§1.44Ἡ ἐν Ἄργει ἀσπίς: οἱ ἐν Ἄργει οἱ τὴν ἐν τοῖς παισὶν ὥραν καθαρὰν καὶ ἀδιάφθορον φυλάξαντες, ἀναλαβόντες χρυσῆν ἀσπίδα προπομπεύουσι, τοῦτο γέρας ἔχοντες κατά τι νόμιμον ἀρχαῖον.
Ἡ ἐν Ἄργει ἀσπίς: アルゴスの人々のうち、少年期の美しさを清らかに汚されずに保った者たちは、黄金の盾を受け取って行列を先導し、古い慣習に基づいてこの栄誉を与えられる。
§1.45Ἀθηνᾷ τὸν αἴλουρον: ἐπὶ τῶν κακῶς συγκρινόντων τὰ κρείττονα τοῖς ἥττοσι διὰ μικρὰν ὁμοιότητα·
Ἀθηνᾷ τὸν αἴλουρον: わずかな類似性から、優れたものを劣ったものと不適切に比較する者たちに対して。
ὡς εἴ τις διὰ γλαυκότητα τῶν ὀφθαλμῶν τὸν αἴλουρον τῇ Ἀθηνᾷ συμβάλλοι.
たとえば、目が青灰色であるという理由で、猫をアテナになぞらえるようなものである。
§1.46Ἑστίᾳ θύεις: ἐπὶ τῶν μηδενὶ ῥᾳδίως μεταδιδόντων.
Ἑστίᾳ θύεις: 誰にも容易に分け与えない者たちに対して。
Δι’ ἔθους γὰρ ἦν τοῖς παλαιοῖς, ὁπότε ἔθυον Ἑστίᾳ, μηδενὶ μεταδιδόναι τῆς θυσίας.
古人にとっては、ヘスティアに犠牲を捧げる際、その生贄を誰にも分け与えないことが習慣であったからである。
§1.47Τί [ὅτι] οὐκ ἀπήγξω, ἵνα Θήβησιν ἥρως γένῃ: φασὶν, ἐν Θήβαις ἑαυτοὺς ἀναιροῦντες οὐδεμιᾶς τιμῆς μετεῖχον.
Τί [ὅτι] οὐκ ἀπήγξω, ἵνα Θήβησιν ἥρως γένῃ: なぜ首を吊らなかったのか、テーバイで英雄になるために。 テーバイでは、自ら命を絶った者は何の誉れにもあずかれなかったと言われている。
ὅθεν τὸ, ἵνα ἥρως γένῃ, κατ’ εὐφημισμὸν εἴρηται.
したがって、「英雄になるために」というのは、婉曲表現として言われている。
§1.48Δέχεται καὶ βῶλον Ἀλήτης: ἐπὶ τῶν ἅπαντα πρὸς τὸ κρεῖττον ἐκδεχομένων.
Δέχεται καὶ βῶλον Ἀλήτης: すべてを良い兆候として解釈する者たちに対して。
Ἀλήτης γὰρ, ὥς φησι Δοῦρις, ἀποπεσὼν Κορίνθου, κατὰ χρησμὸν τοῦ θεοῦ ἀπεπειρᾶτο πάλιν κτηθεῖν·
ドゥーリスが言うには、アレーテースはコリントスから追放された後、神託に従って再びそれを手に入れようと試みた。
ἐνὶ † τῇ χώρᾳ περιϊδών τινα βουκόλον, ᾔτει τροφήν·
彼はその土地で一人の牛飼いを見かけ、食べ物を求めた。
ὁ δὲ βῶλον ἐκ τῆς πήρας ἀράμενος ἐδίδου.
牛飼いは袋から土塊を取り出して彼に与えた。
ὁ δὲ Ἀλήτης ἐδέξατο οἰωνισάμενος καὶ εἰπών· Δέχεται καὶ βῶλον Ἀλήτης.
アレーテースはこれを吉兆と受け止め、「アレーテースは土塊をも受け取る」と言って受け取った。
§1.49Ἄδακρυς πόλεμος: ἐπὶ τῶν ἔξω τινὸς χαλεποῦ πράγματα κατορθούντων.
Ἄδακρυς πόλεμος: 困難なことなしに物事を成し遂げる者たちに対して。
ὁ γὰρ Δωδωναῖος προεῖπε Λακεδαιμονίοις πολεμοῦσι πρὸς Ἀρκάδας, μάχην ἄδακρυν ἔσεσθαι·
ドードーナの神託は、アルカディア人と戦うラケダイモン人に対して、戦いは涙なきものとなるだろうとあらかじめ告げた。
συμβαλόντες δὲ μετὰ ταῦτα ἐνίκησαν μηδενὸς ἀποθανόντος.
その後、彼らは交戦して、一人も死者を出さずに勝利した。
§1.50Ἀττικοὶ τὰ Ἐλευσίνια: ἐλλείπει τὸ, καθ’ ἑαυτούς.
Ἀττικοὶ τὰ Ἐλευσίνια: 「自分たちだけで」という言葉が省略されている。
Ὅταν καθ’ ἑαυτοὺς συλλεγέντες τινὲς πράττωσί τι, ἐπιλέγουσιν ἑαυτοῖς, Ἀττικοὶ τὰ Ἐλευσίνια.
ある人々が自分たちだけで集まって何かを行うとき、自分たちに対して「アッティカ人がエレウシスの祭礼を行う」と言い添える。
§1.51Ἐν Τροφωνίου μεμάντευται: ἐπὶ τῶν σκυθρωπῶν καὶ ἀγελάστων.
Ἐν Τροφωνίου μεμάντευται: 不機嫌で笑わない者たちに対して。
οἱ γὰρ καταβαίνοντες ἐς Τροφωνίου λέγουσι τὸν ἑξῆς χρόνον ἀγέλαστοι εἶναι.
トロポニオスのもとに降りていく者たちは、その後の生涯において笑わなくなると言われているからである。
ὁ γὰρ Τροφώνιος ἔχων τὴν κεφαλὴν τοῦ ἀδελφοῦ αὐτοῦ Ἀγαμήδους καὶ διωκόμενος ὑπὸ τοῦ Αὐγέου, εὐξάμενος εἰς χάσμα ἐνέπεσεν, οὗ δὴ καὶ μαντεῖον ἐγένετο.
トロポニオスは、兄弟アガメーデースの首を抱え、アウゲアースに追われていたとき、祈りとともに大地の裂け目に落ち、まさにそこが神託所となった。
§1.52Φὰλλος τῷ θεῷ: ἐπὶ τῶν ἀπονεμόντων ἐνίοις τὰ οἰκεῖα πρόςφορα·
Φὰλλος τῷ θεῷ: ある人々に対して、それ相応のふさわしいものを与える者たちに対して。
ἐπεὶ τῷ Διονύσῳ ἵστατο ὁ φάλλος.
ディオニュソスのためにファロスが立てられたからである。
§1.53Δῶρον δ’ ὅ, τι δῷ τις ἐπαίνει.
Δῶρον δ’ ὅ, τι δῷ τις ἐπαίνει. 贈り物は、誰が与えるものであっても褒めよ。
§1.54Ταινάριον κακόν: τὸ μέγα καὶ παρανομούμενον εἰς ἱκέτας.
Ταιναρίον κακόν: 嘆願者に対して行われた、重大かつ無法な悪行。
οἱ γὰρ Λακεδαιμόνιοι τοὺς καταφυγόντας εἰς Ταίναρον τῶν Εἱλώτων ἀπαγαγόντες ἀπέκτειναν.
ラケダイモン人たちは、タイナロンに逃げ込んだヘイローテースたちを連れ出して殺害したからである。
§1.55Πιτάνη εἰμί: κατὰ τῶν πυκναῖς συμφοραῖς χρωμένων.
Πιτάνη εἰμί: 相次ぐ災難に見舞われる者たちに対して。
τῇ γὰρ Πιτάνῃ τοιαῦτα συνέβη πράγματα.
ピタネにそのような出来事が起こったからである。
§1.56Θρᾷκες ὅρκια οὐκ ἐπίστανται.
Θρᾷκες ὅρκια οὐκ ἐπίστανται. トラキア人は誓いを知らない。
§1.57Ταχύτερον ὁ Μάνδρης κρητίνας † ἀπεπέρασε: Ἐφέσιοι κρητίνας ἐκτήσαντο τὰς Μαγνήτων·
Ταχύτερον ὁ Μάνδρης κρητίνας † ἀπεπέρασε: エペソス人はマグネシア人のクレティナスを手に入れた。
ἀπεπέρασε δέ σφιν Μάνδρης ὁ Μανδρολύτου παρ’ οἶνον καὶ μέθην καὶ κύβην.
しかし、マンドロリュトスの子マンドレースが、ワインと酔いとダイス遊びの最中に、彼らからそれを持ち出した。
§1.58Πολυκράτης μητέρα νέμει: Πολυκράτης ὁ Σάμιος τῶν ἐν τῷ πολέμῳ ἀποθανόντων τὰς μητέρας συναγαγὼν, δέδωκε τοῖς πλουσίοις τῶν πολιτῶν τρέφειν, πρὸς ἕκαστον λέγων, ὅτι Μητέρα σοι ταύτην δίδωμι.
Πολυκράτης μητέρα νέμει: サモスのポリュクラテスは、戦争で死んだ者たちの母親を集め、市民の富裕層に養うよう与え、一人一人に対して「お前にこの母親を与える」と言った。
§1.59Ἀττικὸς πάροικος: οἱ Ἀθηναῖοι τοὺς παροικοῦντας αὐτοῖς καὶ γειτνιάζοντας ἐξέβαλλον.
Ἀττικὸς πάροικος: アテナイ人たちは、自分たちと同居する者たちや近隣住民を追い出した。
ἢ ἀπὸ τῶν εἰς Σάμον πεμφθέντων Ἀθήνηθεν ἐποίκων.
あるいは、アテナイからサモスへと送られた入植者たちに由来する。
§1.60Εἰς Μασσαλίαν πλεύσειας: οἱ Μασσαλιῶται θηλύτερον ἕξων, καὶ στολαῖς ποικίλαις καὶ ποδήρεσι χρώμενοι, ἔτι δὲ τὰς κόμας μεμυρισμένας ἀναδεδεμένοι, καὶ διὰ ταύτην τὴν μαλακίαν ἀσχημονοῦντες.
Εἰς Μασσαλίαν πλεύσειας: マッサリア人たちは女々しい生活習慣を送り、色鮮やかで足元まで届く衣類を身につけ、さらに香油を塗った髪を結い上げており、この軟弱さのために見苦しい姿をしていたからである。
§1.61Σαμίων ἄνθη, καὶ, Σαμιακὴ λαύρα: ἐπὶ τῶν ὑστάταις ἡδοναῖς χρωμένων.
Σαμίων ἄνθη, καὶ, Σαμιακὴ λαύρα: 極限の快楽を享受する者たちに対して。
ἡ Σαμιακὴ λαύρα στενωπὴ ἦν παρὰ Σαμίοις, ἐν ᾖ τὰ πέμματα ἐπιπράσκετο.
サモスの路地はサモスにおける狭い路地であり、そこでは菓子が売られていた。
τὰ δὲ Σαμίων ἄνθη τόπος, ἐν ᾧ συνῄεσαν αἱ γυναῖκες τοῖς ἀνδράσι συνευωχησόμεναι.
サモスの花は、女性たちが男性たちと宴会を共にするために集まる場所であった。
διὰ ταύτην τὴν τρυφὴν οἱ Σάμιοι τοῖς Πέρσαις ἐδουλώθησαν.
この贅沢のために、サモス人はペルシア人の奴隷となった。
§1.62Ἡ Σκυθῶν ῥῆσις: πρὸς Δαρεῖον τὸν Πέρσην ἀπεκρίναντο οἱ Σκύθαι, κλαίειν αὐτόν.
Ἡ Σκυθῶν ῥῆσις: スキタイ人たちはペルシアのダレイオスに対し、彼が泣きを見るようにと答えた。
ἐπὶ τῶν ἀποτόμως οἰμώζειν τινὰ λεγόντων.
誰かに対して、きっぱりと「泣きを見ろ」と言う者たちに対して。
§1.63Διὸς ἐγκέφαλος: ἐπὶ τῶν ἡδυπαθούντων.
Διὸς ἐγκέφαλος: 快楽に溺れる者たちに対して。
τὰ γὰρ πολυτελῇ βρώματα παρὰ τοῖς Πέρσαις Διὸς καὶ βασιλέως ἐγκέφαλος ἐκαλεῖτο.
ペルシア人の間では、贅沢な食べ物が「ゼウスと王の脳」と呼ばれていたからである。
§1.64Λευκηπατίας: φασὶ συμβαίνειν τι ἐπὶ τὸ ἧπαρ ἐπί τινων, ὃ δειλοὺς ποιεῖ.
Λευκηπατίας: ある人々の肝臓に、彼らを臆病にさせる何かが生じると言われている。
εἴρηται οὖν ἐπὶ τῶν τοιούτων.
したがって、そのような者たちに対して言われる。
§1.65Ἀκκώ: αὕτη γέγονεν ἐπὶ τῶν ἐπὶ μωρίᾳ διαβεβλημένων, ἦν φασιν ἐςοπτριζομένην τῇ εἰκόνι ὡς ἑτέρᾳ διαλέγεσθαι.
Ἀκκώ: これは、愚かさのゆえに非難されている者たちについて言われる。 彼女は鏡に映る自分の姿を眺めながら、あたかも別の女性であるかのように語りかけたと言われている。