Humanitext Reader

普鲁塔克 · 亚历山大里亚人使用的谚语 §1.44-1.65

第一首百条谚语及其来源(44-65)

第 3 段,共 6 段 · 希腊语

内容简介

解析了从阿戈斯金盾的年轻特权到阿科照镜子的愚蠢行径等,源于各种历史事件、神话和地方习俗的谚语及其起源。

§1.44Ἡ ἐν Ἄργει ἀσπίς: οἱ ἐν Ἄργει οἱ τὴν ἐν τοῖς παισὶν ὥραν καθαρὰν καὶ ἀδιάφθορον φυλάξαντες, ἀναλαβόντες χρυσῆν ἀσπίδα προπομπεύουσι, τοῦτο γέρας ἔχοντες κατά τι νόμιμον ἀρχαῖον.
Ἡ ἐν Ἄργει ἀσπίς: 阿戈斯人中,那些保持少年时代的美好纯洁且未受玷污的人,会拿起一面金盾引领游行,根据某种古老的习俗,他们以此作为特权。
§1.45Ἀθηνᾷ τὸν αἴλουρον: ἐπὶ τῶν κακῶς συγκρινόντων τὰ κρείττονα τοῖς ἥττοσι διὰ μικρὰν ὁμοιότητα·
Ἀθηνᾷ τὸν αἴλουρον: 用于因些微相似而将较好的事物与较差的事物进行拙劣比较的人。
ὡς εἴ τις διὰ γλαυκότητα τῶν ὀφθαλμῶν τὸν αἴλουρον τῇ Ἀθηνᾷ συμβάλλοι.
就像有人因为眼睛发青灰色,而将猫与雅典娜相比一样。
§1.46Ἑστίᾳ θύεις: ἐπὶ τῶν μηδενὶ ῥᾳδίως μεταδιδόντων.
Ἑστίᾳ θύεις: 用于不轻易与任何人分享的人。
Δι’ ἔθους γὰρ ἦν τοῖς παλαιοῖς, ὁπότε ἔθυον Ἑστίᾳ, μηδενὶ μεταδιδόναι τῆς θυσίας.
因为古人有一个习惯,每当向赫斯提亚献祭时,不将祭品分享给任何人。
§1.47Τί [ὅτι] οὐκ ἀπήγξω, ἵνα Θήβησιν ἥρως γένῃ: φασὶν, ἐν Θήβαις ἑαυτοὺς ἀναιροῦντες οὐδεμιᾶς τιμῆς μετεῖχον.
Τί [ὅτι] οὐκ ἀπήγξω, ἵνα Θήβησιν ἥρως γένῃ: 你为什么不上吊,好在底比斯成为英雄。 因为据说在底比斯自杀的人得不到任何荣誉。
ὅθεν τὸ, ἵνα ἥρως γένῃ, κατ’ εὐφημισμὸν εἴρηται.
因此,“好让你成为英雄”这句话是以委婉的方式说的。
§1.48Δέχεται καὶ βῶλον Ἀλήτης: ἐπὶ τῶν ἅπαντα πρὸς τὸ κρεῖττον ἐκδεχομένων.
Δέχεται καὶ βῶλον Ἀλήτης: 用于将一切事物都往好处解释的人。
Ἀλήτης γὰρ, ὥς φησι Δοῦρις, ἀποπεσὼν Κορίνθου, κατὰ χρησμὸν τοῦ θεοῦ ἀπεπειρᾶτο πάλιν κτηθεῖν· ἐνὶ † τῇ χώρᾳ περιϊδών τινα βουκόλον, ᾔτει τροφήν· ὁ δὲ βῶλον ἐκ τῆς πήρας ἀράμενος ἐδίδου.
因为正如杜里斯所说,阿勒忒斯被逐出科林斯后,根据神谕企图重新夺回它;他在那片土地上看到一个牧牛人,便讨要食物;牧牛人从皮袋里拿出一块土交给他。
ὁ δὲ Ἀλήτης ἐδέξατο οἰωνισάμενος καὶ εἰπών· Δέχεται καὶ βῶλον Ἀλήτης.
阿勒忒斯将这视作吉兆而接受了,并说:“阿勒忒斯连土块也接受。
§1.49Ἄδακρυς πόλεμος: ἐπὶ τῶν ἔξω τινὸς χαλεποῦ πράγματα κατορθούντων.
” Ἄδακρυς πόλεμος: 用于免于艰难而成功办成事情的人。
ὁ γὰρ Δωδωναῖος προεῖπε Λακεδαιμονίοις πολεμοῦσι πρὸς Ἀρκάδας, μάχην ἄδακρυν ἔσεσθαι· συμβαλόντες δὲ μετὰ ταῦτα ἐνίκησαν μηδενὸς ἀποθανόντος.
因为多多纳的神谕曾对与阿卡迪亚人作战的拉刻代蒙人预言,战争将是无泪的;此后他们交战并获胜,没有一人死亡。
§1.50Ἀττικοὶ τὰ Ἐλευσίνια: ἐλλείπει τὸ, καθ’ ἑαυτούς.
Ἀττικοὶ τὰ Ἐλευσίνια: 省略了“自己”这一表述。
Ὅταν καθ’ ἑαυτοὺς συλλεγέντες τινὲς πράττωσί τι, ἐπιλέγουσιν ἑαυτοῖς, Ἀττικοὶ τὰ Ἐλευσίνια.
当某些人自己聚集在一起做某事时,他们对自己说:“雅典人办埃琉西斯秘仪。
§1.51Ἐν Τροφωνίου μεμάντευται: ἐπὶ τῶν σκυθρωπῶν καὶ ἀγελάστων.
” Ἐν Τροφωνίου μεμάντευται: 用于忧郁和不苟言笑的人。
οἱ γὰρ καταβαίνοντες ἐς Τροφωνίου λέγουσι τὸν ἑξῆς χρόνον ἀγέλαστοι εἶναι.
因为据说那些下到特罗福尼乌斯神庙的人,此后便不再发笑。
ὁ γὰρ Τροφώνιος ἔχων τὴν κεφαλὴν τοῦ ἀδελφοῦ αὐτοῦ Ἀγαμήδους καὶ διωκόμενος ὑπὸ τοῦ Αὐγέου, εὐξάμενος εἰς χάσμα ἐνέπεσεν, οὗ δὴ καὶ μαντεῖον ἐγένετο.
因为特罗福尼乌斯抱着他兄弟阿伽墨得斯的头,被奥革阿斯追赶,在祈祷后掉进了一个深渊,那里便成了神谕所。
§1.52Φὰλλος τῷ θεῷ: ἐπὶ τῶν ἀπονεμόντων ἐνίοις τὰ οἰκεῖα πρόςφορα· ἐπεὶ τῷ Διονύσῳ ἵστατο ὁ φάλλος.
Φὰλλος τῷ θεῷ: 用于给某些人分配合适且贴切之物的人;因为男根像是为狄奥尼索斯而立的。
§1.53Δῶρον δ’ ὅ, τι δῷ τις ἐπαίνει.
Δῶρον δ’ ὅ, τι δῷ τις ἐπαίνει. 赞美礼物,无论谁所赠。
§1.54Ταινάριον κακόν: τὸ μέγα καὶ παρανομούμενον εἰς ἱκέτας.
Ταιναρίον κακόν: 针对求庇护者犯下的重大且无法无天的罪行。
οἱ γὰρ Λακεδαιμόνιοι τοὺς καταφυγόντας εἰς Ταίναρον τῶν Εἱλώτων ἀπαγαγόντες ἀπέκτειναν.
因为拉刻代蒙人将逃到泰纳隆避难的黑劳士拉出来并杀害了。
§1.55Πιτάνη εἰμί: κατὰ τῶν πυκναῖς συμφοραῖς χρωμένων.
Πιτάνη εἰμί: 用于遭受频繁灾难的人。
τῇ γὰρ Πιτάνῃ τοιαῦτα συνέβη πράγματα.
因为皮塔内曾遭遇了这样的事情。
§1.56Θρᾷκες ὅρκια οὐκ ἐπίστανται.
Θρᾷκες ὅρκια οὐκ ἐπίστανται. 色雷斯人不知誓言。
§1.57Ταχύτερον ὁ Μάνδρης κρητίνας † ἀπεπέρασε: Ἐφέσιοι κρητίνας ἐκτήσαντο τὰς Μαγνήτων· ἀπεπέρασε δέ σφιν Μάνδρης ὁ Μανδρολύτου παρ’ οἶνον καὶ μέθην καὶ κύβην.
Ταχύτερον ὁ Μάνδρης κρητίνας † ἀπεπέρασε: 以弗所人获取了马格内西亚人的克雷蒂纳斯;但曼德罗利托斯之子曼德雷斯在美酒、醉意与掷骰子中,替他们把这些变卖了。
§1.58Πολυκράτης μητέρα νέμει: Πολυκράτης ὁ Σάμιος τῶν ἐν τῷ πολέμῳ ἀποθανόντων τὰς μητέρας συναγαγὼν, δέδωκε τοῖς πλουσίοις τῶν πολιτῶν τρέφειν, πρὸς ἕκαστον λέγων, ὅτι Μητέρα σοι ταύτην δίδωμι.
Πολυκράτης μητέρα νέμει: 萨摩斯的波里克拉特斯聚集了在战争中死去的人的母亲,将她们交给富裕的公民赡养,并对每一个人说:“我把这位母亲交给你。
§1.59Ἀττικὸς πάροικος: οἱ Ἀθηναῖοι τοὺς παροικοῦντας αὐτοῖς καὶ γειτνιάζοντας ἐξέβαλλον.
” Ἀττικὸς πάροικος: 雅典人常常驱逐与他们同住以及邻近的人。
ἢ ἀπὸ τῶν εἰς Σάμον πεμφθέντων Ἀθήνηθεν ἐποίκων.
或者源于从雅典派往萨摩斯的移民。
§1.60Εἰς Μασσαλίαν πλεύσειας: οἱ Μασσαλιῶται θηλύτερον ἕξων, καὶ στολαῖς ποικίλαις καὶ ποδήρεσι χρώμενοι, ἔτι δὲ τὰς κόμας μεμυρισμένας ἀναδεδεμένοι, καὶ διὰ ταύτην τὴν μαλακίαν ἀσχημονοῦντες.
Εἰς Μασσαλίαν πλεύσειας: 马赛人过着更为女性化的生活,穿着五颜六色且及踝的长袍,而且把抹了香膏的头发扎起来,因为这种软弱而显得举止不雅。
§1.61Σαμίων ἄνθη, καὶ, Σαμιακὴ λαύρα: ἐπὶ τῶν ὑστάταις ἡδοναῖς χρωμένων.
Σαμίων ἄνθη, καὶ, Σαμιακὴ λαύρα: 用于享受极度享乐的人。
ἡ Σαμιακὴ λαύρα στενωπὴ ἦν παρὰ Σαμίοις, ἐν ᾖ τὰ πέμματα ἐπιπράσκετο.
萨摩斯小巷是萨摩斯人那里的一条狭窄街道,里面变卖糕点。
τὰ δὲ Σαμίων ἄνθη τόπος, ἐν ᾧ συνῄεσαν αἱ γυναῖκες τοῖς ἀνδράσι συνευωχησόμεναι.
而萨摩斯之花是一个地方,妇女们聚集在那里与男子一同宴乐。
διὰ ταύτην τὴν τρυφὴν οἱ Σάμιοι τοῖς Πέρσαις ἐδουλώθησαν.
因为这种奢侈,萨摩斯人被奴役于波斯人。
§1.62Ἡ Σκυθῶν ῥῆσις: πρὸς Δαρεῖον τὸν Πέρσην ἀπεκρίναντο οἱ Σκύθαι, κλαίειν αὐτόν.
Ἡ Σκυθῶν ῥῆσις: 斯基泰人回答波斯人波斯王大流士,让他哭去吧。
ἐπὶ τῶν ἀποτόμως οἰμώζειν τινὰ λεγόντων.
用于粗暴地对某人说“去哭吧”的人。
§1.63Διὸς ἐγκέφαλος: ἐπὶ τῶν ἡδυπαθούντων.
Διὸς ἐγκέφαλος: 用于沉溺于享乐的人。
τὰ γὰρ πολυτελῇ βρώματα παρὰ τοῖς Πέρσαις Διὸς καὶ βασιλέως ἐγκέφαλος ἐκαλεῖτο.
因为在波斯人那里,昂贵美味的食物被称为“宙斯和国王的大脑”。
§1.64Λευκηπατίας: φασὶ συμβαίνειν τι ἐπὶ τὸ ἧπαρ ἐπί τινων, ὃ δειλοὺς ποιεῖ.
Λευκηπατίας: 据说在某些人身上,肝脏会发生某种变化,使他们变得胆怯。
εἴρηται οὖν ἐπὶ τῶν τοιούτων.
因此,这句话是针对这样的人说的。
§1.65Ἀκκώ: αὕτη γέγονεν ἐπὶ τῶν ἐπὶ μωρίᾳ διαβεβλημένων, ἦν φασιν ἐςοπτριζομένην τῇ εἰκόνι ὡς ἑτέρᾳ διαλέγεσθαι.
Ἀκκώ: 这用于因愚蠢而备受指责的人,据说她照镜子时,会对着自己的影像说话,仿佛在跟另一个女人交谈。

词汇与语法注释

  1. §1.44οἱ ἐν Ἄργει οἱ τὴν... — 在名词短语 "οἱ ἐν Ἄργει" 之后再次出现定冠词 "οἱ",其后引导分词短语 "τὴν... ὥραν... φυλάξαντες",起到了类似关系从句的限定修饰作用,构成同位语结构。
  2. §1.47ἵνα Θήβησιν ἥρως γένῃ — 目的连词 "ἵνα" 后接虚拟语气。副词 "Θήβησιν" 是古老的方位格,意为“在底比斯”。在上下文中,由于底比斯的自杀者会被剥夺荣誉,这句话具有讽刺或反语意味。
  3. §1.57παρ’ οἶνον καὶ μέθην — 介词 "παρά" 后接宾格,在此处表示行为伴随的时间性状况(在饮酒和醉意之中,或在饮酒的同时)。
  4. §1.60ἕξων — 抄写错误或文本损坏。可能应当是阳性复数分词 "ἔχοντες"(拥有)的误写,或者是意为习性、生活方式的名词 "ἕξιν" 之宾格的拼写错误,在此被理解为描述马赛人柔弱的习性。

引用这一段

普鲁塔克, 亚历山大里亚人使用的谚语 §1.44-1.65. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg146.humanitext-grc1:1.44-1.65

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。