§41πρὸς δὲ τούτοις εἰσφορᾶς ἡμῖν προσταχθείσης καὶ ἑτέρων ἐπιγραφέων γενομένων ἐγὼ πλεῖστον εἰσήνεγκα τῶν ξένων, αὐτός θʼ αἱρεθεὶς ἐμαυτῷ μὲν ἐπέγραψα τὴν μεγίστην εἰσφοράν, ὑπὲρ Πασίωνος δʼ ἐδεόμην τῶν συνεπιγραφέων, λέγων ὅτι τοῖς ἐμοῖς χρήμασι τυγχάνει χρώμενος.
此外,当向我们征收临时税且指定了其他登记员时,我缴纳了外邦人中最多的一笔税款;在我自己被选为登记员时,我为自己登记了最高的税款,而为了帕西温,我对共同登记员做出了请求,说他正好在使用我的资金。
καί μοι ἀνάβητε μάρτυρες.
证人们,请上台。
"Μάρτυρες
" §42αὐτὸν τοίνυν Πασίωνʼ ἔργῳ παρέξομαι τούτοις συμμαρτυροῦντα.
“证人们” 那么,我将通过实际行动来证明帕西温本人也在为此作证。
ὁλκάδα γάρ, ἐφʼ ᾗ πολλὰ χρήματʼ ἦν ἐγὼ δεδωκώς, ἔφηνέ τις ὡς οὖσαν ἀνδρὸς Δηλίου.
因为一艘我投入了大量资金的商船,被某人指控为属于一个提洛岛人。
ἀμφισβητοῦντος δʼ ἐμοῦ καὶ καθέλκειν ἀξιοῦντος οὕτω τὴν βουλὴν διέθεσαν οἱ βουλόμενοι συκοφαντεῖν, ὥστε τὸ μὲν πρῶτον παρὰ μικρὸν ἦλθον ἄκριτος ἀποθανεῖν, τελευτῶντες δʼ ἐπείσθησαν ἐγγυητὰς παρʼ ἐμοῦ δέξασθαι.
当我提出异议并要求将船下水时,那些企图进行诬告的人对议会施加了如此影响,以至于起初我几乎在未经审判的情况下被处死,但最终他们被说服接受我提供的担保人。
§43καὶ Φίλιππος μὲν ὤν μοι ξένος πατρικός, κληθεὶς καὶ ὑπακούσας, δείσας τὸ μέγεθος τοῦ κινδύνου ἀπιὼν ᾤχετο· Πασίων δʼ Ἀρχέστρατόν μοι τὸν ἀπὸ τῆς τραπέζης ἑπτὰ ταλάντων ἐγγυητὴν παρέσχεν.
菲利普是我父亲的客卿,他被召来并到场,但由于害怕危险的严重性而逃离离去;而帕西温则为我提供了他银行里的阿耳刻斯特拉托斯作为七个塔兰特的担保人。
καίτοι εἰ μικρῶν ἀπεστερεῖτο καὶ μηδὲν ᾔδει μʼ ἐνθάδε κεκτημένον, οὐκ ἂν δήπου τοσούτων χρημάτων ἐγγυητής μου κατέστη.
然而,如果他只扣留了微不足道的财产,并且知道我在这里一无所有,他绝不会为我担保如此巨额的资金。
§44ἀλλὰ δῆλον ὅτι τὰς μὲν τριακοσίας δραχμὰς ἐνεκάλεσεν ἐμοὶ χαριζόμενος, τῶν δʼ ἑπτὰ ταλάντων ἐγγυητής μοι ἐγένεθʼ ἡγούμενος πίστιν ἔχειν ἱκανὴν τὸ χρυσίον τὸ παρʼ αὑτῷ κείμενον.
显而易见,他起诉那三百德拉克马的债务是为了向我讨好,而成为那七个塔兰特的担保人,则是因为他认为存放在他那里的黄金是足够的抵押。
ὡς μὲν τοίνυν ἦν τέ μοι πολλὰ χρήματʼ ἐνθάδε καὶ ταῦτʼ ἐπὶ τῇ τούτου τραπέζῃ κεῖταί μοι, καὶ ἐκ τῶν ἔργων τῶν Πασίωνος ὑμῖν δεδήλωκα καὶ παρὰ τῶν ἄλλων τῶν εἰδότων ἀκηκόατε.
因此,我在这里拥有大量资金,并且这些资金存放在他的银行里,我已经通过帕西温本人的行为向你们作了说明,而且你们也从其他知情者那里听到了。
§45δοκεῖτε δέ μοι, ὦ ἄνδρες δικασταί, ἄριστʼ ἂν γνῶναι περὶ ὧν ἀμφισβητοῦμεν, ἀναμνησθέντες ἐκεῖνον τὸν χρόνον, καὶ τὰ πράγματα πῶς εἶχεν ἡμῖν, ὅτʼ ἐγὼ Μενέξενον καὶ Φιλόμηλον προσέπεμψʼ ἀπαιτήσοντας τὴν παρακαταθήκην, καὶ Πασίων τὸ πρῶτον ἐτόλμησεν ἔξαρνος γενέσθαι.
诸位陪审员,我认为,如果你们回想起那个时期以及我们当时的处境,也就是当我派遣梅内克塞诺斯和菲洛梅洛斯去要求归还存款,而帕西温首次胆敢予以否认的时候,你们就能对我们所争执的事做出最好的判断。
εὑρήσετε γὰρ τὸν μὲν πατέρα μου συνειλημμένον καὶ τὴν οὐσίαν ἅπασαν ἀφῃρημένον, ἐμοὶ δʼ οὐχ οἷόν τʼ ὂν διὰ τὰς παρούσας τύχας οὔτʼ αὐτοῦ μένειν οὔτʼ εἰς τὸν Πόντον εἰσπλεῖν.
因为你们会发现,我的父亲当时已被逮捕并被剥夺了全部财产,而我本人由于眼前的厄运,既无法留在这里,也无法启航前往蓬托斯。
§46καίτοι πότερον εἰκὸς ἔμʼ ἐν τοσούτοις ὄντα κακοῖς ἀδίκως ἐγκαλεῖν, ἢ Πασίωνα καὶ διὰ τὸ μέγεθος τῶν ἡμετέρων συμφορῶν καὶ διὰ τὸ πλῆθος τῶν χρημάτων ἐπαρθῆναι τὴν ἀποστέρησιν ποιήσασθαι;
然而,究竟是我在遭受如此深重的灾难时提出不公正的指控合乎情理,还是帕西温受到我们不幸的沉重和资金的巨额所诱惑而进行赖账合乎情理?
τίς δὲ πώποτʼ εἰς τοσοῦτον συκοφαντίας ἀφίκετο ὥστε αὐτὸς περὶ τοῦ σώματος κινδυνεύων τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν;
又有谁曾达到如此诬告的境地,竟在自己人身安全面临危险时,去图谋他人的财产?
μετὰ ποίας δʼ ἂν ἐλπίδος ἢ τί διανοηθεὶς ἀδίκως ἦλθον ἐπὶ τοῦτον;
我是抱着怎样的希望,或者心里想着什么,才会对他提出不公正的诉求?
πότερον ὡς δείσας τὴν δύναμιν τὴν ἐμὴν ἤμελλεν εὐθύς μοι δώσειν ἀργύριον;
是因为他害怕我的势力,就会立刻把钱给我吗?
ἀλλʼ οὐχ οὕτως ἑκάτερος ἡμῶν ἔπραττεν.
但我们两人的境况绝非如此。
§47ἀλλʼ εἰς ἀγῶνα καταστὰς ᾤμην καὶ παρὰ τὸ δίκαιον πλέον ἕξειν Πασίωνος παρʼ ὑμῖν;
难道我以为,通过进行诉讼,我即使违背正义也能在你们面前战胜帕西温吗?
ὃς οὐδὲ μένειν ἐνθάδε παρεσκευαζόμην, δεδιὼς μή μʼ ἐξαιτήσειε Σάτυρος παρʼ ὑμῶν.
我当时甚至因为害怕萨堤罗斯会向你们要求引渡我而没有做好留在这里的准备。
ἀλλʼ ἵνα μηδὲν διαπραττόμενος ἐχθρὸς τούτῳ κατασταίην, ᾧ μάλιστʼ ἐτύγχανον πάντων τῶν ἐν τῇ πόλει χρώμενος;
难道我是为了在毫无所获的情况下,与这个在城邦中与我交往最深的人反目成仇吗?
καὶ τίς ἂν ὑμῶν ἀξιώσειε καταγνῶναί μου τοσαύτην μανίαν καὶ ἀμαθίαν;
你们中又有谁会认为我有如此的疯狂和无知而对我进行谴责呢?
§48ἐνθυμηθῆναι δʼ ἄξιόν ἐστιν, ὦ ἄνδρες δικασταί, τὴν ἀτοπίαν καὶ τὴν ἀπιστίαν ὧν ἑκάστοτε Πασίων ἐπεχείρει λέγειν.
诸位陪审员,有必要考虑一下帕西温在每个场合企图声称的事情是多么荒谬和不可信。
ὅτε μὲν γὰρ οὕτως ἔπραττον, ὥστʼ οὐδʼ ἄν, εἰ προσωμολόγει μʼ ἀποστερεῖν τῶν χρημάτων, οἷός τʼ ἂν ἦν παρʼ αὐτοῦ δίκην λαβεῖν, τότε μὲν αἰτιᾶταί μʼ ἀδίκως ἐγκαλεῖν ἐπιχειρῆσαι· ἐπειδὴ δʼ ἐγώ τε τῶν πρὸς Σάτυρον διαβολῶν ἀπηλλάγην καὶ τοῦτον ἅπαντες ὀφλήσειν τὴν δίκην ἐνόμιζον, τηνικαῦτά μέ φησιν ἀφεῖναι πάντων τῶν ἐγκλημάτων αὐτόν.
因为当我处于即使他承认夺走我的资金、我也无法从他那里获得公正惩罚的境地时,在那时他指责我企图提出不公正的起诉;而当我摆脱了对萨堤罗斯的诽谤,且所有人都认为他会输掉官司时,就在那时,他却说我免除了他所有的指控。
καίτοι πῶς ἂν τούτων ἀλογώτερα γένοιτο;
然而,还有什么比这些事情更不合逻辑的呢?