§6Διογένης δʼ ὠμὸν φαγεῖν πολύπουν ἐτόλμησεν, ἵνα τὴν διὰ τοῦ πυρὸς ἐκβάλῃ κατεργασίαν τῶν κρεῶν·
ディオゲネスは生のタコを食べることをあえて試みた。 肉の火による調理を排除するために。
καὶ πολλῶν περιεστώτων αὐτὸν ἀνθρώπων, ἐγκαλυψάμενος τῷ τρίβωνι καὶ τῷ στόματι προσφέρων τὸ κρέας
ὑπὲρ ὑμῶν
φησὶν
ἐγὼ παραβάλλομαι καὶ προκινδυνεύω
καλόν, ὦ Ζεῦ, κίνδυνον οὐ γάρ, ὡς Πελοπίδας ὑπὲρ τῆς Θηβῶν ἐλευθερίας ἢ ὡς Ἁρμόδιος καὶ Ἀριστογείτων ὑπὲρ τῆς Ἀθηναίων, προεκινδύνευσεν ὁ φιλόσοφος ὠμῷ πολύποδι διαμαχόμενος, ἵνα τὸν βίον ἀποθηριώσῃ;
そして多くの人々が彼を取り囲む中、粗末な外套をかぶり、その肉を口に運びながら、「私はあなたがたのために身をさらし、危険を冒しているのだ」と言った。 なんと輝かしい、ゼウスよ、危険だろうか。 というのも、ペロピダスがテーバイの自由のために、あるいはハルモディオスとアリストゲイトンがアテナイ人のために危険を冒したようにではなく、この哲学者は生のタコと戦って、人間の生活を野獣化させるためにあえて危険を冒したのではなかったか。
οὐ τοίνυν μόνον αἱ κρεοφαγίαι τοῖς σώμασι γίγνονται παρὰ φύσιν, ἀλλὰ καὶ τὰς ψυχὰς ὑπὸ πλησμονῆς καὶ κόρου παχύνουσιν·
したがって、肉食は身体にとって自然に反しているばかりでなく、飽満と過食によって魂をも鈍重にする。
οἶνος γὰρ καὶ σαρκῶν ἐμφορήσιες σῶμα μὲν ἰσχυρὸν ποιέουσι καὶ ῥωμαλέον, ψυχὴν δὲ ἀσθενέα
καὶ ἵνα μὴ τοῖς ἀθληταῖς ἀπεχθάνωμαι, συγγενέσι χρῶμαι παραδείγμασι·
「ワインと肉の満腹は、身体を強く頑健にするが、魂を弱くする」そしてアスリートたちを敵に回さないよう、私は身近な例を用いよう。
τοὺς γὰρ Βοιωτοὺς ἡμᾶς οἱ Ἀττικοὶ καὶ παχεῖς καὶ ἀναισθήτους καὶ ἠλιθίους, μάλιστα διὰ τὰς ἀδηφαγίας προσαγορεύουσιν·
アッティカの人々は、私たちボイオティア人を、大食いのゆえに、特に「鈍重で、無感覚で、愚か」と呼んでいる。
οὗτοι δʼ αὖ συ
καὶ ὁ Μένανδρος
οἳ γνάθους ἔχουσι,
καὶ ὁ Πίνδαρος
γνῶναὶ τʼ ἔπειτα
αὐγὴ ξηρὴ ψυχὴ σοφωτάτη
κατὰ τὸν Ἡράκλειτον·
「彼らはまた豚のようであり……」と彼らは言い、メナンドロスは「顎だけを持っている奴ら」と言い、ピンダロスは「それから理解すること……」と言っている。 「乾いた光こそが、最も賢い魂である」ヘラクレイトスによれば。
οἱ κενοὶ πίθοι κρουσθέντες ἠχοῦσι, γενόμενοι δὲ πλήρεις οὐχ ὑπακούουσι ταῖς πληγαῖς·
空の甕は叩かれると響くが、満たされると叩かれても応じない。
τῶν χαλκωμάτων τὰ λεπτὰ τοὺς ψόφους ἐν κύκλῳ διαδίδωσιν, ἄχρι οὗ ἐμφράξῃ καὶ τυφλώσῃ τις τῇ χειρὶ τῆς· πληγῆς περιφερομένης ἐπιλαμβανόμενος·
薄いブロンズ器は音を周囲に伝えるが、誰かが手が叩かれた場所に触れてその響きを遮り、鈍らせるまでである。
ὀφθαλμὸς; ὑγροῦ πλεονάσαντος ἀναπλησθεὶς μαραυγεῖ καὶ ἀτονεῖ πρὸς τὸ οἰκεῖον ἔργον·
目は、水分が過剰になって満たされると、その輝きを失い、本来の働きに対して力を失う。
τὸν ἥλιον διʼ ἀέρος ὑγροῦ καὶ ἀναθυμιάσεων πλήθους ἀπέπτων ἀθρήσαντες οὐ καθαρὸν οὐδὲ λαμπρὸν ἀλλὰ βύθιον καὶ ἀχλυώδη καὶ ὀλισθαίνοντα ταῖς αὐγαῖς ὁρῶμεν.
私たちが湿った空気や未消化の多くの蒸気を通して太陽を見るとき、私たちはそれを澄んで輝いているものとしてではなく、深く、霧に包まれ、その光線が揺らぎ滑り落ちるものとして見る。
οὕτω δὴ καὶ διὰ σώματος θολεροῦ καὶ διακόρου καὶ βαρυνομένου τροφαῖς ἀσυμφύλοις πᾶσα ἀνάγκη τὸ γάνωμα τῆς ψυχῆς καὶ τὸ φέγγος ἀμβλύτητα καὶ σύγχυσιν ἔχειν καὶ πλανᾶσθαι καὶ φέρεσθαι, πρὸς τὰ λεπτὰ καὶ δυσθεώρητα τέλη τῶν πραγμάτων αὐγὴν καὶ τόνον οὐκ ἐχούσης.
まさにそのように、不調和な食物によって濁り、満腹し、重くされた身体を通しても、魂の輝きと光は必然的に鈍さと混乱を被り、迷い漂い、物事の微細で観察しがたい目的に対して光線と緊張を持たないため、翻弄されることになる。
§7χωρὶς δὲ τούτων ὁ πρὸς φιλανθρωπίαν ἐθισμὸς οὐ δοκεῖ θαυμαστὸν εἶναι;
これらとは別に、人間愛への習慣づけは、素晴らしいものとは思われないだろうか。
τίς γὰρ ἂν ἀδικήσειεν ἄνθρωπον, οὕτω πρὸς ἀλλότρια κακὰ καὶ ἀσύμφυλα διακείμενος καὶ πράως καὶ φιλανθρώπως;
というのも、異質な他者の苦しみに対してもこのように穏やかで慈愛深く接する人が、どうして人間を害することがあるだろうか。
ἐμνήσθην δὲ τρίτην ἡμέραν διαλεγόμενος περὶ Ξενοκράτους, καὶ ὅτι Ἀθηναῖοι τῷ ζῶντα τὸν κριὸν ἐκδείραντι δίκην ἐπέθηκαν οὐκ ἔστι δέ, οἶμαι, χείρων ὁ ζῶντα βασανίζων τοῦ παραιρουμένου τὸ ζῆν καὶ φονεύοντος·
私は一昨日、クセノクラテスについて議論した際、アテナイ人が、生きた雄羊の皮を剥いだ者に刑罰を科したことに言及した。 しかし、生きたまま拷問する者が、命を奪って殺す者より悪いということはない。
ἀλλὰ μᾶλλον, ὡς ἔοικε, τῶν παρὰ συνήθειαν ἢ τῶν παρὰ φύσιν αἰσθανόμεθα.
しかし、どうやら私たちは、自然に反することよりも、習慣に反することの方を敏感に感じ取るようである。
καὶ ταῦτα μὲν ἐκεῖ κοινότερον ἔλεγον·
そして、これらはあそこで、より一般的な事柄として語ったことである。
τὴν δὲ μεγάλην καὶ μυστηριώδη καὶ ἄπιστον ἀνδράσι δειλοῖς, φησιν ὁ Πλάτων, καὶ θνητὰ φρονοῦσιν ἀρχὴν τοῦ δόγματος; ὀκνῶ μὲν ἔτι τῷ λόγῳ κινεῖν, ὥσπερ ναῦν ἐν χειμῶνι ναύκληρος ἢ μηχανὴν αἴρει ποιητικὸς ἀνὴρ ἐν θεάτρῳ σκηνῆς περιφερομένης.
しかし、プラトンが言うところの、臆病で死すべきことしか考えない人々には信じがたい、この教義の、偉大で神秘的な始まりを、私はまだ、嵐の中の船長が船を動かすように、あるいは詩人が劇場で舞台が回転する中で機械を吊り上げるように、議論の中で動かすことを躊躇している。
οὐ χεῖρον δʼ ἴσως καὶ προανακρούσασθαι καὶ προαναφωνῆσαι τὰ τοῦ Ἐμπεδοκλέους·
おそらく、エンペドクレスの詩句を前奏として歌い、あらかじめ宣言しておくのも悪くはないだろう。
ἀλληγορεῖ γὰρ ἐνταῦθα τὰς ψυχάς, ὅτι φόνων καὶ βρώσεως σαρκῶν καὶ ἀλληλοφαγίας δίκην τίνουσαι σώμασι θνητοῖς ἐνδέδενται.
なぜなら、彼はここで魂たちが、殺戮、肉食、そして共食いの罰を払いながら、死すべき身体に閉じ込められているのだと、寓意的に語っているからである。
καίτοι δοκεῖ παλαιότερος οὗτος ὁ λόγος εἶναι·
もっとも、この説はさらに古いものと思われる。
τὰ γὰρ δὴ περὶ τὸν Διόνυσον μεμυθευμένα πάθη τοῦ διαμελισμοῦ καὶ τὰ Τιτάνων ἐπʼ αὐτὸν τολμήματα, κολάσεις τε τούτων καὶ κεραυνώσεις γευσαμένων τοῦ φόνου, ᾐνιγμένος ἐστὶ μῦθος εἰς τὴν παλιγγενεσίαν·
ディオニュソスにまつわる、四肢を切り裂かれた受難の神話や、彼に対するタイタンたちの蛮行、そしてその血を味わったことに対する彼らへの罰や雷撃は、魂の転生を暗示する神話なので原初の意味を示している。
τὸ γὰρ ἐν ἡμῖν ἄλογον καὶ ἄτακτον καὶ βίαιον οὐ θεῖον ἀλλὰ δαιμονικὸν οἱ παλαιοὶ Τιτᾶνας ὠνόμασαν, καὶ τοῦτʼ ἔστι κολαζομένου καὶ δίκην διδόντος.
なぜなら、古代の人々は私たちの中の理性を欠き、無秩序で暴力的な部分、すなわち神的なものではなくダイモーン的な部分をタイタンと呼び、これこそが罰を受け、報いを受けている状態だからである。