Humanitext Reader

プルタルコス · 肉食について(第1部) §3-5

肉食の不自然さと人間の身体構造

2 / 3 箇所 · ギリシア語

要旨

肉食の不自然さを指摘し、人間が害のない動物を殺害することや、その残酷さを隠すために調味料を用いる矛盾を暴く。さらに人間の身体構造が肉食に適していないことを解剖学的に証明する。

§3οὐ γὰρ δὴ λέοντὰς γʼ ἀμυνόμενοι καὶ λύκους ἐσθίομεν·
というのも、私たちはライオンや狼から身を守るためにそれらを食べているのではないからだ。
ἀλλὰ ταῦτα μὲν ἐῶμεν, τὰ δʼ ἀβλαβῆ καὶ χειροήθη καὶ ἄκεντρα καὶ νωδὰ πρὸς τὸ δακεῖν συλλαμβάνοντες ἀποκτιννύομεν, ἃ νὴ Δία καὶ κάλλους ἕνεκα καὶ χάριτος ἡ φύσις ἔοικεν ἐξενεγκεῖν.
そうではなく、それらは放っておいて、害がなく、従順で、針を持たず、噛むための歯を持たない生き物たちを私たちは捕らえて殺している。 それらは、誓って、自然が美と優雅さのために生み出したと思われるものである。
ὅμοιον ὡς εἴ τις τὸν Νεῖλον ὁρῶν πλημμυροῦντα καὶ τὴν χώραν ἐμπιπλάντα γονίμου καὶ καρποφόρου ῥεύματος μὴ τοῦτο θαυμάζοι τοῦ φερομένου, τὸ φυτάλμιον καὶ εὔκαρπον τῶν ἡμερωτάτων καὶ βιωφελεστάτων καρπῶν, ἀλλʼ ἰδών που καὶ κροκόδειλον ἐννηχόμενον καὶ ἀσπίδα κατασυρομένην καὶ μύας, ἄγρια ζῷα καὶ μιαρά, ταύτας λέγοι τὰς αἰτίας τῆς μέμψεως καὶ τῆς τοῦ πράγματος ἀνάγκης·
これは、誰かがナイル川が氾濫し、肥沃で実りをもたらす流れで国土を満たしているのを見て、その流れの持つもの、すなわち最も栽培され有益な作物を育て、豊かに実らせる力を称賛せず、むしろ、泳いでいるワニや、流されている毒蛇や、野ネズミといった、野生で不潔な動物をどこかで見かけて、それらを非難の、またその氾濫を避ける必然性の理由とするようなものである。
ἢ νὴ Δία τὴν γῆν ταύτην καὶ τὴν ἄρουραν ἀποβλέψας ἐμπεπλησμένην ἡμέρων καρπῶν καὶ βρίθουσαν ἀσταχύων, ἔπειτα ὑποβλέψας που τοῖς ληίοις τούτοις καὶ πού τινος αἴρας στάχυν ἰδὼν καὶ ὀροβάγχην, εἶτʼ ἀφεὶς ἐκεῖνα καρποῦσθαι καὶ ληίζεσθαι μέμφοιτο περὶ τούτων.
あるいは、誓って、この大地や畑が栽培された作物で満たされ、麦の穂で重そうに垂れ下がっているのを見つめながら、その作物の合間のどこかに毒麦の穂やヤセウツボを見つけ、それから、前者を収穫して楽しむことを放棄して、後者について非難するようなものである。
τοιοῦτόν τι, καὶ λόγον ῥήτορος ὁρῶν ἐν δίκῃ τινὶ καὶ συνηγορίᾳ πληθύοντα καὶ φερόμενον ἐπὶ βοηθείᾳ κινδύνων, ἢ νὴ Δίʼ ἐλέγχῳ καὶ κατηγορίᾳ τολμημάτων καὶ ἀποδείξεων, ῥέοντα δὲ καὶ φερόμενον οὐχ ἁπλῶς οὐδὲ λιτῶς, ἀλλʼ ὁμοῦ πάθεσι πολλοῖς μᾶλλον δὲ παντοδαποῖς, εἰς ψυχὰς ὁμοίως πολλὰς καὶ ποικίλας καὶ διαφόρους τῶν ἀκροωμένων ἢ τῶν δικαζόντων, ἃς δεῖ τρέψαι καὶ μεταβαλεῖν ἢ νὴ Δία πραῧναι καὶ ἡμερῶσαι καὶ καταστῆσαι· εἶτα παρεὶς τοῦτο τοῦ πράγματος ὁρᾶν καὶ μετρεῖν τὸ φύλαιον καὶ ἀγώνισμα, παραρρήσεις ἐκλέγων, ἃς κατιὼν ὁ λόγος συγκατήνεγκε τῇ ῥύμῃ τῆς φορᾶς, συνεκπεσούσας καὶ παρολισθούσας τῷ λοιπῷ τοῦ λόγου.
これに類することは、ある裁判や弁護において、多くの内容を含み、危難の救済へと向かっている弁論、あるいは誓って、大胆な悪事への論駁や告発、また証明に向けて流れ進んでいる弁論を見ながら、しかもその弁論が、単純でも素朴でもなく、多くの、むしろあらゆる種類の情動を伴って、聴衆や裁判官の、同様に多く、多様で、異なる魂(それらは、転向させ、変化させ、あるいは誓って、和らげ、なだめ、落ち着かせねばならないものだが)へと向かって流れているのであるが、その後、その弁論の本質や闘いぶりを見て評価することをおろそかにし、弁論がその流れの勢いで押し流し、他の弁論と共にこぼれ落ち、滑り落ちてしまった傍白を拾い上げて非難するようなものである。
καὶ δημηγόρου τινὸς ὁρῶν.
また、ある民衆指導者の演説を見ているときも同様である。
§4ἀλλʼ οὐδὲν ἡμᾶς δυσωπεῖ, οὐ χρόας ἀνθηρὸν εἶδος, οὐ φωνῆς ἐμμελοῦς πιθανότης, οὐ πανουργία ψυχῆς, οὐ τὸ καθάριον ἐν διαίτῃ καὶ περιττὸν ἐν συνέσει τῶν ἀθλίων, ἀλλὰ σαρκιδίου μικροῦ χάριν ἀφαιρούμεθα ψυχῆς ἥλιον, φῶς, τὸν τοῦ βίου χρόνον, ἐφʼ ᾧ γέγονε καὶ πέφυκεν.
しかし、私たちを恥じ入らせるものは何もない。 花のような体色の美しさも、調和の取れた声の説得力も、知性の冴えも、哀れな生き物たちの生活の清潔さや際立った賢さも。 そうではなく、ほんのわずかな肉片のために、私たちは彼らから太陽を、光を、それを得るために生まれ、自然から授けられた生涯の時間を奪い去る。
εἶθʼ ἃς φθέγγεται καὶ διέτρισε φωνὰς ἀνάρθρους εἶναι δοκοῦμεν, οὐ παραιτήσεις καὶ δεήσεις καὶ δικαιολογίας ἑκάστου λέγοντος οὐ παραιτοῦμαί σου τὴν ἀνάγκην ἀλλὰ τὴν ὕβριν, ἵνα φάγῃς ἀπόκτεινον, ἵνα δʼ ἥδιον φάγῃς μὴ μʼ ἀναίρει ὢ τῆς ὠμότητος δεινὸν μέν ἐστι καὶ τιθεμένην ἰδεῖν τράπεζαν ἀνθρώπων πλουσίων νεκροκόσμοις χρωμένων μαγείροις καὶ ὀψοποιοῖς, δεινότερον δʼ ἀποκομιζομένην πλείονα γὰρ τὰ λειπόμενα τῶν βεβρωμένων ἐστίν οὐκοῦν ταῦτα μάτην ἀπέθανεν ἕτεροι δὲ φειδόμενοι τῶν παρατεθέντων οὐκ ἐῶσι τέμνειν οὐδὲ κατακόπτειν, παραιτούμενοι νεκρά, ζώντων δʼ οὐκ ἐφείσαντο.
そして、彼らが発し、響かせる声を、私たちは分節のないものとみなし、個々の者がこう言っている哀願や嘆願や自己弁護だとは考えない。 「私はあなたの必要を拒むのではなく、あなたの傲慢を拒むのです。 食べるために私を殺すのはよいとしても、より美味しく食べるために私を破壊しないでください。 」おお、その残酷さよ! 富んだ人々の、死体を飾る料理人や総菜職人を雇って用意された食卓を見るのは恐ろしいことだが、それが片付けられるのを見るのはさらに恐ろしい。 なぜなら、食べ残されたものは食べられたものよりも多いからだ。 したがって、これらは無駄に死んだのである。 また別の人々は、出されたものを惜しんで、切り分けたり刻んだりさせず、死体を大切にするが、生きていたときには彼らを容赦しなかったのだ。
§5ἄλογον γὰρ εἶναί φαμεν ἐκείνους λέγειν τοὺς ἄνδρας ἀρχὴν ἔχειν τὴν φύσιν ὅτι γὰρ οὐκ ἔστιν ἀνθρώπῳ κατὰ φύσιν τὸ σαρκοφαγεῖν, πρῶτον μὲν ἀπὸ τῶν σωμάτων δηλοῦται τῆς· κατασκευῆς.
というのも、彼らが「自然がその始まりを持っている」と言うのは不条理だからである。 なぜなら、人間にとって肉食が自然に反していることは、まず身体の構造から明らかだからである。
οὐδενὶ γὰρ ἔοικε τὸ ἀνθρώπου σῶμα τῶν ὑ ἐπὶ σαρκοφαγίᾳ γεγονότων, οὐ γρυπότης χείλους, οὐκ ὀξύτης; ὄνυχος, οὐ τραχύτης ὀδόντος πρόσεστιν, οὐ κοιλίας εὐτονία καὶ πνεύματος θερμότης, τρέψαι καὶ κατεργάσασθαι δυνατὴ τὸ βαρὺ καὶ κρεῶδες ἀλλʼ αὐτόθεν ἡ φύσις τῇ λειότητι τῶν ὀδόντων καὶ τῇ σμικρότητι τοῦ στόματος καὶ τῇ μαλακότητι τῆς γλώσσης καὶ τῇ πρὸς πέψιν ἀμβλύτητι τοῦ πνεύματος ἐξόμνυται τὴν σαρκοφαγίαν.
人間の身体は、肉食のために生まれた動物のどれにも似ていない。 曲がった嘴も、鋭い爪も、尖った歯もなく、重く肉質なものを消化し処理できるような強靭な胃や熱い気息もないからである。 むしろ、自然そのものが、歯の平らさ、口の小ささ、舌の柔らかさ、そして消化に対する気息の弱さによって、肉食を拒絶している。
εἰ δὲ λέγεις πεφυκέναι σεαυτὸν ἐπὶ τοιαύτην ἐδωδήν, ὃ βούλει φαγεῖν πρῶτον αὐτὸς ἀπόκτεινον, ἀλλʼ αὐτὸς διὰ σεαυτοῦ, μὴ χρησάμενος κοπίδι μηδὲ τυμπάνῳ τινὶ μηδὲ πελέκει·
もしあなたが、自分がそのような食物を食べるように生まれついていると言うのなら、食べたいと思うものをまず自分自身で殺すがよい。 それも、包丁も棍棒も斧も使わずに、自分自身の手だけで。
ἀλλά, ὡς λύκοι καὶ ἄρκτοι καὶ λέοντες αὐτοὶ ὅσα ἐσθίουσι φονεύουσιν, ἄνελε δήγματι βοῦν ἢ στόματι σῦν, ἢ ἄρνα ἢ λαγωὸν διάρρηξον καὶ φάγε προσπεσὼν ἔτι ζῶντος, ὡς ἐκεῖνα.
そうではなく、狼や熊やライオンが自ら食べるものを殺すように、あなたも牛を噛み殺し、あるいは豚を口で仕留め、あるいは羊や野ウサギを引き裂き、それらに襲いかかって、それらがまだ生きているうちに、彼らのように貪り食うがよい。
εἰ δʼ ἀναμένεις νεκρὸν γενέσθαι τὸ αἰσθόμενον καὶ δυσωπεῖ σε παροῦσα ψυχὴ ἀπολαύειν τῆς σαρκός, τί παρὰ φύσιν ἐσθίεις τὸ ἔμψυχον;
もし、感覚を持つものが死体になるのを待ち、そこに魂が存在していることが肉を味わうことをためらわせるなら、なぜ自然に反して魂を持つものを食べるのか。
ἀλλʼ οὐδʼ ἄψυχον ἄν τις φάγοι καὶ νεκρὸν οἷόν ἐστιν, ἀλλʼ ἕψουσιν ὀπτῶσι μεταβάλλουσι διὰ πυρὸς καὶ φαρμάκων, ἀλλοιοῦντες καὶ τρέποντες καὶ σβεννύοντες ἡδύσμασι μυρίοις τὸν φόνον, ἵνʼ ἡ γεῦσις ἐξαπατηθεῖσα προσδέξηται τἀλλότριον.
だが、魂のない死体をそのままの状態で食べる者はおらず、煮たり、焼いたり、火や調味料によって変化させ、何万もの薬味で殺戮を和らげ、変え、消し去る。 それは、味覚が欺かれて、その異質なものを受け入れるためである。
καίτοι χάριέν γε τὸ τοῦ Λάκωνος, ὃς ἰχθύδιον ἐν πανδοκείῳ πριάμενος τῷ πανδοκεῖ σκευάσαι παρέδωκεν·
それにしても、宿屋で小魚を買い、宿主に料理させるために渡したスパルタ人の話は小気味よい。
αἰτοῦντος δʼ ἐκείνου τυρὸν καὶ ὄξος καὶ ἔλαιον, ἀλλʼ εἰ ταῦτʼ εἶχον εἶπεν οὐκ ἂν ἰχθὺν ἐπριάμην ἡμεῖς δʼ οὕτως ἐν τῷ μιαιφόνῳ τρυφῶμεν, ὥστʼ ὄψον τὸ κρέας προσαγορεύομεν, εἶτ̓ ὄψων πρὸς αὐτὸ τὸ κρέας δεόμεθα, ἀναμιγνύντες ἔλαιον οἶνον μέλι γάρον ὄντως ἡδύσμασι Συριακοῖς Ἀραβικοῖς, ὥσπερ ὄξος νεκρὸν ἐνταφιάζοντες.
宿主がチーズ、酢、油を求めたところ、「もしそれらを持っていたなら、と彼は言った、魚など買わなかっただろう」ところが私たちは、流血の殺戮において非常に贅沢をしているため、肉を「おかず」と呼び、さらにその肉のためにおかずを必要とし、油、ワイン、蜂蜜、魚醤、そして本当にシリアやアラビアの香料を混ぜ合わせ、あたかも死体を防腐処理するかのようである。
καὶ γὰρ οὕτως αὐτῶν διαλυθέντων καὶ μαλαχθέντων καὶ τρόπον τινὰ προσαπέντων ἔργον ἐστὶ τὴν πέψιν κρατῆσαι, καὶ διακρατηθείσης δὲ δεινὰς βαρύτητας ἐμποιεῖ καὶ νοσώδεις ἀπεψίας.
実際、それらがそのように分解され、柔らかくされ、ある意味であらかじめ腐らされているにもかかわらず、消化を完了させることは一仕事であり、たとえ消化が成し遂げられても、ひどい重苦しさと病的な消化不良を引き起こすのである。

語釈・文法注

  1. 994bὅμοιον ὡς εἴ τις — 比喩的な条件文を導入する慣用的な表現。ここから始まるナイル川(994b-c)、畑(994c)、弁論(994c-d)の三つの比較例は、全体として「本質的な恵み(肉食を避けることの容易さ)に目を向けず、些細な例外や言い訳を理由に全体を非難する態度」の愚かしさを表す。主節の動詞は想定されておらず、直前の段落全体の比喩として機能している。
  2. 994dκαὶ δημηγόρου τινὸς ὁρῶν — 文が完了していない。`ὁρῶν`(分詞)が導く構造は、直前の `τοιοῦτόν τι [ἐστί]`(これに類することである)または `ὅμοιον [ἐστίν]` に繋がる。`δημηγόρου τινός` は `λόγον`(演説)を伴うと解釈され、民衆指導者の演説を見る場合にも同様のことが言えるという省略表現である。
  3. 994eἐφʼ ᾧ γέγονε καὶ πέφυκεν — 前置詞 `ἐπί` + 与格の関係代名詞 `ᾧ` が、目的または「〜という条件で」という基準を表す。動物たちが生まれ(`γέγονε`)、自然から与えられた(`πέφυκεν`)まさにその目的・時間そのものを奪うという意味になる。
  4. 994fὅτι γὰρ οὐκ ἔστιν ἀνθρώπῳ κατὰ φύσιν τὸ σαρκοφαγεῖν — 名詞化された不定詞 `τὸ σαρκοφαγεῖν` が `ἔστιν` の主語。`ἀνθρώπῳ` は所有あるいは関与を表す与格(「人間にとって」)。`ὅτι` はここでは理由を表す接続詞(「〜だからである」)であり、前文の「自然がその根拠(始まり)を持っていると言うのは不条理だ」に対する説明を導入する。
  5. 995cἀλλʼ εἰ ταῦτʼ εἶχον ... οὐκ ἂν ἰχθὺν ἐπριάμην — 現在(または過去)の事実に反する仮定を表す反実仮想条件文。条件節が直説法未完了過去(`εἶχον`)、帰結節が直説法未完了過去+`ἄν`(`οὐκ ἂν ἐπριάμην`、なお `ἐπριάμην` はアオリスト直説法中間態であり、過去の反実仮想を表す)。

この箇所を引用する

プルタルコス, 肉食について(第1部) §3-5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg131.humanitext-grc2:3-5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。