§27εἶναι βούλου τὰ περὶ τὴν ἐσθῆτα φιλόκαλος, ἀλλὰ μὴ καλλωπιστής.
愿你在衣着上追求雅致,而不是流于虚饰。
ἔστι δὲ φιλοκάλου μὲν τὸ μεγαλοπρεπές, καλλωπιστοῦ δὲ τὸ περίεργον.
因为大方得体属于雅致之人,而矫揉造作则属于虚饰之人。
ἀγάπα τῶν ὑπαρχόντων ἀγαθῶν μὴ τὴν ὑπερβάλλουσαν κτῆσιν ἀλλὰ τὴν μετρίαν ἀπόλαυσιν.
对现有的财富,不要追求过度的占有,而要追求适度的享受。
καταφρόνει τῶν περὶ τὸν πλοῦτον σπουδαζόντων μέν, χρῆσθαι δὲ τοῖς ὑπάρχουσι μὴ δυναμένων· παραπλήσιον γὰρ οἱ τοιοῦτοι πάσχουσιν, ὥσπερ ἂν εἴ τις ἵππον κτήσαιτο καλὸν κακῶς ἱππεύειν ἐπιστάμενος.
鄙视那些热衷于追求财富、却无法使用手头已有之物的人;因为这类人的遭遇,就像是一个骑术不精的人却得到了一匹好马一样。
§28πειρῶ τὸν πλοῦτον χρήματα καὶ κτήματα κατασκευάζειν.
努力使你的财富既成为“可用之物”,又成为“占有之物”。
ἔστι δὲ χρήματα μὲν τοῖς ἀπολαύειν ἐπισταμένοις, κτήματα δὲ τοῖς κτᾶσθαι δυναμένοις.
因为对于懂得享受的人来说财富是“可用之物”,而对于能够获取的人来说则是“占有之物”。
τίμα τὴν ὑπάρχουσαν οὐσίαν δυοῖν ἕνεκεν, τοῦ τε ζημίαν μεγάλην ἐκτῖσαι δύνασθαι, καὶ τοῦ φίλῳ σπουδαίῳ δυστυχοῦντι βοηθῆσαι· πρὸς δὲ τὸν ἄλλον βίον μηδὲν ὑπερβαλλόντως ἀλλὰ μετρίως αὐτὴν ἀγάπα.
重视你现有的财产应当基于两个原因:既能偿付巨大的损失,又能在优秀的友人遭遇不幸时予以援助;但对于生活的其他方面,不要过度爱惜它,而要适度。
§29στέργε μὲν τὰ παρόντα, ζήτει δὲ τὰ βελτίω.
满足于现状,但要追求更好的事物。
μηδενὶ συμφορὰν ὀνειδίσῃς· κοινὴ γὰρ ἡ τύχη καὶ τὸ μέλλον ἀόρατον.
不要向任何人责备其不幸;因为命运是人人共有的,而未来是不可见的。
τοὺς ἀγαθοὺς εὖ ποίει· καλὸς γὰρ θησαυρὸς παρʼ ἀνδρὶ σπουδαίῳ χάρις ὀφειλομένη.
要施恩于善人;因为在优秀的人那里,欠下的恩义是一笔美妙的宝藏。
τοὺς κακοὺς εὖ ποιῶν ὅμοια πείσει τοῖς τὰς ἀλλοτρίας κύνας σιτίζουσιν· ἐκεῖναί τε γὰρ τοὺς διδόντας ὥσπερ τοὺς τυχόντας ὑλακτοῦσιν, οἵ τε κακοὶ τοὺς ὠφελοῦντας ὥσπερ τοὺς βλάπτοντας ἀδικοῦσι.
施恩于恶人,你的遭遇将与那些喂养别人家狗的人相似;因为那些狗会对喂食它们的人狂吠,正如对待陌生人一样;而恶人也会伤害对他们有益的人,正如对待伤害他们的人一样。
§30μίσει τοὺς κολακεύοντας ὥσπερ τοὺς ἐξαπατῶντας· ἀμφότεροι γὰρ πιστευθέντες τοὺς πιστεύσαντας ἀδικοῦσιν.
要憎恨谄媚者,正如憎恨欺骗者一样;因为两者一旦获得信任,都会伤害信任他们的人。
ἐὰν ἀποδέχῃ τῶν φίλων τοὺς πρὸς τὸ φαυλότατον χαριζομένους, οὐχ ἕξεις ἐν τῷ βίῳ τοὺς πρὸς τὸ βέλτιστον ἀπεχθανομένους.
如果你接纳那些为了最卑劣的事而迎合你的朋友,你在生活中就不会拥有那些为了最美好的事而甘愿得罪你的人。
γίγνου πρὸς τοὺς πλησιάζοντας ὁμιλητικός, ἀλλὰ μὴ σεμνός· τὸν μὲν γὰρ τῶν ὑπεροπτικῶν ὄγκον μόλις ἂν οἱ δοῦλοι καρτερήσειαν, τὸν δὲ τῶν ὁμιλητικῶν τρόπον ἅπαντες ἡδέως ὑποφέρουσιν.
对接近你的人要和蔼可亲,而不要傲慢自大;因为傲慢之人的臭架子连奴隶都难以忍受,而和蔼之人的举止大家都会乐意接受。
§31ὁμιλητικὸς δʼ ἔσει μὴ δύσερις ὢν μηδὲ δυσάρεστος μηδὲ πρὸς πάντας φιλόνικος, μηδὲ πρὸς τὰς τῶν πλησιαζόντων ὀργὰς τραχέως ἀπαντῶν, μηδʼ ἂν ἀδίκως ὀργιζόμενοι τυγχάνωσιν, ἀλλὰ θυμουμένοις μὲν αὐτοῖς εἴκων, πεπαυμένοις δὲ τῆς ὀργῆς ἐπιπλήττων· μηδὲ παρὰ τὰ γελοῖα σπουδάζων, μηδὲ παρὰ τὰ σπουδαῖα τοῖς γελοίοις χαίρων (τὸ γὰρ ἄκαιρον πανταχοῦ λυπηρόν)· μηδὲ τὰς χάριτας ἀχαρίστως χαριζόμενος, ὅπερ πάσχουσιν οἱ πολλοί, ποιοῦντες μέν, ἀηδῶς δὲ τοῖς φίλοις ὑπουργοῦντες· μηδὲ φιλαίτιος ὤν, βαρὺ γάρ, μηδὲ φιλεπιτιμητής, παροξυντικὸν γάρ.
如果你不争强好胜、不令人厌烦、不对所有人好胜,你就会变得和蔼可亲;也不粗暴地对待接近你之人的愤怒,即便他们恰巧是不公地发怒,而是当他们愤怒时予以退让,在他们平息怒气后再加规劝;不在开玩笑时表现得一本正经,也不在严肃场合拿玩笑取乐(因为不合时宜的事情在任何地方都是令人痛苦的);也不要不情愿地施予恩惠——许多人正是如此,他们虽然做了,却很不情愿地为朋友效劳;也不要喜欢吹毛求疵,因为这令人感到沉重;不要乐于斥责,因为这会激起怒火。
§32μάλιστα μὲν εὐλαβοῦ τὰς ἐν τοῖς πότοις συνουσίας· ἐὰν δέ ποτέ σοι συμπέσῃ καιρός, ἐξανίστασο πρὸ μέθης.
最重要的是,要提防饮酒聚会;如果你有机会参与其中,要在喝醉之前起身离席。
ὅταν γὰρ ὁ νοῦς ὑπὸ οἴνου διαφθαρῇ, ταὐτὰ πάσχει τοῖς ἅρμασι τοῖς τοὺς ἡνιόχους ἀποβαλοῦσιν· ἐκεῖνά τε γὰρ ἀτάκτως φέρεται διαμαρτόντα τῶν εὐθυνούντων, ἥ τε ψυχὴ πολλὰ σφάλλεται διαφθαρείσης τῆς διανοίας.
因为当心灵被美酒败坏时,它所遭遇的就像是失去了驾驭者的战车;因为那些战车因失去引导者而杂乱无章地横冲直撞,而魂灵在思考力受损时也会犯下许多错误。
ἀθάνατα μὲν φρόνει τῷ μεγαλόψυχος εἶναι, θνητὰ δὲ τῷ συμμέτρως τῶν ὑπαρχόντων ἀπολαύειν.
要通过心胸宽广来思考不朽之事,又要通过适度享受现有财产来思考有生之年的凡事。
§33ἡγοῦ τὴν παιδείαν τοσούτῳ μεῖζον ἀγαθὸν εἶναι τῆς ἀπαιδευσίας, ὅσῳ τὰ μὲν ἄλλα μοχθηρὰ πάντες κερδαίνοντες πράττουσιν, αὕτη δὲ μόνη καὶ προσεζημίωσε τοὺς ἔχοντας· πολλάκις γάρ, ὧν τοῖς λόγοις ἐλύπησαν, τούτων τοῖς ἔργοις τὴν τιμωρίαν ἔδοσαν.
要认为教育比无知是高出得多的福分,因为其他人做别的心术不正之事往往能获得好处,唯独这无知甚至给拥有它的人带来额外的损害;因为他们经常要在行动上,为自己在言语上所造成的伤害付出代价。
οὓς ἂν βούλῃ ποιήσασθαι φίλους, ἀγαθόν τι λέγε περὶ αὐτῶν πρὸς τοὺς ἀπαγγέλλοντας· ἀρχὴ γὰρ φιλίας μὲν ἔπαινος, ἔχθρας δὲ ψόγος.
无论你希望和谁交朋友,都要在那些会去传话的人面前说他们的好话;因为友谊的开端是赞美,而敌意的开端是批评。
§34βουλευόμενος παραδείγματα ποιοῦ τὰ παρεληλυθότα τῶν μελλόντων· τὸ γὰρ ἀφανὲς ἐκ τοῦ φανεροῦ ταχίστην ἔχει τὴν διάγνωσιν.
在深思熟虑时,要把过去的事作为预测未来的参照;因为看不见的事物从看得见的事物中能最快做出判断。
Βουλεύου μὲν βραδέως, ἐπιτέλει δὲ ταχέως τὰ δόξαντα.
思考要慢,但执行已决定好的事要快。
ἡγοῦ κράτιστον εἶναι παρὰ μὲν τῶν θεῶν εὐτυχίαν, παρὰ δʼ ἡμῶν αὐτῶν εὐβουλίαν.
要认为最美好的东西,从神明那里得来的是好运,而从我们自身得来的是明智的考量。
περὶ ὧν ἂν αἰσχύνῃ παρρησιάσασθαι, βούλῃ δέ τισι τῶν φίλων ἀνακοινώσασθαι, χρῶ τοῖς λόγοις ὡς περὶ ἀλλοτρίου τοῦ πράγματος· οὕτω γὰρ τὴν ἐκείνων τε γνῶσιν αἰσθήσει, καὶ σεαυτὸν οὐ καταφανῆ ποιήσεις.
对于那些你羞于公开说出、却又想与某些朋友商量的事,要在言辞中把它当作是别人的事情;因为这样你既能探知他们的看法,又不会暴露自己。