Humanitext Reader

伊索克拉底 · 银行家 §17-23

帕西温的还款协议与伪造契约

第 3 段,共 7 段 · 希腊语

内容简介

帕西温因受到众人谴责而认罪,并与原告达成了在蓬托斯还款的契约,将文件交由第三方保管。然而,帕西温随后收买保管人的奴隶篡改了契约,随即改变态度,声称契约上写着自己已被免除一切指控。

§17ἐπειδὴ τοίνυν ἐκ τῶν συνόδων, ὦ ἄνδρες δικασταί, πάντες αὐτοῦ κατεγίγνωσκον ἀδικεῖν καὶ δεινὰ ποιεῖν, ὅστις τὸν παῖδα, ὃ ἔφασκον ἐγὼ συνειδέναι περὶ τῶν χρημάτων, πρῶτον μὲν αὐτὸς ἀφανίσας ὑφʼ ἡμῶν αὐτὸν ᾐτιᾶτʼ ἠφανίσθαι, ἔπειτα δὲ συλληφθέντα ὡς ἐλεύθερον ὄντα διεκώλυσε βασανίζεσθαι, μετὰ δὲ ταῦθʼ ὡς δοῦλον ἐκδοὺς καὶ βασανιστὰς ἑλόμενος λόγῳ μὲν ἐκέλευσε βασανίζειν, ἔργῳ δʼ οὐκ εἴα, διὰ ταῦθʼ ἡγούμενος οὐδεμίαν αὑτῷ σωτηρίαν εἶναι, ἐάνπερ εἰς ὑμᾶς εἰσέλθῃ, προσπέμπων ἐδεῖτό μου εἰς ἱερὸν ἐλθόνθʼ ἑαυτῷ συγγενέσθαι.
诸位陪审员,因此,从会合的情况来看,所有人都在谴责他行事不义且手段恶劣。 毕竟,对于那个我声称知晓这笔钱情况的位置的奴隶,他先是自己将其藏匿起来,却反诬是我们使其失踪;接着在奴隶被抓获后,又以其为自由人为由阻挠对其拷问;在此之后,他虽将奴隶交出并选定了拷问人,口头上命令进行拷问,实际上却不予允许。 因为这些缘故,他认为如果自己出庭受审将绝无胜算,于是便派人来恳求我到神殿与他会面。
§18καὶ ἐπειδὴ ἤλθομεν εἰς ἀκρόπολιν, ἐγκαλυψάμενος ἔκλαε καὶ ἔλεγεν, ὡς ἠναγκάσθη μὲν διʼ ἀπορίαν ἔξαρνος γενέσθαι, ὀλίγου δὲ χρόνου πειράσοιτο τὰ χρήματʼ ἀποδοῦναι·
当当我们来到雅典卫城时,他蒙着脸哭泣,并说道自己是因为资金困难才被迫否认的,但过不多久他就会设法偿还这笔钱。
ἐδεῖτο δέ μου συγγνώμην ἔχειν αὐτῷ καὶ συγκρύψαι τὴν συμφοράν, ἵνα μὴ παρακαταθήκας δεχόμενος φανερὸς γένηται τοιαῦτʼ ἐξημαρτηκώς.
他恳求我宽恕他并隐瞒这一丑事,以免他在接受存款(经营银行)时,被人发现犯下了如此罪行。
ἡγούμενος δʼ αὐτῷ μεταμέλειν τῶν πεπραγμένων συνεχώρουν καὶ ἐκέλευον αὐτὸν ἐξευρεῖν, ὅντινʼ ἂν βούληται τρόπον, ὅπως τούτῳ τε καλῶς ἕξει κἀγὼ τἀμαυτοῦ κομιοῦμαι.
我认为他确实对自己的所作所为感到悔悟,便表示同意,并催促他寻找任何他认为可行的方式,只要能使他自身妥善脱身,同时也能让我收回自己的财产。
§19τρίτῃ δʼ ἡμέρᾳ συνελθόντες πίστιν τʼ ἔδομεν ἀλλήλοις ἦ μὴν σιωπήσεσθαι τὰ πραχθέντα, ἣν οὗτος ἔλυσεν, ὡς ὑμεῖς αὐτοὶ προιόντος τοῦ λόγου γνώσεσθε, καὶ ὡμολόγησεν εἰς τὸν Πόντον μοι συμπλευσεῖσθαι κἀκεῖ τὸ χρυσίον ἀποδώσειν, ἵνʼ ὡς πορρωτάτω ἀπὸ τῆσδε τῆς πόλεως διαλύσειε τὸ συμβόλαιον, καὶ τῶν μὲν ἐνθάδε μηδεὶς εἰδείη τὸν τρόπον τῆς ἀπαλλαγῆς, ἐκπλεύσαντι δʼ αὐτῷ ἐξείη λέγειν ὅ τι αὐτὸς βούλοιτο·
第三天,我们聚在一起,并互相发誓绝不泄露所发生的事——正如随着申诉的进行你们自己将会了解的那样,此人后来违背了这一誓言——他同意与我一同乘船前往蓬托斯,并在那里归还黄金,以便在尽可能远离这座城市的地方解除契约,使这里的任何人都不知道解决的细节,并且在他出航后,他可以随心所欲地说任何话。
εἰ δὲ μὴ ταῦτα ποιήσειε, δίαιταν ἐπὶ ῥητοῖς ἐπέτρεπε Σατύρῳ, ἐφʼ ᾧτε καταγιγνώσκειν ἡμιόλιʼ αὐτοῦ τὰ χρήματα.
而如果他没有履行这些,他便在约定条件下将仲裁委托给萨堤罗斯,条件是判定他需偿还一倍半的资金。
§20ταῦτα δὲ συγγράψαντες καὶ ἀναγαγόντες εἰς ἀκρόπολιν Πύρωνα Φεραῖον ἄνδρα, εἰθισμένον εἰσπλεῖν εἰς τὸν Πόντον, δίδομεν αὐτῷ φυλάττειν τὰς συνθήκας, προστάξαντες αὐτῷ, ἐὰν μὲν διαλλαγῶμεν πρὸς ἡμᾶς αὐτούς, κατακαῦσαι τὸ γραμματεῖον, εἰ δὲ μή, Σατύρω ἀποδοῦναι.
我们将这些条款写成书面契约,并把经常航行去蓬托斯的费莱人皮隆带到雅典卫城,将契约交给他保管,并吩咐他:如果我们自行和解,就将这份契约烧毁;否则,就将其交给萨堤罗斯。
§21τὰ μὲν οὖν ἡμέτερʼ, ὦ ἄνδρες δικασταί, οὕτω διεπέπρακτο·
诸位陪审员,我们的事情就是这样办妥的。
Μενέξενος δʼ ὀργιζόμενος ὑπὲρ τῆς αἰτίας ἧς κἀκεῖνον Πασίων ᾐτιάσατο, λαχὼν δίκην ἐξῄτει τὸν Κίττον, ἀξιῶν τὴν αὐτὴν Πασίωνι ψευδομένῳ γίγνεσθαι ζημίαν ἧσπερ ἂν αὐτὸς ἐτύγχανεν, εἴ τι τούτων ἐφαίνετο ποιήσας.
然而,梅内克塞诺斯因帕西温同样加于其身的指控而感到愤怒,于是提起诉讼要求交出基托斯,要求对说谎的帕西温处以同样的惩罚,正如如果证实是他自己做了这些事他所应受的惩罚一样。
καὶ οὗτος, ὦ ἄνδρες δικασταί, ἐδεῖτο μου ἀπαλλάττειν Μενέξενον, λέγων ὅτι οὐδὲν αὐτῷ πλέον ἔσται, εἰ τὰ μὲν χρήματʼ ἐκ τῶν συγγεγραμμένων εἰς τὸν Πόντον εἰσπλεύσας ἀποδώσει, αὐτὸς δʼ ὁμοίως ἐνθάδε καταγέλαστος ἔσοιτο· ὁ γὰρ παῖς, ἐὰν βασανίζηται,, περὶ πάντων τἀληθῆ κατεπεῖ.
诸位陪审员,此人恳求我让梅内克塞诺斯撤诉,声称即使他按照契约乘船去蓬托斯归还了钱,但如果在这里依然成为笑柄,那对他来说也毫无益处;因为那个奴隶一旦接受拷问,就会供出关于一切的真相。
§22ἐγὼ δʼ ἠξίουν πρὸς μὲν Μενέξενον πράττειν ὅ τι βούλοιτο, πρὸς δʼ ἐμὲ ποιεῖν αὐτὸν τὰ συγκείμενα.
我则要求他对于梅内克塞诺斯,他爱怎么做就怎么做,但对于我,他必须履行既定的协议。
ἐν ἐκείνῳ μὲν οὖν τῷ χρόνῳ ταπεινὸς ἦν, οὐκ ἔχων ὅ τι χρήσαιτο τοῖς αὑτοῦ κακοῖς.
在那个时候,他表现得十分卑微,不知该如何应对自己的困境。
καὶ γὰρ οὐ μόνον περὶ τῆς βασάνου καὶ τῆς δίκης ἐκείνης ἐδεδοίκει τῆς εἰληγμένης, ἀλλὰ καὶ περὶ τοῦ γραμματείου, ὅπως μὴ ὑπὸ τοῦ Μενεξένου συλληφθήσοιτο.
因为他不仅害怕拷问和那场已经提起的诉讼,而且还担心那份契约书,害怕它会被梅内克塞诺斯夺取。
§23ἀπορῶν δὲ καὶ οὐδεμίαν ἄλλην εὑρίσκων ἀπαλλαγήν, πείσας τοῦ ξένου τοὺς παῖδας διαφθείρει τὸ γραμματεῖον, ὃ ἔδει Σάτυρον λαβεῖν, εἰ μή μʼ ἀπαλλάξειεν οὗτος.
在走投无路且找不到其他解脱办法的情况下,他收买了那名外邦人的奴隶,篡改了那份如果他未与我和解则本应由萨堤罗斯收取的契约。
καὶ οὐκ ἔφθη διαπραξάμενος ταῦτα καὶ θρασύτατος ἁπάντων ἀνθρώπων ἐγένετο, καὶ οὔτʼ εἰς τὸν Πόντον ἔφη μοι συμπλευσεῖσθαι οὔτʼ εἶναι πρός ἔμʼ αὐτῷ συμβόλαιον οὐδέν, ἀνοίγειν τʼ ἐκέλευε τὸ γραμματεῖον ἐναντιόν μαρτύρων.
他一得手,便立刻成了所有人中最厚颜无耻之徒,宣称既不与我同往蓬托斯,也与我无任何契约关系,反而要求在证人面前打开那份契约。
τί ἂν ὑμῖν τὰ πολλὰ λέγοιμι, ὦ ἄνδρες δικασταί;
诸位陪审员,我何必对你们多费口舌呢?
εὑρέθη γάρ ἐν τὦ γραμματείῳ γεγραμμένος ἀφειμένος ἁπάντων τῶν ἐγκλημάτων ὑπʼ ἐμοῦ.
因为在那份契约中,他被发现写着已由我免除了一切指控。

词汇与语法注释

  1. §17ὅστις — 关系代词 ὅστις 指代先行词 αὐτοῦ(指帕西温),在此具有因果或说明特征的作用,表示“他居然做出了这种事”,以此解释旁人谴责他的原因。
  2. §19ἐφʼ ᾧτε καταγιγνώσκειν — 结构 ἐφʼ ᾧτε 后接不定式(καταγιγνώσκειν),用于规定协议的条款或条件,意为“在……的条件下”或“规定……”。
  3. §23οὐκ ἔφθη διαπραξάμενος ταῦτα καὶ θρασύτατος ... ἐγένετο — 这是一个惯用句式 οὐκ ἔφθη + 分词(διαπραξάμενος)+ καί + 直陈式(ἐγένετο),字面意思是“他还没来得及完成这件事,他就已经……”,实际表示“他一做完这件事,就立刻变得……”,强调动作的即时性。
  4. §23εὑρέθη γὰρ ἐν τῷ γραμματείῳ γεγραμμένος ἀφειμένος — 被动动词 εὑρέθη(被发现)后接主格分词 γεγραμμένος(被写着)作为补语,而 γεγραμμένος 又支配着完成时被动分词 ἀφειμένος(被免除),形成嵌套的分词结构,用以描述契约书上的具体内容。

引用这一段

伊索克拉底, 银行家 §17-23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg005.humanitext-grc2:17-23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。