← イソクラテス

銀行家

§41-48

パシオンの身元保証と横領の蓋然性の論証

原告は、自らの多額の資産がパシオンの銀行にあった客観的証拠として、かつてパシオンが多額の保証人を引き受けてくれた歴史的事実を挙げ、双方の当時の政治的・経済的窮状を考慮すればパシオンの横領行為こそが真実であることを論じます。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§41

πρὸς δὲ τούτοις εἰσφορᾶς ἡμῖν προσταχθείσης1 καὶ ἑτέρων ἐπιγραφέων γενομένων ἐγὼ πλεῖστον εἰσήνεγκα τῶν ξένων, αὐτός θʼ αἱρεθεὶς ἐμαυτῷ μὲν ἐπέγραψα τὴν μεγίστην εἰσφοράν, ὑπὲρ Πασίωνος δʼ ἐδεόμην τῶν συνεπιγραφέων, λέγων ὅτι τοῖς ἐμοῖς χρήμασι τυγχάνει χρώμενος. καί μοι ἀνάβητε μάρτυρες. "Μάρτυρες"

さらに、私たちに臨時税(エイシポラ)が課され、他の登録係たちが任命されたとき、私は在留異邦人の中で最も多くの額を納めました。そして私自身が選ばれた際、自分自身には最大の納税額を登録しましたが、パシオンのためには、彼が私の資金を使っているところなのだと言って、共同登録係たちに頼み込みました。さあ、証人たちよ、証言台へ上がってください。 「証人たち」

§42

αὐτὸν τοίνυν Πασίωνʼ ἔργῳ παρέξομαι τούτοις συμμαρτυροῦντα. ὁλκάδα γάρ, ἐφʼ ᾗ πολλὰ χρήματʼ ἦν ἐγὼ δεδωκώς, ἔφηνέ τις ὡς οὖσαν ἀνδρὸς Δηλίου. ἀμφισβητοῦντος δʼ ἐμοῦ καὶ καθέλκειν ἀξιοῦντος οὕτω τὴν βουλὴν διέθεσαν οἱ βουλόμενοι συκοφαντεῖν, ὥστε τὸ μὲν πρῶτον παρὰ μικρὸν ἦλθον2 ἄκριτος ἀποθανεῖν, τελευτῶντες δʼ ἐπείσθησαν ἐγγυητὰς παρʼ ἐμοῦ δέξασθαι.

そこで、パシオン自身が事実によってこれらを証言していることをあなた方に示しましょう。というのも、私が多額の資金を出していた商船を、ある者がデロス島民の所有であるとして告発したのです。私が抗議し、船を海に降ろすよう求めたとき、密告を企てる者たちが評議会をそのように仕向けたため、私は最初、裁判も受けずに死刑になりそうになりましたが、最後には、彼らは私から保証人を受け入れることに同意したのです。

§43

καὶ Φίλιππος μὲν ὤν μοι ξένος πατρικός, κληθεὶς καὶ ὑπακούσας, δείσας τὸ μέγεθος τοῦ κινδύνου ἀπιὼν ᾤχετο· Πασίων δʼ Ἀρχέστρατόν μοι τὸν ἀπὸ τῆς τραπέζης ἑπτὰ ταλάντων ἐγγυητὴν παρέσχεν. καίτοι εἰ μικρῶν ἀπεστερεῖτο καὶ μηδὲν ᾔδει μʼ ἐνθάδε κεκτημένον, οὐκ ἂν δήπου τοσούτων χρημάτων ἐγγυητής μου κατέστη.3

そして、私の父以来の客分であるピリッポスは、呼び出されて応じたものの、危険の大きさに恐れをなして立ち去ってしまいました。しかし、パシオンは、自分の銀行からアルケストラトスを、7タラントンの保証人として私に提供してくれたのです。もし彼がわずかなものしか手元に留めておらず、私がここに何も所有していないことを彼が知っていたなら、まさかこれほど多額の金の保証人に私のために名乗り出ることはなかったでしょう。

§44

ἀλλὰ δῆλον ὅτι τὰς μὲν τριακοσίας δραχμὰς ἐνεκάλεσεν ἐμοὶ χαριζόμενος, τῶν δʼ ἑπτὰ ταλάντων ἐγγυητής μοι ἐγένεθʼ ἡγούμενος πίστιν ἔχειν ἱκανὴν τὸ χρυσίον τὸ παρʼ αὑτῷ κείμενον. ὡς μὲν τοίνυν ἦν τέ μοι πολλὰ χρήματʼ ἐνθάδε καὶ ταῦτʼ ἐπὶ τῇ τούτου τραπέζῃ κεῖταί μοι, καὶ ἐκ τῶν ἔργων τῶν Πασίωνος ὑμῖν δεδήλωκα καὶ παρὰ τῶν ἄλλων τῶν εἰδότων ἀκηκόατε.

しかし、明らかなのは、彼が私に恩を売るために300ドラクマの債務について告訴し、一方で7タラントンの保証人になったのは、彼のもとに置かれている私の金が十分な担保になると考えたからだ、ということです。このように、私にはここに多額の資金があり、それがこの男の銀行に置かれていたことは、パシオンの行動からもあなた方に明らかにしましたし、事情を知る他の人々からもお聞きになった通りです。

§45

δοκεῖτε δέ μοι, ὦ ἄνδρες δικασταί, ἄριστʼ ἂν γνῶναι περὶ ὧν ἀμφισβητοῦμεν, ἀναμνησθέντες ἐκεῖνον τὸν χρόνον, καὶ τὰ πράγματα πῶς εἶχεν ἡμῖν, ὅτʼ ἐγὼ Μενέξενον καὶ Φιλόμηλον προσέπεμψʼ ἀπαιτήσοντας4 τὴν παρακαταθήκην, καὶ Πασίων τὸ πρῶτον ἐτόλμησεν ἔξαρνος γενέσθαι. εὑρήσετε γὰρ τὸν μὲν πατέρα μου συνειλημμένον καὶ τὴν οὐσίαν ἅπασαν ἀφῃρημένον, ἐμοὶ δʼ οὐχ οἷόν τʼ ὂν διὰ τὰς παρούσας τύχας οὔτʼ αὐτοῦ μένειν οὔτʼ εἰς τὸν Πόντον εἰσπλεῖν.

裁判員の皆さん、私たちが争っている事柄について、次のことを思い起こすなら、あなた方は最もよく判断できると思います。すなわち、私がメネクセノスとピロメロスを預かり金の返還を要求するために送り、パシオンが最初に返還を否定する暴挙に出たとき、当時の私たちの状況がどうであったか、ということです。なぜなら、あなた方は私の父が逮捕され、全財産を奪われており、私自身は現在の不運のために、ここに留まることもポントスへ出航することもできなかったことを見出すでしょうから。

§46

καίτοι πότερον εἰκὸς ἔμʼ ἐν τοσούτοις ὄντα κακοῖς ἀδίκως ἐγκαλεῖν, ἢ Πασίωνα καὶ διὰ τὸ μέγεθος τῶν ἡμετέρων συμφορῶν καὶ διὰ τὸ πλῆθος τῶν χρημάτων ἐπαρθῆναι τὴν ἀποστέρησιν ποιήσασθαι; τίς δὲ πώποτʼ εἰς τοσοῦτον συκοφαντίας ἀφίκετο ὥστε αὐτὸς περὶ τοῦ σώματος κινδυνεύων τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν; μετὰ ποίας δʼ ἂν ἐλπίδος ἢ τί διανοηθεὶς ἀδίκως ἦλθον ἐπὶ τοῦτον; πότερον ὡς δείσας τὴν δύναμιν τὴν ἐμὴν ἤμελλεν εὐθύς μοι δώσειν ἀργύριον; ἀλλʼ οὐχ οὕτως ἑκάτερος ἡμῶν ἔπραττεν.

それにしても、これほど多くの困難の中にある私が不当な告訴をするのと、パシオンが私たちの不幸の大きさと資金の多額さにそそられて横領を行うのと、どちらが自然でしょうか。また、自分自身の身に危険が迫っているときに他人の財産を狙うほど、それほどの中傷の域に達した者がかつていたでしょうか。また、どのような希望を抱き、あるいは何を考えて、私は不当にこの男に対して要求を突きつけたのでしょうか。私の力を恐れて彼がすぐに金を渡してくれるとでも思ったのでしょうか。しかし、私たちの状況はどちらもそうではありませんでした。

§47

ἀλλʼ εἰς ἀγῶνα καταστὰς ᾤμην καὶ παρὰ τὸ δίκαιον πλέον ἕξειν Πασίωνος παρʼ ὑμῖν; ὃς οὐδὲ μένειν ἐνθάδε παρεσκευαζόμην, δεδιὼς μή μʼ ἐξαιτήσειε5 Σάτυρος παρʼ ὑμῶν. ἀλλʼ ἵνα μηδὲν διαπραττόμενος ἐχθρὸς τούτῳ κατασταίην, ᾧ μάλιστʼ ἐτύγχανον πάντων τῶν ἐν τῇ πόλει χρώμενος; καὶ τίς ἂν ὑμῶν ἀξιώσειε καταγνῶναί μου τοσαύτην μανίαν καὶ ἀμαθίαν;

それとも、裁判になれば、正義に反してでも、あなた方の前でパシオンに対して優位に立てると考えたのでしょうか。サテュロスがあなた方に私を引き渡すよう要求するのではないかと恐れて、ここに留まる準備さえしていなかったこの私が、ですか。それとも、何ら目的を果たすこともなく、この市の中で私が最も親しく交際していたこの男と敵対するためでしょうか。あなた方のうちの誰が、私にこれほどまでの狂気と無知があったとみなすでしょうか。

§48

ἐνθυμηθῆναι δʼ ἄξιόν ἐστιν, ὦ ἄνδρες δικασταί, τὴν ἀτοπίαν καὶ τὴν ἀπιστίαν ὧν ἑκάστοτε Πασίων ἐπεχείρει λέγειν. ὅτε μὲν γὰρ οὕτως ἔπραττον, ὥστʼ οὐδʼ ἄν, εἰ προσωμολόγει μʼ ἀποστερεῖν τῶν χρημάτων, οἷός τʼ ἂν ἦν6 παρʼ αὐτοῦ δίκην λαβεῖν, τότε μὲν αἰτιᾶταί μʼ ἀδίκως ἐγκαλεῖν ἐπιχειρῆσαι· ἐπειδὴ δʼ ἐγώ τε τῶν πρὸς Σάτυρον διαβολῶν ἀπηλλάγην καὶ τοῦτον ἅπαντες ὀφλήσειν τὴν δίκην ἐνόμιζον, τηνικαῦτά μέ φησιν ἀφεῖναι πάντων τῶν ἐγκλημάτων αὐτόν. καίτοι πῶς ἂν τούτων ἀλογώτερα γένοιτο;

裁判員の皆さん、パシオンがその都度主張しようとしたことの奇妙さと信じ難さを考慮することは価値があります。というのも、私が彼から、たとえ彼が私の金を横領していると認めたとしても罰を受けさせることができないほど困難な状況にあったときには、彼は私が不当に告訴しようとしたと非難し、一方で、私がサテュロスに対する中傷から解放され、誰もがこの男が裁判に敗れるだろうと考えていたときには、その時点で私が彼に対するすべての告訴を免除したと彼は言うのです。それにしても、これ以上に不条理なことがあり得るでしょうか。

構文注6 件
  1. 41εἰσφορᾶς ἡμῖν προσταχθείσης

    独立分詞格(属格独立)。臨時税(エイシポラ)が課されたという状況を付帯状況的に説明している。

  2. 42παρὰ μικρὸν ἦλθον

    イディオムで「もう少しで〜するところだった」の意味。不定詞 ἀποθανεῖν を伴い、「もう少しで死ぬところだった」となる。

  3. 43εἰ μικρῶν ἀπεστερεῖτο... οὐκ ἂν... κατέστη

    過去の事実に反する仮定(反実仮想)。直説法過去(εἰ + 未完了過去, 帰結節は ἄν + アオリスト)が用いられており、「もし(あの時)そうであったなら、〜しなかっただろう」という現在の文脈から見た過去の仮定・帰結を表す。

  4. 45ἀπαιτήσοντας

    動詞 προσέπεμψα (おくりだした) の目的を表す未来分詞。「(返還を)要求するために」という意図・目的を示す。

  5. 47δεδιὼς μή μʼ ἐξαιτήσειε

    懸念を示す動詞 δεδιώς (恐れて) に導かれる接続詞 μή と、歴史時制(ここでは準備していなかったという過去の事態)の後のために希求法(ἐξαιτήσειε)が用いられている構文。「サテュロスが私を引き渡すよう要求するのではないかと恐れて」の意味。

  6. 48ὥστʼ οὐδʼ ἄν... οἷός τʼ ἂν ἦν

    結果の接続詞 ὥστε に導かれる節の中に、反実仮想の帰結節(ἄν + 直説法過去 ἦν)が含まれている。「たとえ彼が認めたとしても、〜できなかったであろうほどに」という結果を示す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)urn:cts:greekLit:tlg0010.tlg005.humanitext-grc2:41-48