとして証明を見出そうと企てたメリッソスを、どうして凌駕することができようか。
§4ἄλλʼ ὅμως οὕτω φανερῶς ἐκείνων ἐπιδειξάντων ὅτι ῥᾴδιόν ἐστι, περὶ ὧν ἄν τις πρόθηται, ψευδῆ μηχανήσασθαι λόγον, ἔτι περὶ τὸν τόπον τοῦτον διατρίβουσιν·
それにもかかわらず、彼らが、自分が提起したどんな主題についても偽りの議論を仕組むことは容易であると、これほど明白に示したというのに、彼らは依然としてこの領域にとどまっている。
οὓς ἐχρῆν ἀφεμένους ταύτης τῆς τερθρείας, τῆς ἐν μὲν τοῖς λόγοις ἐξελέγχειν προσποιουμένης, ἐν δὲ τοῖς ἔργοις πολὺν ἤδη χρόνον ἐξεληλεγμένης, τὴν ἀλήθειαν διώκειν, καὶ περὶ τὰς πράξεις ἐν αἷς πολιτευόμεθα,
彼らは、言論においては論駁することを装いながらも、事実においてはすでに長い間論駁され尽くしているこの詭弁を放棄し、真理を追求し、私たちが市民生活を営む活動について、弟子たちを教育し、それらの活動に関する経験を訓練すべきであった。
§5τοὺς συνόντας παιδεύειν, καὶ περὶ τὴν ἐμπειρίαν τὴν τούτων γυμνάζειν, ἐνθυμουμένους ὅτι πολὺ κρεῖττόν ἐστι περὶ τῶν χρησίμων ἐπιεικῶς δοξάζειν ἢ περὶ τῶν ἀχρήστων ἀκριβῶς ἐπίστασθαι, καὶ μικρὸν προέχειν ἐν τοῖς μεγάλοις μᾶλλον ἢ πολὺ διαφέρειν ἐν τοῖς μικροῖς καὶ τοῖς μηδὲν πρὸς τὸν βίον ὠφελοῦσιν.
有益なことについてそれなりに意見を持つことの方が、無益なことについて正確に知っていることよりもはるかに優れており、大きな事柄において少し優れていることの方が、小さな事柄や人生に何の役にも立たない事柄において大いに秀でていることよりも優れているということを、念頭に置きながら。
§6ἀλλὰ γὰρ οὐδενὸς αὐτοῖς ἄλλου μέλει πλὴν τοῦ χρηματίζεσθαι παρὰ τῶν νεωτέρων.
しかし実際、彼らにとっては、若者たちから金儲けをすること以外には何一つ関心がないのである。
ἔστι δʼ ἡ περὶ τὰς ἔριδας φιλοσοφία δυναμένη τοῦτο ποιεῖν·
そして、論争に関する知恵の探求は、これを行うことができる。
οἱ γὰρ μήτε τῶν ἰδίων πω μήτε τῶν κοινῶν φροντίζοντες τούτοις μάλιστα χαίρουσι τῶν λόγων οἳ μηδὲ πρὸς ἓν χρήσιμοι τυγχάνουσιν ὄντες.
なぜなら、私事についても公事についてもまだ何も考えていない若者たちは、何一つ役に立つことのないような言論を最も喜ぶからである。
§7τοῖς μὲν οὖν τηλικούτοις πολλὴ συγγνώμη ταύτην ἔχειν τὴν διάνοιαν·
したがって、それほどの年齢の者たちがこのような考えを持つことには十分な同情の余地がある。
ἐπὶ γὰρ ἁπάντων τῶν πραγμάτων πρὸς τὰς περιττότητας καὶ τὰς θαυματοποιίας οὕτω διακείμενοι διατελοῦσι·
彼らはあらゆる事柄において、過剰なものや見世物に対して、常にそのように引き付けられる傾向があるからだ。
τοῖς δὲ παιδεύειν προσποιουμένοις ἄξιον ἐπιτιμᾶν, ὅτι κατηγοροῦσι μὲν τῶν ἐπὶ τοῖς ἰδίοις συμβολαίοις ἐξαπατώντων καὶ μὴ δικαίως τοῖς λόγοις χρωμένων, αὐτοὶ δʼ ἐκείνων δεινότερα ποιοῦσιν·
しかし、教育することを装っている者たちに対しては非難されるべきである。 彼らは、私的な契約において欺きを働き、不正に言葉を用いる者たちを告発しておきながら、自らはそれよりもさらに酷いことを行っているからだ。
οἱ μὲν γὰρ ἄλλους τινὰς ἐζημίωσαν, οὗτοι δὲ τοὺς συνόντας μάλιστα βλάπτουσιν.
というのも、前者は他の誰かに損害を与えるだけだが、後者は自らの弟子たちを最も害するからである。
§8τοσοῦτον δʼ ἐπιδεδωκέναι πεποιήκασι τὸ ψευδολογεῖν ὥστʼ ἤδη τινές, ὁρῶντες τούτους ἐκ τῶν τοιούτων ὠφελουμένους, τολμῶσι γράφειν ὡς ἔστιν ὁ τῶν πτωχευόντων καὶ φευγόντων βίος ζηλωτότερος ἢ τῶν ἄλλων ἀνθρώπων, καὶ ποιοῦνται τεκμήριον, ὡς εἰ περὶ πονηρῶν πραγμάτων ἔχουσί τι λέγειν, περί γε τῶν καλῶν κἀγαθῶν ῥᾳδίως εὐπορήσουσιν.
また彼らは、偽りを語ることをこれほどまでに助長させたため、彼らがそのようなことから利益を得ているのを見て、今やある者たちは、物乞いをする者や追放された者の生活の方が他の人々の生活よりも羨むに値するとあえて書くまでに至り、さらにそれを、もし自分たちが悪しき事柄について語るべき言葉を持っているなら、美しく善い事柄についてはなおさら容易に言葉に窮することはないだろう、という証拠としている。
§9ἐμοὶ δὲ δοκεῖ πάντων εἶναι καταγελαστότατον τὸ διὰ τούτων τῶν λόγων ζητεῖν πείθειν ὡς περὶ τῶν πολιτικῶν ἐπιστήμην ἔχουσιν, ἐξὸν ἐν αὐτοῖς οἷς ἐπαγγέλλονται τὴν ἐπίδειξιν ποιεῖσθαι·
しかし私にとって最も滑稽に思われるのは、自分たちが公的な事柄についての知識を持っているのだと、これらの言論を通じて説得しようと努めることである。 彼らが公言しているまさにそのことにおいて証明を示すことができるはずであるのに。
τοὺς γὰρ ἀμφισβητοῦντας τοῦ φρονεῖν καὶ φάσκοντας εἶναι σοφιστὰς οὐκ ἐν τοῖς ἠμελημένοις ὑπὸ τῶν ἄλλων, ἀλλʼ ἐν οἷς ἅπαντές εἰσιν ἀνταγωνισταί, προσήκει διαφέρειν καὶ κρείττους εἶναι τῶν ἰδιωτῶν.
というのも、思慮深さを競い、自分たちがソフィストであると主張する者たちは、他人が無視している事柄においてではなく、万人が競い合っている事柄において、際立っており、素人よりも優れていなければならないからである。
§10νῦν δὲ παραπλήσιον ποιοῦσιν.
しかし今や彼らはこれに類することを行っている。
ὥσπερ ἂν εἴ τις προσποιοῖτο κράτιστος εἶναι τῶν ἀθλητῶν ἐνταῦθα καταβαίνων, οὗ μηδεὶς ἂν ἄλλος ἀξιώσειεν.
それはあたかも、アスリートの中で最も優秀であると装う者が、他には誰も降り立とうとしないような場所に降り立つようなものである。
τίς γὰρ ἂν τῶν εὖ φρονούντων συμφορὰς ἐπαινεῖν ἐπιχειρήσειεν;
実際、分別の持主のうち、誰が不幸を称賛しようと企てるだろうか。
ἀλλὰ δῆλον, ὅτι διʼ ἀσθένειαν ἐνταῦθα καταφεύγουσιν.
しかし、彼らが自らの弱さゆえにそこに逃避しているのは明らかである。