§17ἐπειδὴ τοίνυν ἐκ τῶν συνόδων, ὦ ἄνδρες δικασταί, πάντες αὐτοῦ κατεγίγνωσκον ἀδικεῖν καὶ δεινὰ ποιεῖν, ὅστις τὸν παῖδα, ὃ ἔφασκον ἐγὼ συνειδέναι περὶ τῶν χρημάτων, πρῶτον μὲν αὐτὸς ἀφανίσας ὑφʼ ἡμῶν αὐτὸν ᾐτιᾶτʼ ἠφανίσθαι, ἔπειτα δὲ συλληφθέντα ὡς ἐλεύθερον ὄντα διεκώλυσε βασανίζεσθαι, μετὰ δὲ ταῦθʼ ὡς δοῦλον ἐκδοὺς καὶ βασανιστὰς ἑλόμενος λόγῳ μὲν ἐκέλευσε βασανίζειν, ἔργῳ δʼ οὐκ εἴα, διὰ ταῦθʼ ἡγούμενος οὐδεμίαν αὑτῷ σωτηρίαν εἶναι, ἐάνπερ εἰς ὑμᾶς εἰσέλθῃ, προσπέμπων ἐδεῖτό μου εἰς ἱερὸν ἐλθόνθʼ ἑαυτῷ συγγενέσθαι.
それゆえ会合での一連の出来事から、裁判員の皆さん、誰もが彼が不当なことを行い、不届きな振る舞いをしていると責め立てました。 私が金のことを知っていると主張していた奴隷を、まず彼自身が隠しておきながら、私たちによって隠されたと非難し、次に彼が捕らえられると自由人であるとして拷問を妨げ、その後に奴隷として引き渡して拷問官を選定しておきながら、言葉では拷問せよと命じつつ実際にはそれを許さなかった、そのようなことをした人物なのですから。 これらのことから、もしあなた方の前で裁判になるならば自分には何の勝ち目もないと考え、彼は人を送って、私が神殿に来て彼と会うよう懇願しました。
§18καὶ ἐπειδὴ ἤλθομεν εἰς ἀκρόπολιν, ἐγκαλυψάμενος ἔκλαε καὶ ἔλεγεν, ὡς ἠναγκάσθη μὲν διʼ ἀπορίαν ἔξαρνος γενέσθαι, ὀλίγου δὲ χρόνου πειράσοιτο τὰ χρήματʼ ἀποδοῦναι·
そして私たちがアクロポリスに行くと、彼は顔を覆って泣き、資金難のために否認せざるを得なかったが、近いうちに金を返すよう努めると語りました。
ἐδεῖτο δέ μου συγγνώμην ἔχειν αὐτῷ καὶ συγκρύψαι τὴν συμφοράν, ἵνα μὴ παρακαταθήκας δεχόμενος φανερὸς γένηται τοιαῦτʼ ἐξημαρτηκώς.
そして、彼を許し、この災難を秘密にしてほしいと私に懇願しました。 預託金を受け入れる銀行業務を行いながら、このような過ちを犯したことが公にならないようにするためです。
ἡγούμενος δʼ αὐτῷ μεταμέλειν τῶν πεπραγμένων συνεχώρουν καὶ ἐκέλευον αὐτὸν ἐξευρεῖν, ὅντινʼ ἂν βούληται τρόπον, ὅπως τούτῳ τε καλῶς ἕξει κἀγὼ τἀμαυτοῦ κομιοῦμαι.
彼が自分の行為を悔い改めていると考えた私は同意し、彼にとっても好都合であり、私も自分のものを取り戻せるようになる方法を、彼が望むいかなる形でも見つけ出すよう勧めました。
§19τρίτῃ δʼ ἡμέρᾳ συνελθόντες πίστιν τʼ ἔδομεν ἀλλήλοις ἦ μὴν σιωπήσεσθαι τὰ πραχθέντα, ἣν οὗτος ἔλυσεν, ὡς ὑμεῖς αὐτοὶ προιόντος τοῦ λόγου γνώσεσθε, καὶ ὡμολόγησεν εἰς τὸν Πόντον μοι συμπλευσεῖσθαι κἀκεῖ τὸ χρυσίον ἀποδώσειν, ἵνʼ ὡς πορρωτάτω ἀπὸ τῆσδε τῆς πόλεως διαλύσειε τὸ συμβόλαιον, καὶ τῶν μὲν ἐνθάδε μηδεὶς εἰδείη τὸν τρόπον τῆς ἀπαλλαγῆς, ἐκπλεύσαντι δʼ αὐτῷ ἐξείη λέγειν ὅ τι αὐτὸς βούλοιτο·
3日目に私たちは集まり、事の顛末を決して口外しないという誓約を互いに交わしました。 この誓約をこの男は破りましたが、それは話が進むにつれてあなた方自身がお分かりになるでしょう。 そして彼は、私とともにポントスへ船で渡り、そこで金を返却することに合意しました。 この都市からできるだけ遠く離れた場所で契約を解消し、ここの人々には誰もその解決方法を知られないようにするためであり、また船出した彼自身が望むことを何でも言えるようにするためでした。
εἰ δὲ μὴ ταῦτα ποιήσειε, δίαιταν ἐπὶ ῥητοῖς ἐπέτρεπε Σατύρῳ, ἐφʼ ᾧτε καταγιγνώσκειν ἡμιόλιʼ αὐτοῦ τὰ χρήματα.
もし彼がこれらを行わない場合には、所定の条件のもとでの仲裁をサテュロスに委ね、彼に対してその金額の1.5倍を支払うよう宣告することに合意しました。
§20ταῦτα δὲ συγγράψαντες καὶ ἀναγαγόντες εἰς ἀκρόπολιν Πύρωνα Φεραῖον ἄνδρα, εἰθισμένον εἰσπλεῖν εἰς τὸν Πόντον, δίδομεν αὐτῷ φυλάττειν τὰς συνθήκας, προστάξαντες αὐτῷ, ἐὰν μὲν διαλλαγῶμεν πρὸς ἡμᾶς αὐτούς, κατακαῦσαι τὸ γραμματεῖον, εἰ δὲ μή, Σατύρω ἀποδοῦναι.
私たちはこれらを文書に書き、ポントスへ航海することに慣れていたフェライ人のピュロンをアクロポリスに連れて行き、彼に契約書を保管させるために渡しました。 そして彼に、もし私たちが互いに和解した場合には契約書を焼き捨てること、そうでなければ、サテュロスに引き渡すようにと指示しました。
§21τὰ μὲν οὖν ἡμέτερʼ, ὦ ἄνδρες δικασταί, οὕτω διεπέπρακτο·
さて、私たちの事柄は、裁判員の皆さん、このように取り決められていました。
Μενέξενος δʼ ὀργιζόμενος ὑπὲρ τῆς αἰτίας ἧς κἀκεῖνον Πασίων ᾐτιάσατο, λαχὼν δίκην ἐξῄτει τὸν Κίττον, ἀξιῶν τὴν αὐτὴν Πασίωνι ψευδομένῳ γίγνεσθαι ζημίαν ἧσπερ ἂν αὐτὸς ἐτύγχανεν, εἴ τι τούτων ἐφαίνετο ποιήσας.
しかし、メネクセノスはパシオンが自分をも告発したあの嫌疑に憤慨し、訴訟を起こしてキトスの引き渡しを要求しました。 虚偽を述べているパシオンに対しても、もし自分がそれらのことを行っていたと判明した場合に自分が受けたであろうものと同じ罰が下されるべきだと要求したのです。
καὶ οὗτος, ὦ ἄνδρες δικασταί, ἐδεῖτο μου ἀπαλλάττειν Μενέξενον, λέγων ὅτι οὐδὲν αὐτῷ πλέον ἔσται, εἰ τὰ μὲν χρήματʼ ἐκ τῶν συγγεγραμμένων εἰς τὸν Πόντον εἰσπλεύσας ἀποδώσει, αὐτὸς δʼ ὁμοίως ἐνθάδε καταγέλαστος ἔσοιτο·
そしてこの男は、裁判員の皆さん、メネクセノスと和解させてほしいと私に懇願しました。 契約に基づいてポントスへ航海し、金を返済したとしても、ここで同様に笑いものになるのであれば、自分には何の利益にもならないと言って。
ὁ γὰρ παῖς, ἐὰν βασανίζηται,, περὶ πάντων τἀληθῆ κατεπεῖ.
というのも、その奴隷はもし拷問にかけられるなら、すべてについて真実を告白してしまうだろうから、と。
§22ἐγὼ δʼ ἠξίουν πρὸς μὲν Μενέξενον πράττειν ὅ τι βούλοιτο, πρὸς δʼ ἐμὲ ποιεῖν αὐτὸν τὰ συγκείμενα.
私は、メネクセノスに対しては望むことを何でも行うよう、私に対しては合意された事柄を実行するよう、彼に要求しました。
ἐν ἐκείνῳ μὲν οὖν τῷ χρόνῳ ταπεινὸς ἦν, οὐκ ἔχων ὅ τι χρήσαιτο τοῖς αὑτοῦ κακοῖς.
その時期、彼は卑屈になっており、自らの窮地をどのように処置すべきか分かりませんでした。
καὶ γὰρ οὐ μόνον περὶ τῆς βασάνου καὶ τῆς δίκης ἐκείνης ἐδεδοίκει τῆς εἰληγμένης, ἀλλὰ καὶ περὶ τοῦ γραμματείου, ὅπως μὴ ὑπὸ τοῦ Μενεξένου συλληφθήσοιτο.
というのも、彼は拷問や起こされたあの訴訟について恐れていただけでなく、その契約書がメネクセノスによって押さえられないかということについても恐れていたからです。
§23ἀπορῶν δὲ καὶ οὐδεμίαν ἄλλην εὑρίσκων ἀπαλλαγήν, πείσας τοῦ ξένου τοὺς παῖδας διαφθείρει τὸ γραμματεῖον, ὃ ἔδει Σάτυρον λαβεῖν, εἰ μή μʼ ἀπαλλάξειεν οὗτος.
途方に暮れ、他に何の解決策も見いだせなかった彼は、異邦人の奴隷たちを説得して、もしこの男が私と解決しなかった場合にサテュロスが受け取ることになっていた契約書を改ざんさせました。
καὶ οὐκ ἔφθη διαπραξάμενος ταῦτα καὶ θρασύτατος ἁπάντων ἀνθρώπων ἐγένετο, καὶ οὔτʼ εἰς τὸν Πόντον ἔφη μοι συμπλευσεῖσθαι οὔτʼ εἶναι πρός ἔμʼ αὐτῷ συμβόλαιον οὐδέν, ἀνοίγειν τʼ ἐκέλευε τὸ γραμματεῖον ἐναντιόν μαρτύρων.
これを成し遂げるやいなや、彼はあらゆる人々の中で最もふてぶてしくなり、私とともにポントスへ船で渡ることもないと言い、私と彼の間にいかなる契約もないと主張し、証人たちの前で契約書を開けるよう要求したのです。
τί ἂν ὑμῖν τὰ πολλὰ λέγοιμι, ὦ ἄνδρες δικασταί;
裁判員の皆さん、私がこれ以上くどくどと語る必要があるでしょうか。
εὑρέθη γάρ ἐν τὦ γραμματείῳ γεγραμμένος ἀφειμένος ἁπάντων τῶν ἐγκλημάτων ὑπʼ ἐμοῦ.
というのも、契約書の中には、彼が私によってすべての告発から免除されている、と書かれているのが見つかったからです。