§41πρὸς δὲ τούτοις εἰσφορᾶς ἡμῖν προσταχθείσης καὶ ἑτέρων ἐπιγραφέων γενομένων ἐγὼ πλεῖστον εἰσήνεγκα τῶν ξένων, αὐτός θʼ αἱρεθεὶς ἐμαυτῷ μὲν ἐπέγραψα τὴν μεγίστην εἰσφοράν, ὑπὲρ Πασίωνος δʼ ἐδεόμην τῶν συνεπιγραφέων, λέγων ὅτι τοῖς ἐμοῖς χρήμασι τυγχάνει χρώμενος.
さらに、私たちに臨時税(エイシポラ)が課され、他の登録係たちが任命されたとき、私は在留異邦人の中で最も多くの額を納めました。 そして私自身が選ばれた際、自分自身には最大の納税額を登録しましたが、パシオンのためには、彼が私の資金を使っているところなのだと言って、共同登録係たちに頼み込みました。
καί μοι ἀνάβητε μάρτυρες.
さあ、証人たちよ、証言台へ上がってください。
"Μάρτυρες
" §42αὐτὸν τοίνυν Πασίωνʼ ἔργῳ παρέξομαι τούτοις συμμαρτυροῦντα.
「証人たち」そこで、パシオン自身が事実によってこれらを証言していることをあなた方に示しましょう。
ὁλκάδα γάρ, ἐφʼ ᾗ πολλὰ χρήματʼ ἦν ἐγὼ δεδωκώς, ἔφηνέ τις ὡς οὖσαν ἀνδρὸς Δηλίου.
というのも、私が多額の資金を出していた商船を、ある者がデロス島民の所有であるとして告発したのです。
ἀμφισβητοῦντος δʼ ἐμοῦ καὶ καθέλκειν ἀξιοῦντος οὕτω τὴν βουλὴν διέθεσαν οἱ βουλόμενοι συκοφαντεῖν, ὥστε τὸ μὲν πρῶτον παρὰ μικρὸν ἦλθον ἄκριτος ἀποθανεῖν, τελευτῶντες δʼ ἐπείσθησαν ἐγγυητὰς παρʼ ἐμοῦ δέξασθαι.
私が抗議し、船を海に降ろすよう求めたとき、密告を企てる者たちが評議会をそのように仕向けたため、私は最初、裁判も受けずに死刑になりそうになりましたが、最後には、彼らは私から保証人を受け入れることに同意したのです。
§43καὶ Φίλιππος μὲν ὤν μοι ξένος πατρικός, κληθεὶς καὶ ὑπακούσας, δείσας τὸ μέγεθος τοῦ κινδύνου ἀπιὼν ᾤχετο·
そして、私の父以来の客分であるピリッポスは、呼び出されて応じたものの、危険の大きさに恐れをなして立ち去ってしまいました。
Πασίων δʼ Ἀρχέστρατόν μοι τὸν ἀπὸ τῆς τραπέζης ἑπτὰ ταλάντων ἐγγυητὴν παρέσχεν.
しかし、パシオンは、自分の銀行からアルケストラトスを、7タラントンの保証人として私に提供してくれたのです。
καίτοι εἰ μικρῶν ἀπεστερεῖτο καὶ μηδὲν ᾔδει μʼ ἐνθάδε κεκτημένον, οὐκ ἂν δήπου τοσούτων χρημάτων ἐγγυητής μου κατέστη.
もし彼がわずかなものしか手元に留めておらず、私がここに何も所有していないことを彼が知っていたなら、まさかこれほど多額の金の保証人に私のために名乗り出ることはなかったでしょう。
§44ἀλλὰ δῆλον ὅτι τὰς μὲν τριακοσίας δραχμὰς ἐνεκάλεσεν ἐμοὶ χαριζόμενος, τῶν δʼ ἑπτὰ ταλάντων ἐγγυητής μοι ἐγένεθʼ ἡγούμενος πίστιν ἔχειν ἱκανὴν τὸ χρυσίον τὸ παρʼ αὑτῷ κείμενον.
しかし、明らかなのは、彼が私に恩を売るために300ドラクマの債務について告訴し、一方で7タラントンの保証人になったのは、彼のもとに置かれている私の金が十分な担保になると考えたからだ、ということです。
ὡς μὲν τοίνυν ἦν τέ μοι πολλὰ χρήματʼ ἐνθάδε καὶ ταῦτʼ ἐπὶ τῇ τούτου τραπέζῃ κεῖταί μοι, καὶ ἐκ τῶν ἔργων τῶν Πασίωνος ὑμῖν δεδήλωκα καὶ παρὰ τῶν ἄλλων τῶν εἰδότων ἀκηκόατε.
このように、私にはここに多額の資金があり、それがこの男の銀行に置かれていたことは、パシオンの行動からもあなた方に明らかにしましたし、事情を知る他の人々からもお聞きになった通りです。
§45δοκεῖτε δέ μοι, ὦ ἄνδρες δικασταί, ἄριστʼ ἂν γνῶναι περὶ ὧν ἀμφισβητοῦμεν, ἀναμνησθέντες ἐκεῖνον τὸν χρόνον, καὶ τὰ πράγματα πῶς εἶχεν ἡμῖν, ὅτʼ ἐγὼ Μενέξενον καὶ Φιλόμηλον προσέπεμψʼ ἀπαιτήσοντας τὴν παρακαταθήκην, καὶ Πασίων τὸ πρῶτον ἐτόλμησεν ἔξαρνος γενέσθαι.
裁判員の皆さん、私たちが争っている事柄について、次のことを思い起こすなら、あなた方は最もよく判断できると思います。 すなわち、私がメネクセノスとピロメロスを預かり金の返還を要求するために送り、パシオンが最初に返還を否定する暴挙に出たとき、当時の私たちの状況がどうであったか、ということです。
εὑρήσετε γὰρ τὸν μὲν πατέρα μου συνειλημμένον καὶ τὴν οὐσίαν ἅπασαν ἀφῃρημένον, ἐμοὶ δʼ οὐχ οἷόν τʼ ὂν διὰ τὰς παρούσας τύχας οὔτʼ αὐτοῦ μένειν οὔτʼ εἰς τὸν Πόντον εἰσπλεῖν.
なぜなら、あなた方は私の父が逮捕され、全財産を奪われており、私自身は現在の不運のために、ここに留まることもポントスへ出航することもできなかったことを見出すでしょうから。
§46καίτοι πότερον εἰκὸς ἔμʼ ἐν τοσούτοις ὄντα κακοῖς ἀδίκως ἐγκαλεῖν, ἢ Πασίωνα καὶ διὰ τὸ μέγεθος τῶν ἡμετέρων συμφορῶν καὶ διὰ τὸ πλῆθος τῶν χρημάτων ἐπαρθῆναι τὴν ἀποστέρησιν ποιήσασθαι;
それにしても、これほど多くの困難の中にある私が不当な告訴をするのと、パシオンが私たちの不幸の大きさと資金の多額さにそそられて横領を行うのと、どちらが自然でしょうか。
τίς δὲ πώποτʼ εἰς τοσοῦτον συκοφαντίας ἀφίκετο ὥστε αὐτὸς περὶ τοῦ σώματος κινδυνεύων τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν;
また、自分自身の身に危険が迫っているときに他人の財産を狙うほど、それほどの中傷の域に達した者がかつていたでしょうか。
μετὰ ποίας δʼ ἂν ἐλπίδος ἢ τί διανοηθεὶς ἀδίκως ἦλθον ἐπὶ τοῦτον;
また、どのような希望を抱き、あるいは何を考えて、私は不当にこの男に対して要求を突きつけたのでしょうか。
πότερον ὡς δείσας τὴν δύναμιν τὴν ἐμὴν ἤμελλεν εὐθύς μοι δώσειν ἀργύριον;
私の力を恐れて彼がすぐに金を渡してくれるとでも思ったのでしょうか。
ἀλλʼ οὐχ οὕτως ἑκάτερος ἡμῶν ἔπραττεν.
しかし、私たちの状況はどちらもそうではありませんでした。
§47ἀλλʼ εἰς ἀγῶνα καταστὰς ᾤμην καὶ παρὰ τὸ δίκαιον πλέον ἕξειν Πασίωνος παρʼ ὑμῖν;
それとも、裁判になれば、正義に反してでも、あなた方の前でパシオンに対して優位に立てると考えたのでしょうか。
ὃς οὐδὲ μένειν ἐνθάδε παρεσκευαζόμην, δεδιὼς μή μʼ ἐξαιτήσειε Σάτυρος παρʼ ὑμῶν.
サテュロスがあなた方に私を引き渡すよう要求するのではないかと恐れて、ここに留まる準備さえしていなかったこの私が、ですか。
ἀλλʼ ἵνα μηδὲν διαπραττόμενος ἐχθρὸς τούτῳ κατασταίην, ᾧ μάλιστʼ ἐτύγχανον πάντων τῶν ἐν τῇ πόλει χρώμενος;
それとも、何ら目的を果たすこともなく、この市の中で私が最も親しく交際していたこの男と敵対するためでしょうか。
καὶ τίς ἂν ὑμῶν ἀξιώσειε καταγνῶναί μου τοσαύτην μανίαν καὶ ἀμαθίαν;
あなた方のうちの誰が、私にこれほどまでの狂気と無知があったとみなすでしょうか。
§48ἐνθυμηθῆναι δʼ ἄξιόν ἐστιν, ὦ ἄνδρες δικασταί, τὴν ἀτοπίαν καὶ τὴν ἀπιστίαν ὧν ἑκάστοτε Πασίων ἐπεχείρει λέγειν.
裁判員の皆さん、パシオンがその都度主張しようとしたことの奇妙さと信じ難さを考慮することは価値があります。
ὅτε μὲν γὰρ οὕτως ἔπραττον, ὥστʼ οὐδʼ ἄν, εἰ προσωμολόγει μʼ ἀποστερεῖν τῶν χρημάτων, οἷός τʼ ἂν ἦν παρʼ αὐτοῦ δίκην λαβεῖν, τότε μὲν αἰτιᾶταί μʼ ἀδίκως ἐγκαλεῖν ἐπιχειρῆσαι·
というのも、私が彼から、たとえ彼が私の金を横領していると認めたとしても罰を受けさせることができないほど困難な状況にあったときには、彼は私が不当に告訴しようとしたと非難し、一方で、私がサテュロスに対する中傷から解放され、誰もがこの男が裁判に敗れるだろうと考えていたときには、その時点で私が彼に対するすべての告訴を免除したと彼は言うのです。
ἐπειδὴ δʼ ἐγώ τε τῶν πρὸς Σάτυρον διαβολῶν ἀπηλλάγην καὶ τοῦτον ἅπαντες ὀφλήσειν τὴν δίκην ἐνόμιζον, τηνικαῦτά μέ φησιν ἀφεῖναι πάντων τῶν ἐγκλημάτων αὐτόν. καίτοι πῶς ἂν τούτων ἀλογώτερα γένοιτο;
それにしても、これ以上に不条理なことがあり得るでしょうか。