Humanitext Reader

プルタルコス · 肉食について(第1部) §1-2

最初の肉食の残酷さと太古の必然性

1 / 3 箇所 · ギリシア語

要旨

著者はピュタゴラスの肉食忌避に驚く人々に対し、逆に最初の肉食がいかに凄惨であったかを問いかける。そして、太古の窮乏期の肉食は生存のために不可避であったが、豊かさに満ちた現代における肉食は不必要な虐殺であると非難する。

§1ἀλλὰ σὺ μὲν ἐρωτᾷς;
しかし、あなたは尋ねるのか、いかなる理由でピュタゴラスが肉食を避けたのかと。
τίνι λόγῳ Πυθαγόρας ἀπείχετο σαρκοφαγίας, ἐγὼ δὲ θαυμάζω καὶ τίνι πάθει καὶ ποίᾳ ψυχῇ ἢ λόγῳ ὁ πρῶτος ἄνθρωπος ἥψατο φόνου στόματι καὶ τεθνηκότος ζῴου χείλεσι προσήψατο σαρκός·
だが私は、いかなる情動と、いかなる魂、あるいは理性によって、最初の人間が口で屠殺に触れ、死んだ動物の肉に唇を寄せたのか、それに驚いている。
καὶ νεκρῶν σωμάτων καὶ ἑώλων προθέμενος τραπέζας ὄψα καὶ τρυφὰς καὶ προσέτι εἰπεῖν τὰ μικρὸν ἔμπροσθεν βρυχώμενα μέρη καὶ φθεγγόμενα καὶ κινούμενα καὶ βλέποντα·
そして、死体や古くなった食べ物の食卓を整えて、それらを美味や贅沢と呼び、さらに言えば、ほんの少し前まで唸り声を上げ、声を発し、動き、見えていた部位を口にすることを驚いている。
πῶς ἡ ὄψις ὑπέμεινε τὸν φόνον σφαζομένων δερομένων διαμελιζομένων, πῶς ἡ ὄσφρησις ἤνεγκε τὴν ἀποφοράν πῶς τὴν γεῦσιν οὐκ ἀπέτρεψεν ὁ μολυσμὸς ἑλκῶν ψαύουσαν ἀλλοτρίων καὶ τραυμάτων θανασίμων χυμοὺς· καὶ ἰχῶρας ἀπολαμβάνουσαν.
屠殺され、皮を剥がれ、切り刻まれるものたちの殺戮に、いかにして視覚が耐え得たのか、いかにして嗅覚がその悪臭に耐えたのか、いかにして味覚が、他者の傷口に触れ、致命的な創傷の体液や膿汁を受け取るという汚濁によって背けられなかったのか。
" εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖς ἐμεμύκει ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνὴ " τοῦτο πλάσμα καὶ μῦθός ἐστι, τὸ δέ γε δεῖπνον ἀληθῶς τερατῶδες, πεινῆν τινα τῶν μυκωμένων ἔτι, καὶ διδάσκοντα ἀφʼ ὧν δεῖ τρέφεσθαι ζώντων ἔτι καὶ λαλούντων, καὶ διαταττόμενον ἀρτύσεις τινὰς καὶ ὀπτήσεις καὶ παραθέσεις·
"皮は這い、肉は串の周りで呻いた、焼かれたものも生のものも。 そして牛のような声が起こった" これは創作であり神話であるが、その食事は本当に奇怪なものであった。 すなわち、まだ呻いているものを貪り食い、まだ生きて言葉を発しているものからいかに栄養を摂るべきかを教え、特定の味付けやローストや盛り付けを指示することである。
τούτων ἔδει ζητεῖν τὸν πρῶτον ἀρξάμενον οὐ τὸν ὀψὲ παυσάμενον
これらのことについては、遅れてやめた者ではなく、最初に始めた者を尋ねるべきであった。
§2ἢ τοῖς μὲν πρώτοις ἐκείνοις ἐπιχειρήσασι σαρκοφαγεῖν τὴν αἰτίαν ἂν εἴποι τις πᾶσαν εἶναι τὴν ἀπορίαν·
あるいは、肉食を試みた最初のあの人々にとっては、その原因はすべて窮乏であったと人は言うかもしれない。
οὐ γὰρ ἐπιθυμίαις ἀνόμοις συνδιάγοντες οὐδʼ ἐν περιουσίᾳ τινὶ ἀναγκαίων ὑβρίσαντες εἰς ἡδονὰς παρὰ φύσιν ἀσυμφύλους ἐπὶ ταῦτʼ ἦλθον·
なぜなら彼らは、異常な欲望とともに暮らしていたわけでもなく、必需品の過剰の中で、自然に反する不調和な快楽へと傲慢に走ってこれに及んだわけでもないからである。
ἀλλʼ εἴποιεν ἂν αἴσθησιν ἐν τῷ παρόντι καὶ φωνὴν λαβόντες· ὦ μακάριοι.
そうではなく、もし彼らが現在において感覚と声を得たなら、こう言うであろう。
καὶ θεοφιλεῖς οἱ νῦν ὄντες ὑμεῖς οἷον βίου λαχόντες αἰῶνα καρποῦσθε καὶ νέμεσθε κλῆρον ἀγαθῶν ἄφθονον, ὅσα φύεται ὑμῖν;
「おお、神に愛され恵まれた今を生きるあなた方よ、いかに素晴らしい生涯を授かって享受し、いかに豊かな善きものの分け前を分かち合っていることか。
ὅσα τρυγᾶται;
あなた方のためにどれほどのものが生え、どれほどのものが収穫されることか。
ὅσον πλοῦτον ἐκ πεδίων, ὅσας ἀπὸ φυτῶν ἡδονὰς δρέπεσθαι πάρεστιν;
平野からのどれほどの富、植物からのどれほどの快楽を摘み取ることができることか。
ἔξεστιν ὑμῖν καὶ τρυφᾶν μὴ μιαινομένοις.
あなた方は、汚されることなく贅沢を味わうことができる。
ἡμᾶς δὲ σκυθρωπότατον καὶ φοβερώτατον ἐδέξατο βίου καὶ χρόνου μέρος, εἰς πολλὴν καὶ ἀμήχανον ἐκπεσόντας ὑπὸ τῆς πρώτης γενέσεως ἀπορίαν ἔτι μὲν οὐρανὸν ἔκρυπτεν ἀήρ, καὶ ἄστρα θολερῷ καὶ δυσδιαστατοῦντι πεφυρμένα ὑγρῷ καὶ πυρὶ καὶ ζάλαις ἀνέμων οὔπω δʼ ἥλιος ἵδρυτο ἀπλανῆ καὶ βέβαιον " ἔχων δρόμον ἠὼ καὶ δύσιν ἔκρινεν, περὶ δʼ ἢγαγεν αὖθις ὀπίσσω καρποφόροισιν ἐπιστέψας κάλυκος στεφάνοισιν ὥρας·
しかし私たちを迎えたのは、最も陰鬱で恐るべき人生と時代の分け前であり、最初の生成による、多大でなすすべのない窮乏へと投げ落とされたのだ。 いまだ空気は天を覆い、星々は濁って見分けがたい水分や火、そして風の嵐と混ざり合っていた。 いまだ太陽は、迷いのない確実な軌道を保って、 "夜明けと日没を分け、実りをもたらす花の冠で季節を飾りつつ再び巡らせる" ように確立されてはいなかった。
γῆ δʼ ὕβριστο " ποταμῶν ἐκβολαῖς ἀτάκτοις, καὶ πολλὰ λίμναισιν ἄμορφα καὶ πηλοῖς βαθέσι καὶ λόχμαις ἀφόροις καὶ ὕλαις ἐξηγρίωτο·
そして大地は、川の不規則な氾濫によって損なわれ、多くの場所は、形の定まらない沼や深い泥、不毛の藪や森によって荒れ果てていた。
φορᾶς δʼ ἡμέρων καρπῶν καὶ τέχνης ὄργανον οὐδὲν οὐδὲ μηχανὴ σοφίας·
栽培される作物の実りもなく、技術の道具も、知恵の考案したものも何一つなかった。
ὁ δὲ λιμὸς οὐκ ἐδίδου χρόνον οὐδʼ ὥρας ἐτησίους σπόρος οὐκ ὢν τότʼ ἀνέμενε. .
飢えは猶予を与えず、毎年の種まきは、当時存在しなかったために、待ってはくれなかった。
τί θαυμαστόν, εἰ ζῴων ἐχρησάμεθα σαρξὶ παρὰ φύσιν, ὅτʼ ἰλὺς ἠσθίετο καὶ φλοιὸς ἐβρώθη ξύλου, καὶ ἄγρωστιν εὑρεῖν βλαστάνουσαν ἢ φλεώ τινα ῥίζαν εὐτυχὲς ἦν;
私たちが動物の肉を不自然に用いたとして、何の不思議があろうか。 泥が食べられ、木の皮が貪り食われ、芽吹いた野生の草や、イグサの根を見つけることが幸運であった時代に。
βαλάνου δὲ γευσάμενοι καὶ φαγόντες ἐχόρευσαν ὑφʼ ἡδονῆς περὶ δρῦν τινα καὶ φηγόν, ζείδωρον καὶ μητέρα καὶ τροφὸν ἀποκαλοῦντες·
どんぐりを味わい食べたとき、彼らは喜びのあまり、あるオークやブナの木の周りで踊り、それを「生命の与え手」、「母」、「乳母」と呼んだのだ。
ἐκείνην ὁ τότε βίος ἑορτὴν ἔγνω, τὰ δʼ ἄλλα φλεγμονῆς ἦν ἅπαντα μεστὰ καὶ στυγνότητος.
当時の生活が祝祭として知っていたのはそれだけであり、他はすべて苦難と陰鬱さに満ちていた。
ὑμᾶς δὲ τοὺς νῦν τίς λύσσα καὶ τίς οἶστρος ἄγει πρὸς μιαιφονίαν, οἷς τοσαῦτα περίεστι τῶν ἀναγκαίων;
しかし、今を生きるあなた方を、これほど多くの必需品が残されているというのに、いかなる狂気、いかなる刺激が流血の殺戮へと駆り立てるのか。
τί καταψεύδεσθε τῆς γῆς ὡς· τρέφειν μὴ δυναμένης;
なぜ大地が養うことができないかのように、大地に嘘を吐くのか。
τί τὴν θεσμοφόρον ἀσεβεῖτε Δήμητρα καὶ τὸν ἡμερίδην καὶ μειλίχιον δε εσυ ξαρνιυμ αἰσχύνετε Διόνυσον, ὡς οὐχ ἱκανὰ παρὰ τούτων λαμβάνοντες;
なぜ、掟をもたらすデメテルを不敬し、栽培を教える穏やかなディオニュソスを、彼らから十分なものを受け取っていないかのように辱めるのか。
οὐκ αἰδεῖσθε τοὺς ἡμέρους καρποὺς αἵματι καὶ φόνῳ μιγνύοντες;
栽培された果実を血と殺戮に混ぜ合わせることを恥じないのか。
ἀλλὰ δράκοντας ἀγρίους καλεῖτε καὶ παρδάλεις καὶ λέοντας, αὐτοὶ δὲ μιαιφονεῖτε εἰς ὠμότητα καταλιπόντες ἐκείνοις οὐδέν·
あなた方は、蛇や豹やライオンを野生の獣と呼ぶが、自分たち自身が流血の殺戮を行い、残酷さにおいて彼らに何一つ残さない。
ἐκείνοις μὲν γὰρ ὁ φόνος τροφή, ὑμῖν δʼ ὄψον ἐστίν.
なぜなら、彼らににとって殺戮は食物であるが、あなた方にとっては美味にすぎないからである。 」

語釈・文法注

  1. 993bκαὶ προσέτι εἰπεῖν — 不定詞 εἰπεῖν はここでは独立不定詞として機能し、「さらに言えば」という挿入的なニュアンスを文に加えている。あるいは、主節の動詞 θαυμάζω(驚く)の目的語となる名詞句を補足的に導入しているとも解釈できる。
  2. 993cπεινῆν τινα τῶν μυκωμένων ἔτι — 不定詞句 πεινῆν τινα(誰かが飢えること)は、前文の「その食事は真に奇怪なものである」の内容を具体的に説明する同格の対格不定詞構文。これに続く分詞 διδάσκοντα および διαταττόμενον は、不定詞の意味上の主語である対格の τινα に一致して対格単数男性形となっている。
  3. 993cτούτων ἔδει ζητεῖν τὸν πρῶτον ἀρξάμενον — 属格の指示代名詞 τούτων は、文頭に置かれて強調されている。これは中性の複数属格であり、後続の分詞 ἀρξάμενον(始めた者)の支配する目的語(「これらのことを始めた者」)である。動詞 ἄρχομαι が属格を要求する性質に基づいている。
  4. 993dτὴν αἰτίαν ἂν εἴποι τις πᾶσαν εἶναι τὴν ἀπορίαν — 動詞 εἴποι ἂν( potential optative「言うかもしれない」)に導かれる間接話法の対格不定詞構文。不定詞 εἶναι の意味上の主語は冠詞を伴う τὴν ἀπορίαν(窮乏が)であり、述語は τὴν αἰτίαν πᾶσαν(すべての原因である)である。
  5. 994aὡς οὐχ ἱκανὰ παρὰ τούτων λαμβάνοντες — 接続詞 ὡς が分詞 λαμβάνοντες と結合することで、主観的な理由や非難の根拠(「〜であるかのように」)を表している。ここでは、「彼らから十分なものを受け取っていないかのように」という、著者が批判する人々の不当な不満を表現している。

この箇所を引用する

プルタルコス, 肉食について(第1部) §1-2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg131.humanitext-grc2:1-2

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。