- 底本
- Isocrates, Vol. 1. Norlin, George, editor. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd., 1928 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0010.tlg007.humanitext-grc2:27-34
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
富や所有物に対する節度、友人関係や人間関係における好ましい接し方、酒席の警戒、熟慮と速やかな実行の重要性を説く。
εἶναι βούλου τὰ περὶ τὴν ἐσθῆτα φιλόκαλος, ἀλλὰ μὴ καλλωπιστής. ἔστι δὲ φιλοκάλου μὲν τὸ μεγαλοπρεπές, καλλωπιστοῦ δὲ τὸ περίεργον. ἀγάπα τῶν ὑπαρχόντων ἀγαθῶν μὴ τὴν ὑπερβάλλουσαν κτῆσιν ἀλλὰ τὴν μετρίαν ἀπόλαυσιν. καταφρόνει τῶν περὶ τὸν πλοῦτον σπουδαζόντων μέν, χρῆσθαι δὲ τοῖς ὑπάρχουσι μὴ δυναμένων· παραπλήσιον γὰρ οἱ τοιοῦτοι πάσχουσιν, ὥσπερ ἂν εἴ τις1 ἵππον κτήσαιτο καλὸν κακῶς ἱππεύειν ἐπιστάμενος.
衣服に関しては美を愛する者でありたいと望みなさい、しかし飾り立てる者であってはならない。優雅な者にふさわしいのは格調高さであり、飾り立てる者にふさわしいのは過剰さだからである。 手元にある善いものについて、過度な所有ではなく、適度な享受を愛しなさい。富に熱中しながらも、手元にあるものを使うことができない人々を軽蔑しなさい。そのような人々が被る事態は、乗馬が下手でありながら見事な馬を手に入れる者のそれと似ているからである。
πειρῶ τὸν πλοῦτον χρήματα καὶ κτήματα κατασκευάζειν. ἔστι δὲ χρήματα μὲν τοῖς ἀπολαύειν ἐπισταμένοις, κτήματα δὲ τοῖς κτᾶσθαι δυναμένοις. τίμα τὴν ὑπάρχουσαν οὐσίαν δυοῖν ἕνεκεν, τοῦ τε ζημίαν μεγάλην ἐκτῖσαι δύνασθαι,2 καὶ τοῦ φίλῳ σπουδαίῳ δυστυχοῦντι βοηθῆσαι· πρὸς δὲ τὸν ἄλλον βίον μηδὲν ὑπερβαλλόντως ἀλλὰ μετρίως αὐτὴν ἀγάπα.
富を使用物とも所有物ともなすように努めなさい。すなわち、享受することを知る者にとっては使用物であり、獲得することができる者にとっては所有物なのである。現在ある財産を二つの理由のために重んじなさい。すなわち、大きな損害を支払うことができるため、そして不幸な境遇にある優れた友人を助けることができるためである。しかし、それ以外の生活に対しては、それを過度に愛することなく、適度に愛しなさい。
στέργε μὲν τὰ παρόντα, ζήτει δὲ τὰ βελτίω. μηδενὶ συμφορὰν ὀνειδίσῃς· κοινὴ γὰρ ἡ τύχη καὶ τὸ μέλλον ἀόρατον. τοὺς ἀγαθοὺς εὖ ποίει· καλὸς γὰρ θησαυρὸς παρʼ ἀνδρὶ σπουδαίῳ χάρις ὀφειλομένη. τοὺς κακοὺς εὖ ποιῶν ὅμοια πείσει τοῖς τὰς ἀλλοτρίας κύνας σιτίζουσιν· ἐκεῖναί τε γὰρ τοὺς διδόντας ὥσπερ τοὺς τυχόντας ὑλακτοῦσιν, οἵ τε κακοὶ τοὺς ὠφελοῦντας ὥσπερ τοὺς βλάπτοντας ἀδικοῦσι.
現在あるものに満足しつつ、より良いものを求めなさい。 誰にも不運を責め立ててはならない。運命は共通のものであり、未来は見えないからである。 善き人々に恩恵を施しなさい。優れた人のもとに残る、返されるべき感謝は、美しい宝蔵だからである。悪しき人々に恩恵を施すことは、他人の犬に餌を与える者たちと同じ目に遭うことになる。それらの犬は、通りすがりの者に対するのと同様に、餌をくれる者に対しても吠え立てるし、悪しき人々も、害を加える者に対するのと同様に、益を施してくれる者に対しても不正を働くからである。
μίσει τοὺς κολακεύοντας ὥσπερ τοὺς ἐξαπατῶντας· ἀμφότεροι γὰρ πιστευθέντες τοὺς πιστεύσαντας ἀδικοῦσιν. ἐὰν ἀποδέχῃ τῶν φίλων τοὺς πρὸς τὸ φαυλότατον χαριζομένους, οὐχ ἕξεις ἐν τῷ βίῳ τοὺς πρὸς τὸ βέλτιστον ἀπεχθανομένους. γίγνου πρὸς τοὺς πλησιάζοντας ὁμιλητικός, ἀλλὰ μὴ σεμνός· τὸν μὲν γὰρ τῶν ὑπεροπτικῶν ὄγκον μόλις ἂν οἱ δοῦλοι καρτερήσειαν, τὸν δὲ τῶν ὁμιλητικῶν τρόπον ἅπαντες ἡδέως ὑποφέρουσιν.
媚びへつらう者を、騙す者と同様に憎みなさい。両者とも、信用されると、信用した者を裏切るからである。もしあなたが、最も不当なことのために媚びを売る友人たちを受け入れるなら、最善のことのために憎まれ役になってくれる者を人生において持つことはないだろう。 近づいてくる人々に対して親しみやすく接しなさい、しかし尊大であってはならない。傲慢な者たちの横柄さは奴隷でさえ辛うじて耐えうるものであるが、親しみやすい者たちの物腰は誰もが喜んで受け入れるからである。
ὁμιλητικὸς δʼ ἔσει μὴ δύσερις ὢν3 μηδὲ δυσάρεστος μηδὲ πρὸς πάντας φιλόνικος, μηδὲ πρὸς τὰς τῶν πλησιαζόντων ὀργὰς τραχέως ἀπαντῶν, μηδʼ ἂν ἀδίκως ὀργιζόμενοι τυγχάνωσιν, ἀλλὰ θυμουμένοις μὲν αὐτοῖς εἴκων, πεπαυμένοις δὲ τῆς ὀργῆς ἐπιπλήττων· μηδὲ παρὰ τὰ γελοῖα σπουδάζων, μηδὲ παρὰ τὰ σπουδαῖα τοῖς γελοίοις χαίρων (τὸ γὰρ ἄκαιρον πανταχοῦ λυπηρόν)· μηδὲ τὰς χάριτας ἀχαρίστως χαριζόμενος, ὅπερ πάσχουσιν οἱ πολλοί, ποιοῦντες μέν, ἀηδῶς δὲ τοῖς φίλοις ὑπουργοῦντες· μηδὲ φιλαίτιος ὤν, βαρὺ γάρ, μηδὲ φιλεπιτιμητής, παροξυντικὸν γάρ.
あなたが親しみやすくなるのは、好訴的にならず、不機嫌にならず、すべての人に対して勝ち気にならず、近づいてくる人々の怒りに対して、たとえ彼らが不当に怒っている場合であっても、荒々しく応じず、むしろ彼らが激しているときには譲歩し、怒りが収まったときに諫め、冗談において生真面目に振る舞わず、真面目な場面において冗談を喜ばず(不適切なタイミングはどこであれ不快だからである)、多くの人々が陥るように、友人たちのために尽くしてはいるものの嫌々ながら奉仕するという、不快な形で恩恵を施すこともせず、責め立てることを好まないようにし(それは重荷だからである)、非難することを好まないようにする(それは怒りを煽るからである)ことによってである。
μάλιστα μὲν εὐλαβοῦ τὰς ἐν τοῖς πότοις συνουσίας· ἐὰν δέ ποτέ σοι συμπέσῃ καιρός, ἐξανίστασο πρὸ μέθης. ὅταν γὰρ ὁ νοῦς ὑπὸ οἴνου διαφθαρῇ, ταὐτὰ πάσχει τοῖς ἅρμασι4 τοῖς τοὺς ἡνιόχους ἀποβαλοῦσιν· ἐκεῖνά τε γὰρ ἀτάκτως φέρεται διαμαρτόντα τῶν εὐθυνούντων, ἥ τε ψυχὴ πολλὰ σφάλλεται διαφθαρείσης τῆς διανοίας. ἀθάνατα μὲν φρόνει τῷ μεγαλόψυχος εἶναι, θνητὰ δὲ τῷ συμμέτρως τῶν ὑπαρχόντων ἀπολαύειν.
何よりもまず、酒席での集まりを警戒しなさい。しかし、もしそのような機会があなたに訪れたなら、泥酔する前に立ち去りなさい。知性が酒によって損なわれるとき、それは御者を失った戦車と同じ状態に陥るからである。それらの戦車は導く者を欠いて無秩序に走り回り、魂もまた思考が損なわれると多くの過ちを犯すのである。 度量の大きい者であることによって不滅の事柄を考え、手元にあるものを適度に享受することによって有限の事柄を考えなさい。
ἡγοῦ τὴν παιδείαν τοσούτῳ μεῖζον ἀγαθὸν εἶναι τῆς ἀπαιδευσίας, ὅσῳ τὰ μὲν ἄλλα μοχθηρὰ πάντες κερδαίνοντες πράττουσιν, αὕτη δὲ μόνη5 καὶ προσεζημίωσε τοὺς ἔχοντας· πολλάκις γάρ, ὧν τοῖς λόγοις ἐλύπησαν,6 τούτων τοῖς ἔργοις τὴν τιμωρίαν ἔδοσαν. οὓς ἂν βούλῃ ποιήσασθαι φίλους, ἀγαθόν τι λέγε περὶ αὐτῶν πρὸς τοὺς ἀπαγγέλλοντας· ἀρχὴ γὰρ φιλίας μὲν ἔπαινος, ἔχθρας δὲ ψόγος.
教養は無教養よりも、これほどまでに大きな善であると考えなさい。他のすべての悪いことは、誰もが利益を得て行うのに対し、これ(無教養)だけはそれを持っている者に損害をも与えるからである。実際、無教養な人々は、言葉によって不快にさせたことに対して、しばしば行動において罰を受けるからである。 あなたが友人としたいと思う人々について、それを伝える人々に対して何か良いことを言いなさい。友情の始まりは称賛であり、敵意の始まりは非難だからである。
βουλευόμενος παραδείγματα ποιοῦ τὰ παρεληλυθότα τῶν μελλόντων· τὸ γὰρ ἀφανὲς ἐκ τοῦ φανεροῦ ταχίστην ἔχει τὴν διάγνωσιν. Βουλεύου μὲν βραδέως, ἐπιτέλει δὲ ταχέως τὰ δόξαντα. ἡγοῦ κράτιστον εἶναι παρὰ μὲν τῶν θεῶν εὐτυχίαν, παρὰ δʼ ἡμῶν αὐτῶν εὐβουλίαν. περὶ ὧν ἂν αἰσχύνῃ παρρησιάσασθαι, βούλῃ δέ τισι τῶν φίλων ἀνακοινώσασθαι, χρῶ τοῖς λόγοις ὡς περὶ ἀλλοτρίου τοῦ πράγματος· οὕτω γὰρ τὴν ἐκείνων τε γνῶσιν αἰσθήσει, καὶ σεαυτὸν οὐ καταφανῆ ποιήσεις.
熟慮するときには、過去の出来事を未来の出来事の手本としなさい。見えないものは、見えているものから最も迅速に判断できるからである。熟慮するのは遅く、決定されたことを実行するのは迅速にせよ。神々からは幸運を、私たち自身からは賢明な熟慮を得ることが最善であると考えなさい。あからさまに言うのが恥ずかしいが、友人の何人かに相談したいと思う事柄については、他人の出来事であるかのように言葉を使いなさい。そうすれば、彼らの考えを察知することができ、かつ自分自身を曝け出さずに済むからである。
- 27ὥσπερ ἂν εἴ τις
帰結の指示詞 $ἄν$ が従属節 $εἰ$ の直前に置かれ、省略された動詞(例えば $πάθοι$ 「被るであろう」)を前提としている。希求法 $κτήσαιτο$ とともに、仮定された比喩的状況(潜在)を表す。
- 28τοῦ τε ζημίαν μεγάλην ἐκτῖσαι δύνασθαι
前置詞(あるいは後置詞)$ἕνεκεν$ に支配された属格の冠詞付き不定詞句であり、$τοῦ ... δύνασθαι$ と $καὶ τοῦ ... βοηθῆσαι$ が $τε ... καὶ$ によって並列されている。
- 31ὁμιλητικὸς δʼ ἔσει μὴ δύσερις ὢν
未来形 $ἔσει$ に対して、条件を表す分詞句が $μή$ を伴って連続している($μὴ ... ὢν$, $μηδὲ ... ἀπαντῶν$ など)。「〜でなければ、親しみやすくなるだろう」という条件的な文脈を形成する。
- 32ταὐτὰ πάσχει τοῖς ἅρμασι
相同を表す $τὰ$ $αὐτά$($ταὐτά$)が与格 $τοῖς$ $ἅρμασι$ を伴い、「〜と同じことを経験する/同じ状態になる」という構文を形成している。
- 33αὕτη δὲ μόνη
指示代名詞 $αὕτη$ は直前の女性名詞 $ἀπαιδευσίας$(無教養)を指す。文全体の論理としては「他の悪徳は行う者に利益をもたらすのに対し、無教養($ἀπαιδευσία$)だけは所有者にさらなる損害をも与えるため、教養($παιδεία$)は無教養よりもはるかに大きな善である」という比較構成になっている。
- 33ὧν τοῖς λόγοις ἐλύπησαν
関係代名詞 $ὧν$ は、他動詞 $λυπέω$(〜を不快にする)の直接目的語として本来は対格 $ἅ$ であるべきだが、先行詞 $τούτων$ の属格に引きずられて格変化している(格の同化)。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 2 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
