§27εἶναι βούλου τὰ περὶ τὴν ἐσθῆτα φιλόκαλος, ἀλλὰ μὴ καλλωπιστής.
衣服に関しては美を愛する者でありたいと望みなさい、しかし飾り立てる者であってはならない。
ἔστι δὲ φιλοκάλου μὲν τὸ μεγαλοπρεπές, καλλωπιστοῦ δὲ τὸ περίεργον.
優雅な者にふさわしいのは格調高さであり、飾り立てる者にふさわしいのは過剰さだからである。
ἀγάπα τῶν ὑπαρχόντων ἀγαθῶν μὴ τὴν ὑπερβάλλουσαν κτῆσιν ἀλλὰ τὴν μετρίαν ἀπόλαυσιν.
手元にある善いものについて、過度な所有ではなく、適度な享受を愛しなさい。
καταφρόνει τῶν περὶ τὸν πλοῦτον σπουδαζόντων μέν, χρῆσθαι δὲ τοῖς ὑπάρχουσι μὴ δυναμένων·
富に熱中しながらも、手元にあるものを使うことができない人々を軽蔑しなさい。
παραπλήσιον γὰρ οἱ τοιοῦτοι πάσχουσιν, ὥσπερ ἂν εἴ τις ἵππον κτήσαιτο καλὸν κακῶς ἱππεύειν ἐπιστάμενος.
そのような人々が被る事態は、乗馬が下手でありながら見事な馬を手に入れる者のそれと似ているからである。
§28πειρῶ τὸν πλοῦτον χρήματα καὶ κτήματα κατασκευάζειν.
富を使用物とも所有物ともなすように努めなさい。
ἔστι δὲ χρήματα μὲν τοῖς ἀπολαύειν ἐπισταμένοις, κτήματα δὲ τοῖς κτᾶσθαι δυναμένοις.
すなわち、享受することを知る者にとっては使用物であり、獲得することができる者にとっては所有物なのである。
τίμα τὴν ὑπάρχουσαν οὐσίαν δυοῖν ἕνεκεν, τοῦ τε ζημίαν μεγάλην ἐκτῖσαι δύνασθαι, καὶ τοῦ φίλῳ σπουδαίῳ δυστυχοῦντι βοηθῆσαι·
現在ある財産を二つの理由のために重んじなさい。 すなわち、大きな損害を支払うことができるため、そして不幸な境遇にある優れた友人を助けることができるためである。
πρὸς δὲ τὸν ἄλλον βίον μηδὲν ὑπερβαλλόντως ἀλλὰ μετρίως αὐτὴν ἀγάπα.
しかし、それ以外の生活に対しては、それを過度に愛することなく、適度に愛しなさい。
§29στέργε μὲν τὰ παρόντα, ζήτει δὲ τὰ βελτίω.
現在あるものに満足しつつ、より良いものを求めなさい。
μηδενὶ συμφορὰν ὀνειδίσῃς·
誰にも不運を責め立ててはならない。
κοινὴ γὰρ ἡ τύχη καὶ τὸ μέλλον ἀόρατον.
運命は共通のものであり、未来は見えないからである。
τοὺς ἀγαθοὺς εὖ ποίει·
善き人々に恩恵を施しなさい。
καλὸς γὰρ θησαυρὸς παρʼ ἀνδρὶ σπουδαίῳ χάρις ὀφειλομένη.
優れた人のもとに残る、返されるべき感謝は、美しい宝蔵だからである。
τοὺς κακοὺς εὖ ποιῶν ὅμοια πείσει τοῖς τὰς ἀλλοτρίας κύνας σιτίζουσιν·
悪しき人々に恩恵を施すことは、他人の犬に餌を与える者たちと同じ目に遭うことになる。
ἐκεῖναί τε γὰρ τοὺς διδόντας ὥσπερ τοὺς τυχόντας ὑλακτοῦσιν, οἵ τε κακοὶ τοὺς ὠφελοῦντας ὥσπερ τοὺς βλάπτοντας ἀδικοῦσι.
それらの犬は、通りすがりの者に対するのと同様に、餌をくれる者に対しても吠え立てるし、悪しき人々も、害を加える者に対するのと同様に、益を施してくれる者に対しても不正を働くからである。
§30μίσει τοὺς κολακεύοντας ὥσπερ τοὺς ἐξαπατῶντας·
媚びへつらう者を、騙す者と同様に憎みなさい。
ἀμφότεροι γὰρ πιστευθέντες τοὺς πιστεύσαντας ἀδικοῦσιν.
両者とも、信用されると、信用した者を裏切るからである。
ἐὰν ἀποδέχῃ τῶν φίλων τοὺς πρὸς τὸ φαυλότατον χαριζομένους, οὐχ ἕξεις ἐν τῷ βίῳ τοὺς πρὸς τὸ βέλτιστον ἀπεχθανομένους.
もしあなたが、最も不当なことのために媚びを売る友人たちを受け入れるなら、最善のことのために憎まれ役になってくれる者を人生において持つことはないだろう。
γίγνου πρὸς τοὺς πλησιάζοντας ὁμιλητικός, ἀλλὰ μὴ σεμνός·
近づいてくる人々に対して親しみやすく接しなさい、しかし尊大であってはならない。
τὸν μὲν γὰρ τῶν ὑπεροπτικῶν ὄγκον μόλις ἂν οἱ δοῦλοι καρτερήσειαν, τὸν δὲ τῶν ὁμιλητικῶν τρόπον ἅπαντες ἡδέως ὑποφέρουσιν.
傲慢な者たちの横柄さは奴隷でさえ辛うじて耐えうるものであるが、親しみやすい者たちの物腰は誰もが喜んで受け入れるからである。
§31ὁμιλητικὸς δʼ ἔσει μὴ δύσερις ὢν μηδὲ δυσάρεστος μηδὲ πρὸς πάντας φιλόνικος, μηδὲ πρὸς τὰς τῶν πλησιαζόντων ὀργὰς τραχέως ἀπαντῶν, μηδʼ ἂν ἀδίκως ὀργιζόμενοι τυγχάνωσιν, ἀλλὰ θυμουμένοις μὲν αὐτοῖς εἴκων, πεπαυμένοις δὲ τῆς ὀργῆς ἐπιπλήττων· μηδὲ παρὰ τὰ γελοῖα σπουδάζων, μηδὲ παρὰ τὰ σπουδαῖα τοῖς γελοίοις χαίρων (τὸ γὰρ ἄκαιρον πανταχοῦ λυπηρόν)· μηδὲ τὰς χάριτας ἀχαρίστως χαριζόμενος, ὅπερ πάσχουσιν οἱ πολλοί, ποιοῦντες μέν, ἀηδῶς δὲ τοῖς φίλοις ὑπουργοῦντες· μηδὲ φιλαίτιος ὤν, βαρὺ γάρ, μηδὲ φιλεπιτιμητής, παροξυντικὸν γάρ.
あなたが親しみやすくなるのは、好訴的にならず、不機嫌にならず、すべての人に対して勝ち気にならず、近づいてくる人々の怒りに対して、たとえ彼らが不当に怒っている場合であっても、荒々しく応じず、むしろ彼らが激しているときには譲歩し、怒りが収まったときに諫め、冗談において生真面目に振る舞わず、真面目な場面において冗談を喜ばず(不適切なタイミングはどこであれ不快だからである)、多くの人々が陥るように、友人たちのために尽くしてはいるものの嫌々ながら奉仕するという、不快な形で恩恵を施すこともせず、責め立てることを好まないようにし(それは重荷だからである)、非難することを好まないようにする(それは怒りを煽るからである)ことによってである。
§32μάλιστα μὲν εὐλαβοῦ τὰς ἐν τοῖς πότοις συνουσίας·
何よりもまず、酒席での集まりを警戒しなさい。
ἐὰν δέ ποτέ σοι συμπέσῃ καιρός, ἐξανίστασο πρὸ μέθης.
しかし、もしそのような機会があなたに訪れたなら、泥酔する前に立ち去りなさい。
ὅταν γὰρ ὁ νοῦς ὑπὸ οἴνου διαφθαρῇ, ταὐτὰ πάσχει τοῖς ἅρμασι τοῖς τοὺς ἡνιόχους ἀποβαλοῦσιν·
知性が酒によって損なわれるとき、それは御者を失った戦車と同じ状態に陥るからである。
ἐκεῖνά τε γὰρ ἀτάκτως φέρεται διαμαρτόντα τῶν εὐθυνούντων, ἥ τε ψυχὴ πολλὰ σφάλλεται διαφθαρείσης τῆς διανοίας.
それらの戦車は導く者を欠いて無秩序に走り回り、魂もまた思考が損なわれると多くの過ちを犯すのである。
ἀθάνατα μὲν φρόνει τῷ μεγαλόψυχος εἶναι, θνητὰ δὲ τῷ συμμέτρως τῶν ὑπαρχόντων ἀπολαύειν.
度量の大きい者であることによって不滅の事柄を考え、手元にあるものを適度に享受することによって有限の事柄を考えなさい。
§33ἡγοῦ τὴν παιδείαν τοσούτῳ μεῖζον ἀγαθὸν εἶναι τῆς ἀπαιδευσίας, ὅσῳ τὰ μὲν ἄλλα μοχθηρὰ πάντες κερδαίνοντες πράττουσιν, αὕτη δὲ μόνη καὶ προσεζημίωσε τοὺς ἔχοντας·
教養は無教養よりも、これほどまでに大きな善であると考えなさい。 他のすべての悪いことは、誰もが利益を得て行うのに対し、これ(無教養)だけはそれを持っている者に損害をも与えるからである。
πολλάκις γάρ, ὧν τοῖς λόγοις ἐλύπησαν, τούτων τοῖς ἔργοις τὴν τιμωρίαν ἔδοσαν.
実際、無教養な人々は、言葉によって不快にさせたことに対して、しばしば行動において罰を受けるからである。
οὓς ἂν βούλῃ ποιήσασθαι φίλους, ἀγαθόν τι λέγε περὶ αὐτῶν πρὸς τοὺς ἀπαγγέλλοντας·
あなたが友人としたいと思う人々について、それを伝える人々に対して何か良いことを言いなさい。
ἀρχὴ γὰρ φιλίας μὲν ἔπαινος, ἔχθρας δὲ ψόγος.
友情の始まりは称賛であり、敵意の始まりは非難だからである。
§34βουλευόμενος παραδείγματα ποιοῦ τὰ παρεληλυθότα τῶν μελλόντων·
熟慮するときには、過去の出来さを未来の出来事の手本としなさい。
τὸ γὰρ ἀφανὲς ἐκ τοῦ φανεροῦ ταχίστην ἔχει τὴν διάγνωσιν.
見えないものは、見えているものから最も迅速に判断できるからである。
Βουλεύου μὲν βραδέως, ἐπιτέλει δὲ ταχέως τὰ δόξαντα.
熟慮するのは遅く、決定されたことを実行するのは迅速にせよ。
ἡγοῦ κράτιστον εἶναι παρὰ μὲν τῶν θεῶν εὐτυχίαν, παρὰ δʼ ἡμῶν αὐτῶν εὐβουλίαν.
神々からは幸運を、私たち自身からは賢明な熟慮を得ることが最善であると考えなさい。
περὶ ὧν ἂν αἰσχύνῃ παρρησιάσασθαι, βούλῃ δέ τισι τῶν φίλων ἀνακοινώσασθαι, χρῶ τοῖς λόγοις ὡς περὶ ἀλλοτρίου τοῦ πράγματος·
あからさまに言うのが恥ずかしいが、友人の何人かに相談したいと思う事柄については、他人の出来事であるかのように言葉を使いなさい。
οὕτω γὰρ τὴν ἐκείνων τε γνῶσιν αἰσθήσει, καὶ σεαυτὸν οὐ καταφανῆ ποιήσεις.
そうすれば、彼らの考えを察知することができ、かつ自分自身を曝け出さずに済むからである。