§35περὶ δὲ τῶν ἐνθάδε χορηγιῶν καὶ γυμνασιαρχιῶν καὶ τριηραρχιῶν αἰσχύνομαι λέγειν·
しかし、ここアテナイでの合唱隊奉仕や体育競技会支援、三段櫂船艤装奉仕について語ることは恥ずかしく思います。
τοσοῦτον γὰρ ἐν τοῖς ἄλλοις διήνεγκεν, ὥσθʼ οἱ μὲν ἐνδεεστέρως ἐκείνου λῃτουργήσαντες ἐκ τούτων σφᾶς αὐτοὺς ἐγκωμιάζουσιν, ὑπὲρ ἐκείνου δʼ εἴ τις καὶ τῶν τηλικούτων χάριν ἀπαιτοίη, περὶ μικρῶν ἂν δόξειε τοὺς λόγους ποιεῖσθαι.
というのも、彼は他のすべての点において非常に傑出していたため、彼よりも貧弱な奉仕しか行わなかった人々がそれらを理由に自分たちを称賛する一方で、彼のためにそれほど偉大な奉仕に対して感謝を要求する者がいれば、つまらない事柄について語っていると思われるだろうからです。
§36πρὸς δὲ τὴν πολιτείαν, οὐδὲ γὰρ τοῦτο παραλειπτέον, ὥσπερ οὐδʼ ἐκεῖνος αὐτῆς ἠμέλησεν, ἀλλὰ τοσούτῳ τῶν μάλιστʼ εὐδοκιμησάντων ἀμείνων περὶ τὸν δῆμον γέγονεν, ὅσον τοὺς μὲν ἄλλους εὑρήσεθʼ ὑπὲρ αὑτῶν στασιάσαντας, ἐκεῖνον δʼ ὑπὲρ ὑμῶν κινδυνεύοντα.
国政に対する態度についても、彼自身がそれを怠らなかったのと同様に、見過ごすわけにはいきません。 むしろ、彼は民衆に対して、最も高く評価された人々よりも、他のみなは自分たちの利益のために党派争いを引き起こしたのに対し、彼はあなた方の利益のために危険を冒したという点において、はるかに優れていました。
οὐ γὰρ ἀπελαυνόμενος ἀπὸ τῆς ὀλιγαρχίας ἀλλὰ παρακαλούμενος ἦν δημοτικός·
彼は、寡頭制から排除されたからではなく、招かれながらも民主派に留まったのです。
καὶ πολλάκις ἐκγενόμενον αὐτῷ μὴ μόνον μετʼ ὀλίγων τῶν ἄλλων ἄρχειν ἀλλὰ καὶ τούτων αὐτῶν πλέον ἔχειν, οὐκ ἠθέλησεν, ἀλλʼ εἵλεθʼ ὑπὸ τῆς πόλεως ἀδικηθῆναι μᾶλλον ἢ τὴν πολιτείαν προδοῦναι.
また、少数の他者と共に支配するだけでなく、その支配者たち自身をも凌駕する権力を握る機会が何度もあったにもかかわらず、彼はそれを望まず、国政を裏切るよりも、むしろ都市国家から不義を被ることを選んだのです。
§37καὶ ταῦθʼ ἕως μὲν συνεχῶς ἐδημοκρατεῖσθʼ οὐδεὶς ἂν ὑμᾶς λέγων ἔπεισεν·
そして、あなた方が絶え間なく民主制のもとにあった間は、誰も言葉を尽くしてもあなた方にこのことを信じさせられなかったでしょう。
νῦν δʼ αἱ στάσεις αἱ γενόμεναι σαφῶς ἐπέδειξαν καὶ τοὺς δημοτικοὺς καὶ τοὺς ὀλιγαρχικοὺς καὶ τοὺς οὐδετέρων ἐπιθυμοῦντας καὶ τοὺς ἀμφοτέρων μετέχειν ἀξιοῦντας.
しかし今や、起こった内乱によって、誰が民主派であり、誰が寡頭派であり、誰がどちらも望まない者であり、誰が双方に加わろうとする者であるかが明確に示されました。
ἐν αἷς δὶς ὑπὸ τῶν ἐχθρῶν τῶν ὑμετέρων ἐξέπεσεν·
これらの中で、彼はあなた方の敵によって二度にわたり追放されました。
καὶ τὸ μὲν πρότερον, ἐπειδὴ τάχιστʼ ἐκεῖνον ἐκποδὼν ἐποιήσαντο, τὸν δῆμον κατέλυσαν, τὸ δʼ ὕστερον οὐκ ἔφθασαν ὑμᾶς καταδουλωσάμενοι, καὶ πρώτου τῶν πολιτῶν αὐτοῦ φυγὴν κατέγνωσαν·
一度目は、彼を障害として排除するやいなや、彼らは民主制を転覆しました。 二度目は、あなた方を奴隷化するのと同時に、市民の中で最初に彼に対して追放を宣告したのです。
οὕτω σφόδρʼ ἥ τε πόλις τῶν τοῦ πατρὸς κακῶν ἀπέλαυσε κἀκεῖνος τῶν τῆς πόλεως συμφορῶν ἐκοινώνησεν.
このように甚だしく、都市国家は私の父の不幸の煽りを受け、彼もまた都市国家の災厄を共にしたのです。
§38καίτοι πολλοὶ τῶν πολιτῶν πρὸς αὐτὸν δυσκόλως εἶχον ὡς πρὸς τυραννεῖν ἐπιβουλεύοντα, οὐκ ἐκ τῶν ἔργων σκοποῦντες, ἀλλʼ ἡγούμενοι τὸ μὲν πρᾶγμʼ ὑπὸ πάντων ζηλοῦσθαι, δύνασθαι δʼ ἂν ἐκεῖνον μάλιστα διαπράξασθαι.
とはいえ、多くの市民が、彼が僭主の地位を狙って陰謀を企てているとして、彼に対して敵意を抱いていました。 彼の行動から判断したのではなく、その地位は誰もが羨むものであり、彼こそがそれを最も成し遂げうる力を持っていると考えたからです。
διὸ καὶ δικαίως ἂν αὐτῷ πλείω χάριν ἔχοιτε, ὅτι τὴν μὲν αἰτίαν μόνος τῶν πολιτῶν ἄξιος ἦν ταύτην ἔχειν, τῆς δὲ πολιτείας ἴσον ᾤετο δεῖν καὶ τοῖς ἄλλοις μετεῖναι.
それゆえにこそ、あなた方は彼にいっそう感謝すべきなのです。 なぜなら、市民の中でただ一人、そのような疑いをかけられるに足る大人物でありながら、国政への参政権は他の人々とも平等に分かち合うべきだと考えていたからです。
§39διὰ δὲ τὸ πλῆθος τῶν ἐνόντων εἰπεῖν ὑπὲρ τοῦ πατρὸς ἀπορῶ, τίνος ἐν τῷ παρόντι πρέπει μνησθῆναι καὶ ποῖʼ αὐτῶν χρὴ παραλιπεῖν·
しかし、父について語るべきことがあまりにも多いため、現時点で何を言及し、それらのうち何を省略すべきか、私は途方に暮れています。
ἀεὶ γάρ μοι δοκεῖ μεῖζον εἶναι τὸ μήπω πεφρασμένον τῶν ἤδη πρὸς ὑμᾶς εἰρημένων.
というのも、まだ語られていない事柄の方が、すでにあなた方に語った事柄よりも常に重大であるように思われるからです。
ἐπεὶ καὶ τοῦθʼ ἡγοῦμαι πᾶσιν εἶναι φανερὸν ὅτι τοῦτον ἀναγκαῖόν ἐστιν εὐνούστατον εἶναι ταῖς τῆς πόλεως εὐτυχίαις, ὅτῳ πλεῖστον μέρος καὶ τῶν ἀγαθῶν καὶ τῶν κακῶν μέτεστιν.
もっとも、都市の幸運に対して最も忠実であるはずなのは、良いことも悪いことも、最も多くを分かち合っている者であるということは、誰の目にも明らかであると考えます。
§40ἐκείνου τοίνυν εὖ μὲν πραττούσης τῆς πόλεως τίς εὐδαιμονέστερος ἢ θαυμαστότερος ἢ ζηλωτότερος ἦν τῶν πολιτῶν, δυστυχησάσης δὲ τίς ἐλπίδων μειζόνων ἢ χρημάτων πλειόνων ἢ δόξης καλλίονος ἐστερήθη;
彼について言えば、都市国家が繁栄しているとき、市民の中で誰が彼よりも幸福で、賛美され、羨まれたでしょうか。 しかし都市国家が不運に見舞われたとき、誰が彼よりも大きな希望、多くの財産、あるいは美しい名誉を奪われたでしょうか。
οὐ τὸ τελευταῖον ἐπειδὴ κατέστησαν οἱ τριάκονθʼ οἱ μὲν ἄλλοι τὴν πόλιν ἔφυγον, ἐκεῖνος δὲ ἐξ ἁπάσης τῆς Ἑλλάδος ἐξέπεσεν;
最後には、三十人政権が確立されたとき、他の人々は都市を逃れたのに対し、彼はギリシア全土から追放されたのではなかったでしょうか。
οὐ Λακεδαιμόνιοι καὶ Λύσανδρος ὁμοίως ἔργον ἐποιήσαντʼ ἐκεῖνον ἀποκτεῖναι καὶ τὴν ὑμετέραν καταλῦσαι δύναμιν, οὐδεμίαν ἡγούμενοι πίστιν ἕξειν παρὰ τῆς πόλεως, εἰ τὰ τείχη καταβάλοιεν, εἰ μὴ καὶ τὸν ἀναστῆσαι δυνάμενον ἀπολέσαιεν;
ラケダイモン人とリュサンドロスは、彼を殺害することと、あなた方の力を打ち砕くことを等しく重視したのではないでしょうか。 彼らは、たとえ城壁を取り壊したとしても、それを再建しうる人物を抹殺しなければ、都市国家からいかなる保証も得られないと考えたからです。
§41ὥστʼ οὐ μόνον ἐξ ὧν ὑμᾶς εὖ πεποίηκεν ἀλλὰ καὶ ἐξ ὧν διʼ ὑμᾶς κακῶς πέπονθε ῥᾴδιον γνῶναι τὴν εὔνοιαν τὴν ἐκείνου.
したがって、彼があなた方に施した善行からだけでなく、あなた方のゆえに被った苦難からも、彼の好意を理解することは容易です。
φαίνεται γὰρ τῷ δήμῳ βοηθῶν, τῆς αὐτῆς πολιτείας ὑμῖν ἐπιθυμῶν, ὑπὸ τῶν αὐτῶν κακῶς πάσχων, ἅμα τῇ πόλει δυστυχῶν, τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους ὑμῖν νομίζων, ἐκ παντὸς τρόπου κινδυνεύων τὰ μὲν ὑφʼ ὑμῶν, τὰ δὲ διʼ ὑμᾶς,
実際、彼は民衆を助け、あなた方と同じ国政を望み、同じ人々から害を受け、都市国家と苦楽を共にし、あなた方と同じ人々を敵および味方とみなし、あらゆる方法で、ある時はあなた方によって、またある時はあなた方のゆえに危険に身をさらしたことが明らかだからです、