§3οὐ γὰρ δὴ λέοντὰς γʼ ἀμυνόμενοι καὶ λύκους ἐσθίομεν· ἀλλὰ ταῦτα μὲν ἐῶμεν, τὰ δʼ ἀβλαβῆ καὶ χειροήθη καὶ ἄκεντρα καὶ νωδὰ πρὸς τὸ δακεῖν συλλαμβάνοντες ἀποκτιννύομεν, ἃ νὴ Δία καὶ κάλλους ἕνεκα καὶ χάριτος ἡ φύσις ἔοικεν ἐξενεγκεῖν.
因为我们绝不是为了自卫而吃狮子和狼;相反,我们放过它们,却去捕杀那些无害、驯服、无刺且无齿以咬人的生灵,指着宙斯起誓,自然似乎是为了美丽和优雅才将它们创造出来的。
ὅμοιον ὡς εἴ τις τὸν Νεῖλον ὁρῶν πλημμυροῦντα καὶ τὴν χώραν ἐμπιπλάντα γονίμου καὶ καρποφόρου ῥεύματος μὴ τοῦτο θαυμάζοι τοῦ φερομένου, τὸ φυτάλμιον καὶ εὔκαρπον τῶν ἡμερωτάτων καὶ βιωφελεστάτων καρπῶν, ἀλλʼ ἰδών που καὶ κροκόδειλον ἐννηχόμενον καὶ ἀσπίδα κατασυρομένην καὶ μύας, ἄγρια ζῷα καὶ μιαρά, ταύτας λέγοι τὰς αἰτίας τῆς μέμψεως καὶ τῆς τοῦ πράγματος ἀνάγκης· ἢ νὴ Δία τὴν γῆν ταύτην καὶ τὴν ἄρουραν ἀποβλέψας ἐμπεπλησμένην ἡμέρων καρπῶν καὶ βρίθουσαν ἀσταχύων, ἔπειτα ὑποβλέψας που τοῖς ληίοις τούτοις καὶ πού τινος αἴρας στάχυν ἰδὼν καὶ ὀροβάγχην, εἶτʼ ἀφεὶς ἐκεῖνα καρποῦσθαι καὶ ληίζεσθαι μέμφοιτο περὶ τούτων.
这就像有人看到尼罗河泛滥,用肥沃且多产的流水平满国土,不去赞叹这奔流所带来的培育植物和使最温和、最有益的作物丰收的力量,反而因为在某处看到游水的鳄鱼、被冲走的毒蛇或野鼠,这些野生且肮脏的动物,就说这些是责难和避开河流的理由;或者,指着宙斯起誓,看着这片填满了驯化作物、沉甸甸地垂着麦穗的大地和麦田,然后在这作物间窥视,在某处看到一穗毒麦或寄生草,便放弃收获和享用前者,而对后者抱怨不已。
τοιοῦτόν τι, καὶ λόγον ῥήτορος ὁρῶν ἐν δίκῃ τινὶ καὶ συνηγορίᾳ πληθύοντα καὶ φερόμενον ἐπὶ βοηθείᾳ κινδύνων, ἢ νὴ Δίʼ ἐλέγχῳ καὶ κατηγορίᾳ τολμημάτων καὶ ἀποδείξεων, ῥέοντα δὲ καὶ φερόμενον οὐχ ἁπλῶς οὐδὲ λιτῶς, ἀλλʼ ὁμοῦ πάθεσι πολλοῖς μᾶλλον δὲ παντοδαποῖς, εἰς ψυχὰς ὁμοίως πολλὰς καὶ ποικίλας καὶ διαφόρους τῶν ἀκροωμένων ἢ τῶν δικαζόντων, ἃς δεῖ τρέψαι καὶ μεταβαλεῖν ἢ νὴ Δία πραῧναι καὶ ἡμερῶσαι καὶ καταστῆσαι·
这就像是在某场诉讼和辩护中,看到一位修辞学家的演说内容充实,为了解救危难而奔流,或者指着宙斯起誓,为了反驳和指控大胆恶行以及证明而奔流,其流动和奔涌并非单纯或朴素,而是伴随着许多甚至各种各样的情感,流向听众或法官同样众多、多样且不同的心灵,这些心灵需要被转变、改变,或者指着宙斯起誓,被安抚、温和化并平定;然而此人却忽略去观察和衡量这件事情的本质和核心,专门挑出那些演说在奔流的势头中顺便带下的、与其他言辞一同滑落和溢出的旁白来加以指责。
εἶτα παρεὶς τοῦτο τοῦ πράγματος ὁρᾶν καὶ μετρεῖν τὸ φύλαιον καὶ ἀγώνισμα, παραρρήσεις ἐκλέγων, ἃς κατιὼν ὁ λόγος συγκατήνεγκε τῇ ῥύμῃ τῆς φορᾶς, συνεκπεσούσας καὶ παρολισθούσας τῷ λοιπῷ τοῦ λόγου. καὶ δημηγόρου τινὸς ὁρῶν.
看到某个民主政客的演说时也是如此。
§4ἀλλʼ οὐδὲν ἡμᾶς δυσωπεῖ, οὐ χρόας ἀνθηρὸν εἶδος, οὐ φωνῆς ἐμμελοῦς πιθανότης, οὐ πανουργία ψυχῆς, οὐ τὸ καθάριον ἐν διαίτῃ καὶ περιττὸν ἐν συνέσει τῶν ἀθλίων, ἀλλὰ σαρκιδίου μικροῦ χάριν ἀφαιρούμεθα ψυχῆς ἥλιον, φῶς, τὸν τοῦ βίου χρόνον, ἐφʼ ᾧ γέγονε καὶ πέφυκεν.
但是,没有什么能让我们感到羞愧,无论是花朵般美丽的颜色,还是和谐声音的动听,还是心灵的聪慧,还是这些可怜生灵在生活上的整洁和杰出的智慧;相反,为了微不足道的一小块肉,我们夺走了它们的太阳、光芒,以及它们为此而生、自然所赋予的生命时间。
εἶθʼ ἃς φθέγγεται καὶ διέτρισε φωνὰς ἀνάρθρους εἶναι δοκοῦμεν, οὐ παραιτήσεις καὶ δεήσεις καὶ δικαιολογίας ἑκάστου λέγοντος
οὐ παραιτοῦμαί σου τὴν ἀνάγκην ἀλλὰ τὴν ὕβριν, ἵνα φάγῃς ἀπόκτεινον, ἵνα δʼ ἥδιον φάγῃς μὴ μʼ ἀναίρει
ὢ τῆς ὠμότητος δεινὸν μέν ἐστι καὶ τιθεμένην ἰδεῖν τράπεζαν ἀνθρώπων πλουσίων νεκροκόσμοις χρωμένων μαγείροις καὶ ὀψοποιοῖς, δεινότερον δʼ ἀποκομιζομένην πλείονα γὰρ τὰ λειπόμενα τῶν βεβρωμένων ἐστίν οὐκοῦν ταῦτα μάτην ἀπέθανεν ἕτεροι δὲ φειδόμενοι τῶν παρατεθέντων οὐκ ἐῶσι τέμνειν οὐδὲ κατακόπτειν, παραιτούμενοι νεκρά, ζώντων δʼ οὐκ ἐφείσαντο.
然后,我们把它们发出的、回响的声音看作是无分节的,而不是每一个生灵在说话时所表达的哀求、恳请和自我辩白: “我不拒绝你的需要,但我拒绝你的傲慢;为了吃而杀我是可以的,但为了吃得更香甜,请不要毁灭我。 ” 哦,何其残忍! 看到富人们的食桌,雇佣那些装饰尸体的厨师和膳食师准备,这已是可怕,但看到它被撤下时更加可怕;因为剩下来的比吃掉的还要多。 因此,这些生灵是白白死去的。 而另一些人,爱惜呈献上来的食物,不许切开或剁碎,爱护尸体,却在它们活着的时候不曾加以怜惜。
§5ἄλογον γὰρ εἶναί φαμεν ἐκείνους λέγειν τοὺς ἄνδρας ἀρχὴν ἔχειν τὴν φύσιν ὅτι γὰρ οὐκ ἔστιν ἀνθρώπῳ κατὰ φύσιν τὸ σαρκοφαγεῖν, πρῶτον μὲν ἀπὸ τῶν σωμάτων δηλοῦται τῆς·
因为我们说,那些人声称“自然拥有肉食的起点”是荒谬的。
κατασκευῆς. οὐδενὶ γὰρ ἔοικε τὸ ἀνθρώπου σῶμα τῶν ὑ ἐπὶ σαρκοφαγίᾳ γεγονότων, οὐ γρυπότης χείλους, οὐκ ὀξύτης;
因为人类吃肉并非顺应自然,这首先从身体的构造中就可以看出来。
ὄνυχος, οὐ τραχύτης ὀδόντος πρόσεστιν, οὐ κοιλίας εὐτονία καὶ πνεύματος θερμότης, τρέψαι καὶ κατεργάσασθαι δυνατὴ τὸ βαρὺ καὶ κρεῶδες ἀλλʼ αὐτόθεν ἡ φύσις τῇ λειότητι τῶν ὀδόντων καὶ τῇ σμικρότητι τοῦ στόματος καὶ τῇ μαλακότητι τῆς γλώσσης καὶ τῇ πρὸς πέψιν ἀμβλύτητι τοῦ πνεύματος ἐξόμνυται τὴν σαρκοφαγίαν.
因为人类的身体不相似于任何为了肉食而生的动物:既没有弯曲的喙,也没有锐利的爪,也没有尖锐的牙齿,也没有强健的胃和温热的气息,能够转化和消化沉重且多肉的物质。
εἰ δὲ λέγεις πεφυκέναι σεαυτὸν ἐπὶ τοιαύτην ἐδωδήν, ὃ βούλει φαγεῖν πρῶτον αὐτὸς ἀπόκτεινον, ἀλλʼ αὐτὸς διὰ σεαυτοῦ, μὴ χρησάμενος κοπίδι μηδὲ τυμπάνῳ τινὶ μηδὲ πελέκει·
相反,自然本身,通过牙齿的平滑、口部的狭小、舌头的柔软,以及消化气息的迟钝,表明了对肉食的否定。
ἀλλά, ὡς λύκοι καὶ ἄρκτοι καὶ λέοντες αὐτοὶ ὅσα ἐσθίουσι φονεύουσιν, ἄνελε δήγματι βοῦν ἢ στόματι σῦν, ἢ ἄρνα ἢ λαγωὸν διάρρηξον καὶ φάγε προσπεσὼν ἔτι ζῶντος, ὡς ἐκεῖνα.
如果你说你自己天生适合这种食物,那么你想吃什么,首先你自己去宰杀,但要用你自己的力量,不要使用肉刀,也不要使用棍棒或斧头;而是像狼、熊和狮子自己杀死它们所吃的一切一样,用咬杀死一头牛,或者用口解决一头猪,或者撕裂一只羔羊或野兔,像它们那样,在它们还活着的时候扑上去吃掉。
εἰ δʼ ἀναμένεις νεκρὸν γενέσθαι τὸ αἰσθόμενον καὶ δυσωπεῖ σε παροῦσα ψυχὴ ἀπολαύειν τῆς σαρκός, τί παρὰ φύσιν ἐσθίεις τὸ ἔμψυχον;
但如果你要等待那有感觉的生灵变成尸体,并且其灵魂的存在让你羞于享用它的肉,为什么你要违背自然去吃那有灵魂的生灵呢?
ἀλλʼ οὐδʼ ἄψυχον ἄν τις φάγοι καὶ νεκρὸν οἷόν ἐστιν, ἀλλʼ ἕψουσιν ὀπτῶσι μεταβάλλουσι διὰ πυρὸς καὶ φαρμάκων, ἀλλοιοῦντες καὶ τρέποντες καὶ σβεννύοντες ἡδύσμασι μυρίοις τὸν φόνον, ἵνʼ ἡ γεῦσις ἐξαπατηθεῖσα προσδέξηται τἀλλότριον.
然而,谁也不会直接去吃无灵魂的尸体原本的样子,而是通过火和作料进行煮、烤和转化,改变、颠覆并通过无数的调味品熄灭杀戮的痕迹,以便让味觉受到欺骗而接受这异己之物。
καίτοι χάριέν γε τὸ τοῦ Λάκωνος, ὃς ἰχθύδιον ἐν πανδοκείῳ πριάμενος τῷ πανδοκεῖ σκευάσαι παρέδωκεν· αἰτοῦντος δʼ ἐκείνου τυρὸν καὶ ὄξος καὶ ἔλαιον,
ἀλλʼ εἰ ταῦτʼ εἶχον
εἶπεν
οὐκ ἂν ἰχθὺν ἐπριάμην
ἡμεῖς δʼ οὕτως ἐν τῷ μιαιφόνῳ τρυφῶμεν, ὥστʼ ὄψον τὸ κρέας προσαγορεύομεν, εἶτ̓ ὄψων πρὸς αὐτὸ τὸ κρέας δεόμεθα, ἀναμιγνύντες ἔλαιον οἶνον μέλι γάρον ὄντως ἡδύσμασι Συριακοῖς Ἀραβικοῖς, ὥσπερ ὄξος νεκρὸν ἐνταφιάζοντες.
不过,那个斯巴达人的话倒很有趣,他在旅店里买了一条小鱼,交给旅店老板去料理;当老板索要奶酪、醋和油时,他说: “如果我有了这些,我就不会买鱼了。 ” 而我们却在流血杀戮中如此奢侈,以至于把肉称为“下饭菜”,然后为了肉本身又需要其他的作料,混合着油、酒、蜜、鱼酱,真的用叙利亚和阿拉伯的香料,就像是在给尸体涂抹防腐香料。
καὶ γὰρ οὕτως αὐτῶν διαλυθέντων καὶ μαλαχθέντων καὶ τρόπον τινὰ προσαπέντων ἔργον ἐστὶ τὴν πέψιν κρατῆσαι, καὶ διακρατηθείσης δὲ δεινὰς βαρύτητας ἐμποιεῖ καὶ νοσώδεις ἀπεψίας.
因为即使它们被这样分解、软化并以某种方式预先腐化,消化它们仍然是一件难事,而且即使消化了,也会引起严重的沉重感和病态的消化不良。