§1.23Βούνας δικάζει: ἐπὶ τῶν τὰς κρίσεις ἀναβαλλομένων ἀεὶ καὶ ὑπερτιθεμένων.
ブーナスが裁く:判決を常に先延ばしにし、延期する者たちに対して。
Βούνας γὰρ Ἀθηναῖος ἐγένετο·
ブーナスはアテナイ人であった。
τούτῳ Ἠλεῖοι πρὸς Καλλιωναίους † διαφερόμενοι ἐπέτρεψαν δίκας νομίσαντες ἀναμένειν, ἕως ἂν ἀποφήναι·
エーレイア人がカッリオナイ人と争っていたとき、彼が判決を下すまで待つつもりで、彼に裁判を委ねた。
γνοὺς δὲ ὁ Βούνας τοῦτο ἀνεβάλλετο μέχρι τελευτῆς τὴν ἀπόφασιν.
しかしブーナスはこれを察知し、死ぬまで判決を先延ばしにした。
§1.24Λοκρικὸς βοῦς: ἐπὶ τῶν εὐτελῶν.
ロクリスの雄牛:安価で粗末なものに対して。
οἱ Λοκροὶ· γὰρ ἀποροῦντες βοῶν πρὸς δημοτελῆ θυσίαν, σικύοις ὑποθέντες ξύλα μικρὰ καὶ σχηματίσαντες βοῦν, τούτῳ τὸ θεῖον ἐθεράπευσαν.
ロクリス人たちは公の犠牲祭のための雄牛を欠いていたので、キュウリの下に小さな木片を取り付けて雄牛の形を作り、これによって神を祀ったからである。
§1.25Θεὸς ἡ Ἀναίδεια: ἐπὶ τῶν διὰ τὴν ἀναισχυντίαν ὠφελουμένων.
無恥は神である:破廉恥さによって利益を得る者たちに対して。
§1.26Κάκιον Βάβυς αὐλεῖ: ἐπὶ τῶν κατὰ τὸ χεῖρον ἀσκούντων.
バビュスはより下手に笛を吹く:より悪い方向へと練習する者たちに対して。
§1.27Ἄειδε τοὺς Τέλληνος: ὁ Τέλλης ἐγένετο αὐλητὴς καὶ μελῶν ἀνυποτάκτων ποιητής.
テッレスの歌を歌え:テッレスは笛吹きであり、無秩序な調べの詩人であった。
§1.28Ὕδωρ παραῤῥέει: ἐπὶ τῶν ἐκ παντὸς ἔργου ἐπαγγελλομένων καταπράξασθαι τὸ προκείμενον.
水が傍らを流れる:いかなる手段によっても、目の前にある目的をやり遂げると約束する者たちに対して。
μετῆκται δὲ ἀπὸ τῶν ὑπὸ σπουδῆς καὶ εἰς ῥέοντα πλοῖα ἐμβαινόντων καὶ παραβαλλομένων τῷ κινδύνῳ.
これは、急ぐあまり流れる船に乗り込み、危険に身をさらす者たちから比喩的に転用された。
§1.29Μιχθοφορῶν: αὕτη λέγεται ἐπὶ τῶν ἐρασμίων διδάσκαλος καὶ ὑπερηφάνων, ὥς φασι καὶ τὴν Σαπφὼ ἐρασθῆναι·
ミクトポローン:これは、サッポーも恋をしたと言われている、愛らしくも傲慢な教師に対して言われる。
μὴ φέρουσαν δὲ τὸ πάθος ῥῖψαι αὑτὴν κατὰ τῶν ἐν Λευκαδίᾳ πετρῶν.
彼女はその情熱に耐えかねて、レウカスの崖から身を投げたという。
§1.30Λιμοῦ πεδίον: ἐπὶ τῶν ὑπὸ λιμοῦ πιεζομένων πόλεων.
飢饉の平野:飢饉に苦しめられている都市に対して。
τόπος γάρ ἐστιν οὕτω καλούμενος Λιμοῦ πεδίον.
そのような名で呼ばれる場所があるからである。
§1.31Πεύκης τρόπον: ἐπὶ τῶν πανωλεθρίᾳ ἀπολλυμένων·
松のやり方で:完全な破滅を遂げて滅びる者たちに対して。
παρόσον ἡ πεύκη κοπεῖσα οὐκέτι φύεται.
松は一度切り倒されると、もはや芽を出さないからである。
§1.32Οὐκ εἰμὶ τούτων τῶν ἡρώων: ἐπὶ τῶν βουλομένων εὖ ποιεῖν.
私はそれらの英雄の一人ではない:善を施そうとする者に対して。
οἱ γὰρ ἥρωες κακοῦν ἕτοιμοι μᾶλλον ἢ ὠφελεῖν.
英雄たちは助けるよりも害を与えることに対してより準備ができているからである。
§1.33Βοῦθος περιφοιτᾷ: ἐπὶ τῶν ἀσυνέτων καὶ παχυφρόνων, ἀπό τινος Πυθιονίκου Βούθου καλουμένου.
ブートスが歩き回る:愚かで心の鈍い者たちに対して。 ピューティア競技の勝者でブートスと呼ばれたある男に由来する。
§1.34Λιμοδωριεῖς: σιτοδείας ποτὲ γενομένης ἐν Πελοποννήσῳ ἐφόδια τινὲς λαβόντες ἀπῆραν·
飢えたドリス人:かつてペロポネソスで食糧不足が起こったとき、ある人々が旅の蓄えを持って出発した。
πλανωμένους δὲ αὐτοὺς ἀπεδέξατο ἡ ἐν Ῥόδῳ Τρίπολις·
放浪していた彼らを、ロドス島のトリポリスが受け入れた。
ἐκλήθησαν δὲ διὰ τοῦτο Λιμοδωριεῖς.
このため、彼らは「飢えたドリス人」と呼ばれた。
§1.35Μερὶς οὐ πνίγει: φασὶ περὶ τὴν Ἑλλάδα μὴ εἶναι σύνηθες τοῖς ἀρχαίοις διανέμειν μερίδας·
分け前は喉を詰まらせない:ギリシアにおいては古代の人々にとって分け前を分配することは習慣ではなかったと言われている。
διὰ δὲ προφάσεις τινὰς ἐνδεεστέρων γενομένων τῶν ἐδωδίμων, κρατῆσαι τὸ ἔθος τῶν μερίδων, καὶ διὰ τοῦτο τὴν παροιμίαν εἰρῆσθαι.
しかし、いくつかの理由で食物が不足したため、分け前の習慣が定着し、このためにこの諺が言われた。
§1.36Ἡράκλειος νόσος: τὴν ἱερὰν νόσον Ἡράκλειον ὠνόμαζον·
ヘラクレスの病:聖なる病を「ヘラクレスの病」と呼んだ。
εἰς ταύτην γὰρ ἐκ μακρῶν πόνων ἐμπεσεῖν Ἡρακλέα.
長年の労苦の末にヘラクレスがこれにかかったからである。
§1.37Τάδε Μῆδος οὐ φυλάξει: μελλούσης γενέσθαι τῆς Ξέρξου στρατείας, οἱ Ἕλληνες ἀπογνόντες τὴν σωτηρίαν, τὰς οὐσίας αὑτῶν ἀνήλισκον, ἐπιλέγοντες· Τά δε Μῆδος οὐ φυλάξει.
メディア人はこれらを守らない:クセルクセスの遠征が迫っていたとき、ギリシア人たちは救済を諦め、自分たちの財産を消費し尽くし、「メディア人はこれらを守らないだろう」と付け加えた。
§1.38Ἐκκεκόφθ’ ἡ μουσική: τῶν παλαιῶν ἐν τοῖς συμποσίοις φιλολόγῳ ζητήσει χρωμένων, οἱ ὕστερον τὰς μουσουργοὺς καὶ κιθαριστρίας καὶ ὀρχηστρίας ἐπειςήγαγον, ὅθεν τὴν καινοτομίαν τινὲς αἰτιώμενοι τῇ παροιμίᾳ ἐχρῶντο.
音楽は断ち切られた:昔の人々は宴会において学問的な対話を行ったが、後世の人々は女楽師、女竪琴弾き、女踊り子たちを導入した。 そのため、ある人々はこの新奇さを非難して、この諺を用いた。
§1.39Λευκὴ στάθμη: αὕτη κατ’ ἔλλειψιν εἴρηται ἐπὶ τῶν μὴ ἀκριβῶς τι διακρινόντων.
白い基準線:これは、何かを正確に見分けない者たちについて、省略によって言われている。
ἐν γὰρ λευκῷ λίθῳ λευκὴ στάθμη λέγεται·
白い石の上に引かれた白い基準線のことを言うのである。
ἥκιστα γὰρ διὰ τὸ ὁμοειδὲς σαφής ἐστιν.
同じ色であるため、極めて不鮮明だからである。
§1.40Μωρύχου Διονύσου: καὶ, Μωρότερος εἶ Διονύσου, ὃς τἄνδον ἀφεὶς, ἔξω τῆς οἰκίας κάθηται: ἐπὶ τῶν εὔηθές τι διαπεπραγμένων.
モーリュコスのディオニュソス:また、「お前は、家の中のものを放っておいて家の外に座っているディオニュソスよりも愚かだ」とも。 愚かなことを仕出かした者たちに対して。
Μώρυχος δὲ ὁ Διόνυσος κατ’ ἐπίθετον ἀπὸ τοῦ τὸ πρόςωπον αὐτοῦ μολύνεσθαι, ἐπειδὰν τρυγῶσι, τῷ ἀπὸ τῶν βοτρύων γλεύκει καὶ τοῖς χλωροῖς σύκοις.
モーリュコスとしてのディオニュソスは、ブドウ収穫の際、ブドウからの搾り汁や青いイチジクでその顔が汚されることに由来する形容語である。
μωρύξαι δὲ τὸ μολῦναι·
汚すことを「モーリュクサイ」と言う。
καταγνωσθῆναι δὲ αὐτοῦ εὐήθειαν, παρόσον ἔξω τοῦ νεοῦ τὸ ἄγαλμα αὐτοῦ ἐστὶ παρὰ τῇ εἰςόδῳ ἐν ὑπαίδρῳ.
彼の愚かさが非難されるのは、神殿の外、入り口の近くの野外に彼の像があるからである。
§1.41Ἡ Ἀμαία τὴν Ἀζησίαν μετῆλθεν: ἐπὶ τῶν πολυχρονίῳ ζητήσει χρωμένων.
アマイアがアゼシアを捜し求めた:長期間にわたる捜索を行う者たちに対して。
Ἀμαία γὰρ ἡ Δημήτηρ παρὰ Τροιζηνίοις προςαγορεύεται, Ἀζησία δὲ ἡ Κόρη.
アマイアはトロイゼン人においてデメテルのことであり、アゼシアはコレーのことだからである。
§1.42Ὁ Λέσβιος πρύλις: αὕτη καθ’ ὁμοίωσιν λέγεται, ὥςπερ Λέσβιος πρύλις.
レスボスのプニュリス:これは比喩によって、「レスボスのプニュリスのように」と言われる。
δοκεῖ δὲ ὁ Πρύλις Ἑρμοῦ παῖς γενέσθαι καὶ μάντις.
プニュリスはヘルメスの子であり、予言者であったと考えられている。
§1.43Ἁ φιλοχρηματία τὰν Σπάρταν ἕλοι, ἄλλο δὲ οὐδέν: ἐπὶ τῶν ἐξ ἅπαντος κερδαίνειν προαιρουμένων.
金銭愛こそがスパルタを滅ぼす、他には何ものも:いかなる手段をもってしても利益を得ようと望む者たちに対して。
μετήνεγκται ἀπὸ χρησμοῦ δοθέντος Λακεδαιμονίοις.
これはラケダイモン人に与えられた神託から転用された。
ἔχρησε γὰρ ὁ θεὸς, τότε ἀπολέσθαι ὅταν ἀργύριον καὶ χρυσίον τιμήσωσιν.
神は、彼らが銀と金を重んじるときに滅びるだろうと告げたからである。