§33ὅτι μὲν τοίνυν συνθήκας δʼ ἐποιησάμεθʼ οὐχ ὡς Πασίων ἐπιχειρήσει λέγειν, ἀλλʼ ὡς ἐγὼ πρὸς ὑμᾶς εἴρηκα, ἱκανῶς ἐπιδεδεῖχθαι νομίζω.
したがって、私たちが契約を結んだのは、パシオンが主張しようとするような意図からではなく、私があなた方に語った通りの意図からであったことは、十分に証明されたと私は考えます。
οὐκ ἄξιον δὲ θαυμάζειν, ὦ ἄνδρες δικασταί, εἰ τὸ γραμματεῖον διέφθειρεν, οὐ μόνον διὰ τοῦτο, ὅτι πολλὰ τοιαῦτʼ ἤδη γέγονεν, ἀλλʼ ὅτι καὶ τῶν χρωμένων τινὲς Πασίωνι πολὺ δεινότερα τούτων πεποιήκασι.
しかし、裁判員の皆さん、彼が契約書を改ざんしたとしても、驚くには及びません。 それは、このようなことがすでに多く起きているからというだけでなく、パシオンの仲間のうちのある者たちが、これよりもはるかにひどいことを仕でかしているからです。
Πυθόδωρον γὰρ τὸν σκηνίτην καλούμενον, ὃς ὑπὲρ Πασίωνος ἅπαντα καὶ λέγει καὶ πράττει, τίς οὐκ οἶδεν ὑμῶν πέρυσιν ἀνοίξαντα τὰς ὑδρίας καὶ τοὺς κριτὰς ἐξελόντα τοὺς ὑπὸ τῆς βουλῆς εἰσβληθέντας;
パシオンのためにあらゆることを語り、また行う「舞台人」と呼ばれるピュトドロスが、昨年、投票用の壷をこじ開け、評議会によって入れられた裁判員の名札を取り出したことを、あなた方のうちの誰が知らないでしょうか。
§34καίτοι ὅστις μικρων ἕνεκα καὶ περὶ τοῦ σώματος κινδυνεύων ταύτας ὑπανοίγειν ἐτόλμησεν, αἳ σεσημασμέναι μὲν ἦσαν ὑπὸ τῶν χορηγῶν, ἐφυλάττοντο δʼ ὑπὸ τῶν ταμιῶν, ἔκειντο δʼ ἐν ἀκροπόλει, τί δεῖ θαυμάζειν, εἰ γραμματείδιον παρʼ ἀνθρώπῳ ξένῳ κείμενον τοσαῦτα μέλλοντες χρήματα κερδαίνειν μετέγραψαν, ἢ τοὺς παῖδας αὐτοῦ πείσαντες ἢ ἄλλῳ τρόπῳ, ᾧ ἠδύναντο, μηχανησάμενοι;
しかし、わずかな利益のために、しかも命の危険を冒してまで、合唱隊の支援者たちによって封印され、財務官たちによって管理され、アクロポリスに置かれていたこれらの壷をひそかに開ける大胆さを持っていたような者が、これほど多額の金をだまし取ろうとして、異邦人のもとに置かれていた小さな契約書を、彼の奴隷たちを説得するか、あるいは他に可能な方法を講じて書き換えたとしても、どうして驚く必要があるでしょうか。
περὶ μὲν οὖν τούτων οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν.
したがって、これらのことについては、これ以上多くを語る必要はないと思います。
§35ἤδη δέ τινας Πασίων ἐπεχείρησε πείθειν, ὡς τὸ παράπαν οὐδʼ ἦν ἐνθάδε μοι χρήματα, λέγων ὡς παρὰ Στρατοκλέους ἐδανεισάμην τριακοσίους στατῆρας.
ところが、パシオンはすでに、私がストラトクレスから300スタテルを借りたと主張して、そもそも私にはここに全く資金がなかったのだと一部の人々を説得しようと試みました。
ἄξιον οὖν καὶ περὶ τούτων ἀκοῦσαι, ἵνʼ ἐπίστησθʼ, οἵοις τεκμηρίοις ἐπαρθεὶς ἀποστερεῖ με τῶν χρημάτων.
したがって、彼がどのような証拠にそそられ、私から金を奪おうとしているのかをあなた方が知るために、このことについても聞いていただく価値があります。
ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, μέλλοντος Στρατοκλέους εἰσπλεῖν εἰς τὸν Πόντον, βουλόμενος ἐκεῖθεν ὡς πλεῖστʼ ἐκκομίσασθαι τῶν χρημάτων, ἐδεήθην Στρατοκλέους τὸ μὲν αὑτοῦ χρυσίον ἐμοὶ καταλιπεῖν, ἐν δὲ τῷ Πόντῳ παρὰ τοῦ πατρὸς τοὐμοῦ κομίσασθαι,
というのも、裁判員の皆さん、ストラトクレスがポントスへ出航しようとしていたとき、私はそこからできるだけ多くの資金を持ち出したいと考え、ストラトクレスに対し、彼自身の金をここに残してもらい、ポントスにおいて私の父からそれを受け取ってほしいと頼んだからです。
§36νομίζων μεγάλα κερδαίνειν, εἰ κατὰ πλοῦν μὴ κινδυνεύοι τὰ χρήματα, ἄλλως τε καὶ Δακεδαιμονίων ἀρχόντων κατʼ ἐκεῖνον τὸν χρόνον τῆς θαλάττης.
これは、航海中に資金が危険にさらされないなら、大きな利益になると考えたからであり、とりわけ当時はラケダイモン人が海を支配していたからでした。
τούτῳ μὲν οὖν οὐδὲν ἡγοῦμαι τοῦτʼ εἶναι σημεῖον, ὡς οὐκ ἦν ἐνθάδε μοι χρήματα.
したがって、彼にとって、このことが私にはここに資金がなかったという証拠には全くなるとは考えません。
ἐμοὶ δὲ μέγιστʼ ἔσται τεκμήρια τὰ πρὸς Στρατοκλέα πραχθέντα, ὡς ἦν μοι παρὰ τούτῳ χρυσίον.
他方で私にとっては、ストラトクレスとの間で行われた取引こそが、この男のもとに私の金があったという最大の証拠となるでしょう。
§37ἐρωτῶντος γὰρ Στρατοκλέους, ὅστις αὐτῷ ἀποδώσει τὰ χρήματα, ἐὰν ὁ πατὴρ οὑμὸς μὴ ποιήσῃ τὰ ἐπεσταλμένα, αὐτὸς δʼ ἐκπλεύσας ἐνθάδʼ ἐμὲ μὴ καταλάβῃ, Πασίωνʼ αὐτῷ συνέστησα, καὶ ὡμολόγησεν οὗτος αὐτῷ καὶ τὸ ἀρχαῖον καὶ τοὺς τόκους τοὺς γιγνομένους ἀποδώσειν. δώσειν.
というのも、もし私の父が指示された通りにしなかった場合、あるいは彼が出航して戻ったときにここに私がいない場合、誰が自分に金を返還してくれるのかとストラトクレスが尋ねたとき、私はパシオンを彼に紹介し、この男は彼に対して元金と生じる利息を返還すること、支払うことに同意したのです。
καίτοι εἰ μηδὲν ἔκειτο παρʼ αὐτῷ τῶν ἐμῶν, οἴεσθʼ ἄν αὐτὸν οὕτω ῥᾳδίως τοσούτων χρημάτων ἐγγυητήν μου γενέσθαι;
それにしても、もし私のものが何一つ彼のもとに置かれていなかったとしたら、彼がこれほど多額の金について、これほど容易に私の保証人になったとあなた方は思いますか。
καί μοι ἀνάβητε, μάρτυρες.
さあ、証人たちよ、証言台へ上がってください。
"" §38ἴσως τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ τούτων ὑμῖν μάρτυρας παρέξεται, ὡς ἔξαρνος ἐγενόμην πρὸς τοὺς ὑπὲρ Σατύρου πράττοντας μηδὲν κεκτῆσθαι πλὴν ὧν ἐκείνοις παρεδίδουν, καὶ ὡς αὐτὸς ἐπελαμβάνετο τῶν χρημάτων τῶν ἐμῶν ὁμολογοῦντος ἐμοῦ ὀφείλειν τριακοσίας δραχμάς, καὶ ὅτι Ἱππολαΐδαν, ξένον ὄντʼ ἐμαυτοῦ καὶ ἐπιτήδειον, περιεώρων παρὰ τούτου δανειζόμενον.
"" おそらく、裁判員の皆さん、彼はこれらのことについても、サテュロスのために動いている者たちに対して私が彼らに引き渡した物以外には何も所有していないと否定したこと、また私がパシオンに300ドラクマの債務があることを認めている間に彼自身が私の資金を差し押さえたこと、そして私の客分であり友人であるヒッポライダスがこの男から金を借りるのを私が傍観していたことについて、あなた方に証人を提示することでしょう。
§39ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, καταστὰς εἰς συμφορὰς οἵας ὑμῖν διηγησάμην, καὶ τῶν μὲν οἴκοι πάντων ἀπεστερημένος, τὰ δʼ ἐνθάδʼ ἀναγκαζόμενος παραδιδόναι τοῖς ἥκουσιν, ὑπολοίπου δʼ οὐδενὸς ὄντος μοι, πλὴν εἰ δυνηθείην λαθεῖν περιποιησάμενος τὸ χρυσίον τὸ παρὰ τούτῳ κείμενον, ὁμολογῶ καὶ τούτῳ προσομολογῆσαι τριακοσίας δραχμὰς καὶ περὶ τῶν ἄλλων τοιαῦτα πράττειν καὶ λέγειν ἐξ ὧν ἐκείνους μάλιστʼ ἄν πείθειν ὠόμην μηδὲν εἶναί μοι.
しかし、裁判員の皆さん、私はあなた方に説明したような不幸に陥り、故郷の財産をすべて奪われ、ここに残されたものをやって来た者たちに引き渡すことを余儀なくされ、この男のもとに置かれている金をひそかに確保することに成功しない限り自分には何も残らないという状況にあって、この男に対して300ドラクマの債務をも重ねて認め、またその他のことについても、彼らに自分には何も残っていないと最も強く信じ込ませることができると私が考えたような行動や発言をしていたことを認めます。
§40καὶ ταῦθʼ ὡς οὐ διʼ ἀπορίαν ἐγίγνετο, ἀλλʼ ἵνα πιστευθείην ὑπʼ ἐκείνων, ῥᾳδίως γνώσεσθε.
そして、これらのことが困窮によるものではなく、彼らに信じてもらうために行われたのだということは、容易に理解していただけるでしょう。
πρῶτον μὲν γὰρ ὑμῖν μάρτυρας παρέξομαι τοὺς εἰδότας πολλά μοι χρήματʼ ἐκ τοῦ Πόντου κομισθέντα, ἔπειτα δὲ τοὺς ὁρῶντάς με τῇ τούτου τραπέζῃ χρώμενον, ἔτι δὲ παρʼ ὧν ἐχρυσώνησʼ ὑπʼ ἐκεῖνον τὸν χρόνον πλέον ἢ χιλίους στατῆρας.
というのも、まず第一に、ポントスから私のもとに多くの資金が運ばれてきたことを知っている人々を、第二に、私がこの男の銀行を利用しているのを見た人々を、さらに当時、1000スタテル以上の価値の金を私から買い取った人々を、あなた方に証人として提示するからです。