§35περὶ δὲ τῶν ἐνθάδε χορηγιῶν καὶ γυμνασιαρχιῶν καὶ τριηραρχιῶν αἰσχύνομαι λέγειν· τοσοῦτον γὰρ ἐν τοῖς ἄλλοις διήνεγκεν, ὥσθʼ οἱ μὲν ἐνδεεστέρως ἐκείνου λῃτουργήσαντες ἐκ τούτων σφᾶς αὐτοὺς ἐγκωμιάζουσιν, ὑπὲρ ἐκείνου δʼ εἴ τις καὶ τῶν τηλικούτων χάριν ἀπαιτοίη, περὶ μικρῶν ἂν δόξειε τοὺς λόγους ποιεῖσθαι.
至于在本地担任的合唱队奉仕、体育竞技会主席和三列桨战船艤装奉仕,我感到羞于提起;因为他在其他方面如此杰出,以至于那些履行公共奉仕不及他慷慨的人,都因这些事而自我赞美,但如果有人因他做了如此伟大的事而要求感激,就会显得是在谈论微不足道的小事。
§36πρὸς δὲ τὴν πολιτείαν, οὐδὲ γὰρ τοῦτο παραλειπτέον, ὥσπερ οὐδʼ ἐκεῖνος αὐτῆς ἠμέλησεν, ἀλλὰ τοσούτῳ τῶν μάλιστʼ εὐδοκιμησάντων ἀμείνων περὶ τὸν δῆμον γέγονεν, ὅσον τοὺς μὲν ἄλλους εὑρήσεθʼ ὑπὲρ αὑτῶν στασιάσαντας, ἐκεῖνον δʼ ὑπὲρ ὑμῶν κινδυνεύοντα.
至于对待国家制度的态度——因为这同样不能忽略,正如他自己也未曾忽视它——相反,他对民众的态度,比起那些最享有盛名的人还要好得多,因为你们会发现,其他人是为了自己的利益进行党争,而他则是为了你们冒险。
οὐ γὰρ ἀπελαυνόμενος ἀπὸ τῆς ὀλιγαρχίας ἀλλὰ παρακαλούμενος ἦν δημοτικός· καὶ πολλάκις ἐκγενόμενον αὐτῷ μὴ μόνον μετʼ ὀλίγων τῶν ἄλλων ἄρχειν ἀλλὰ καὶ τούτων αὐτῶν πλέον ἔχειν, οὐκ ἠθέλησεν, ἀλλʼ εἵλεθʼ ὑπὸ τῆς πόλεως ἀδικηθῆναι μᾶλλον ἢ τὴν πολιτείαν προδοῦναι.
因为他不是因为被寡头政治排斥才支持民主,而是因为在受到邀请的情况下,依然保持民主派的立场;而且,尽管他多次有机会不仅与其他少数人共同统治,甚至拥有比这些人更大的权力,他也不愿意,而是宁愿遭受城邦的不公对待,也不愿背叛国家制度。
§37καὶ ταῦθʼ ἕως μὲν συνεχῶς ἐδημοκρατεῖσθʼ οὐδεὶς ἂν ὑμᾶς λέγων ἔπεισεν· νῦν δʼ αἱ στάσεις αἱ γενόμεναι σαφῶς ἐπέδειξαν καὶ τοὺς δημοτικοὺς καὶ τοὺς ὀλιγαρχικοὺς καὶ τοὺς οὐδετέρων ἐπιθυμοῦντας καὶ τοὺς ἀμφοτέρων μετέχειν ἀξιοῦντας.
在你们持续实行民主政治期间,没有任何人能通过言语说服你们相信这一点;但如今,已经发生的分裂和内讧清楚地表明了谁是民主派、谁是寡头派、谁是两者都不想要的、谁又是企图在两者中都分一羹的。
ἐν αἷς δὶς ὑπὸ τῶν ἐχθρῶν τῶν ὑμετέρων ἐξέπεσεν· καὶ τὸ μὲν πρότερον, ἐπειδὴ τάχιστʼ ἐκεῖνον ἐκποδὼν ἐποιήσαντο, τὸν δῆμον κατέλυσαν, τὸ δʼ ὕστερον οὐκ ἔφθασαν ὑμᾶς καταδουλωσάμενοι, καὶ πρώτου τῶν πολιτῶν αὐτοῦ φυγὴν κατέγνωσαν·
在这些斗争中,他两次被你们的敌人驱逐;第一次,他们一旦把他除掉,便立刻推翻了民主制;第二次,他们刚一奴役你们,便判定他为公民中第一个被流放的人。
οὕτω σφόδρʼ ἥ τε πόλις τῶν τοῦ πατρὸς κακῶν ἀπέλαυσε κἀκεῖνος τῶν τῆς πόλεως συμφορῶν ἐκοινώνησεν.
如此深重地,城邦承受了我父亲不幸的后果,而他也分担了城邦的灾难。
§38καίτοι πολλοὶ τῶν πολιτῶν πρὸς αὐτὸν δυσκόλως εἶχον ὡς πρὸς τυραννεῖν ἐπιβουλεύοντα, οὐκ ἐκ τῶν ἔργων σκοποῦντες, ἀλλʼ ἡγούμενοι τὸ μὲν πρᾶγμʼ ὑπὸ πάντων ζηλοῦσθαι, δύνασθαι δʼ ἂν ἐκεῖνον μάλιστα διαπράξασθαι.
然而,许多市民对他心怀不满,认为他正图谋篡夺僭主之位,他们不是根据他的行动来判断,而是认为这一地位为所有人所向往,而他又是最有可能实现它的人。
διὸ καὶ δικαίως ἂν αὐτῷ πλείω χάριν ἔχοιτε, ὅτι τὴν μὲν αἰτίαν μόνος τῶν πολιτῶν ἄξιος ἦν ταύτην ἔχειν, τῆς δὲ πολιτείας ἴσον ᾤετο δεῖν καὶ τοῖς ἄλλοις μετεῖναι.
因此,你们理应对他怀有更多的感激,因为在所有市民中,只有他的伟大配得上承受这种嫌疑,但他依然认为,自己应当同其他人一样平等地分享国家政权。
§39διὰ δὲ τὸ πλῆθος τῶν ἐνόντων εἰπεῖν ὑπὲρ τοῦ πατρὸς ἀπορῶ, τίνος ἐν τῷ παρόντι πρέπει μνησθῆναι καὶ ποῖʼ αὐτῶν χρὴ παραλιπεῖν· ἀεὶ γάρ μοι δοκεῖ μεῖζον εἶναι τὸ μήπω πεφρασμένον τῶν ἤδη πρὸς ὑμᾶς εἰρημένων.
然而,由于关于我父亲可以诉说的事情实在太多,我感到困惑,不知在当下该提及什么,又该忽略其中的哪些;因为在我看来,尚未说出的事情似乎总是比已经对你们说过的更加重大。
ἐπεὶ καὶ τοῦθʼ ἡγοῦμαι πᾶσιν εἶναι φανερὸν ὅτι τοῦτον ἀναγκαῖόν ἐστιν εὐνούστατον εἶναι ταῖς τῆς πόλεως εὐτυχίαις, ὅτῳ πλεῖστον μέρος καὶ τῶν ἀγαθῶν καὶ τῶν κακῶν μέτεστιν.
况且我认为这也是显而易见的,即在城邦的福祉与灾难中分担最多份额的人,必然对城邦的命运最为忠诚。
§40ἐκείνου τοίνυν εὖ μὲν πραττούσης τῆς πόλεως τίς εὐδαιμονέστερος ἢ θαυμαστότερος ἢ ζηλωτότερος ἦν τῶν πολιτῶν, δυστυχησάσης δὲ τίς ἐλπίδων μειζόνων ἢ χρημάτων πλειόνων ἢ δόξης καλλίονος ἐστερήθη;
那么,当城邦繁荣昌盛时,公民中谁比他更幸福、更令人赞美、更让人羡慕? 而当它遭遇不幸时,谁被剥夺了更大的希望、更多的财富,或是更美好的名声?
οὐ τὸ τελευταῖον ἐπειδὴ κατέστησαν οἱ τριάκονθʼ οἱ μὲν ἄλλοι τὴν πόλιν ἔφυγον, ἐκεῖνος δὲ ἐξ ἁπάσης τῆς Ἑλλάδος ἐξέπεσεν;
最终,当三十人僭主掌权时,其他人逃离了城邦,而他岂不是被驱逐出整个希腊吗?
οὐ Λακεδαιμόνιοι καὶ Λύσανδρος ὁμοίως ἔργον ἐποιήσαντʼ ἐκεῖνον ἀποκτεῖναι καὶ τὴν ὑμετέραν καταλῦσαι δύναμιν, οὐδεμίαν ἡγούμενοι πίστιν ἕξειν παρὰ τῆς πόλεως, εἰ τὰ τείχη καταβάλοιεν, εἰ μὴ καὶ τὸν ἀναστῆσαι δυνάμενον ἀπολέσαιεν;
拉刻代蒙人和吕散德岂不是将杀死他和摧毁你们的力量视为同等重要的任务,因为他们认为,即使拆毁了城墙,如果不除掉那个有能力重建它们的人,他们也无法从城邦获得任何保证吗?
§41ὥστʼ οὐ μόνον ἐξ ὧν ὑμᾶς εὖ πεποίηκεν ἀλλὰ καὶ ἐξ ὧν διʼ ὑμᾶς κακῶς πέπονθε ῥᾴδιον γνῶναι τὴν εὔνοιαν τὴν ἐκείνου.
因此,不仅从他为你们所做的善行中,而且从他因你们而遭受的苦难中,都很容易看出他的善意。
φαίνεται γὰρ τῷ δήμῳ βοηθῶν, τῆς αὐτῆς πολιτείας ὑμῖν ἐπιθυμῶν, ὑπὸ τῶν αὐτῶν κακῶς πάσχων, ἅμα τῇ πόλει δυστυχῶν, τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους ὑμῖν νομίζων, ἐκ παντὸς τρόπου κινδυνεύων τὰ μὲν ὑφʼ ὑμῶν, τὰ δὲ διʼ ὑμᾶς,
因为显而易见,他帮助民主派,渴望与你们拥有相同的国家制度,遭受着来自同一批人的迫害,与城邦共患难,将你们的敌友视作自己的敌友,在方方面面冒险,有的危险来自你们,有的危险则是因为你们,