§8ΓΡ. οὕτω δὲ φαῦλοι καὶ ἀκρατεῖς περὶ τὰς εἰρημένας ἐπιθυμίας ὄντες ἔτι μᾶλλον ἐν ταῖς ἀναγκαίαις ἐλέγχονται πολὺ τῷ σωφρονεῖν ἀπολειπόμενοι τῶν θηρίων, αὗται δʼ εἰσὶν αἱ περὶ βρῶσιν καὶ πόσιν ὧν ἡμεῖς μὲν τὸ ἡδὺ μετὰ χρείας τινὸς ἀεὶ λαμβάνομεν ὑμεῖς δὲ τὴν ἡδονὴν μᾶλλον ἢ τὸ κατὰ φύσιν τῆς τροφῆς διώκοντες ὑπὸ πολλῶν καὶ μακρῶν κολάζεσθε νοσημάτων, ἅπερ ἐκ μιᾶς πηγῆς ἐπαντλούμενα τῆς πλησμονῆς τοῖς σώμασι παντοδαπῶν πνευμάτων καὶ δυσκαθάρτων ὑμᾶς ἐμπίπλησι.
グリュロス:このように、お前たちは上述の欲望に関して卑劣で不節制である一方で、必要不可欠な欲望においては、野獣たちに比べて節制の点で大いに劣っていることがいっそう明白に証明されている。 それらの不可欠な欲望とは、飲食に関するものであり、私たちはそこから常に何らかの必要性と結びついた快楽を得ているが、お前たちは食物の自然な目的に従うよりもむしろ快楽そのものを追い求めるがゆえに、多くの、そして長引く病気によって懲らしめられている。 それらの病気は、過食というただ一つの源泉から汲み出され、お前たちの身体に、あらゆる種類のガスや排出困難な体液を充満させるのである。
πρῶτον μὲν γὰρ ἑκάστῳ γένει ζῴου μία τροφὴ σύμφυλός ἐστι, τοῖς μὲν πόα τοῖς δὲ ῥίζα τις ἢ καρπός·
なぜなら、まず第一に、動物のそれぞれの種には、固有の単一の食物が備わっているからである。 あるものには草が、またあるものには根や果実が。
ὅσα δὲ σαρκοφαγεῖ, πρὸς οὐδὲν ἄλλο τρέπεται βορᾶς εἶδος οὐδʼ ἀφαιρεῖται τῶν ἀσθενεστέρων τὴν τροφήν·
そして、肉食をするすべての獣は、それ以外のいかなる種類の食物にも手を出さず、自分より弱いものの食物を奪うこともない。
ἀλλʼ ἐᾷ νέμεσθαι καὶ λέων ἔλαφον καὶ λύκος πρόβατον πέφυκεν.
むしろ、それらが草を食むのを許し、ライオンは鹿を、狼は羊を[襲うように]生まれついている。
ὁ δʼ ἄνθρωπος ἐπὶ πάντα ταῖς ἡδοναῖς ὑπὸ λαιμαργίας ἐξαγόμενος καὶ πειρώμενος πάντων καὶ ἀπογευόμενος, ὡς οὐδέπω τὸ πρόσφορον καὶ οἰκεῖον ἐγνωκώς, μόνος γέγονε τῶν ὄντων παμφάγον.
これに対して人間は、大食漢ゆえに快楽に惹かれてあらゆるものへと駆り立てられ、あらゆるものを試みては味わい、まるで自分に適した固有のものを未だに知らないかのように、存在するすべてのものの中で唯一、雑食の生き物となってしまった。
καὶ σαρξὶ χρῆται πρῶτον ὑπʼ οὐδεμιᾶς ἀπορίας οὐδʼ ἀμηχανίας, ᾧ πάρεστιν ἀεὶ καθʼ ὥραν ἄλλα ἐπʼ ἄλλοις ἀπὸ φυτῶν καὶ σπερμάτων τρυγῶντι καὶ λαμβάνοντι καὶ δρεπομένῳ μὴ κάμνειν διὰ πλῆθος·
しかも、人間が肉を食うのは、第一に、いかなる困窮や途方に暮れた結果でもない。 人間には、植物や種子から季節に応じて次から次へと収穫し、手に入れ、摘み取ることが常に可能であり、その豊かさゆえに労苦することもないのだから。
ἀλλʼ ὑπὸ τρυφῆς καὶ κόρου τῶν ἀναγκαίων βρώσεις ἀνεπιτηδείους καὶ οὐ καθαρὰς σφαγαῖς ζῴων μετερχόμενος πολὺ τῶν ἀγριωτάτων θηρίων ὠμότερον.
それにもかかわらず、贅沢と必要不可欠なものへの飽き飽きした気持ちから、動物たちの殺戮を通じて、不適当で不浄な食物を追い求め、最も凶暴な野獣たちよりもはるかに残酷に振る舞っている。
αἷμα μὲν γὰρ καὶ φόνος καὶ σάρκες ἰκτίνῳ καὶ λύκῳ καὶ δράκοντι σιτίον οἰκεῖον, ἀνθρώπῳ δʼ ὄψον ἐστίν.
なぜなら、血や殺戮や肉は、トビや狼や大蛇にとっては固有の食糧であるが、人間にとってはご馳走にすぎないからである。
ἔπειτα παντὶ γένει χρώμενος οὐχ ὡς,·
さらに、あらゆる種類の動物を利用するにあたって、人間は野獣のようには振る舞わない。
τὰ θηρία τῶν πλείστων ἀπέχεται, ὀλίγοις δὲ πολεμεῖ διὰ τὴν τῆς τροφῆς ἀνάγκην ἀλλʼ οὔτε τι πτηνὸν οὔτε νηκτόν, ὡς ἔπος εἰπεῖν, οὔτε χερσαῖον ἐκπέφευγε τὰς ἡμέρους δὴ λεγομένας; ὑμῶν καὶ φιλοξένους τραπέζας.
野獣は大半のものを避け、食物の必要性のためにほんのわずかなものとだけ争うが、お前たちのいわゆる文明化され、客人をもてなす食卓から逃れられるものは、言うなれば、空を飛ぶものも、水に泳ぐものも、陸を歩くものも、何一つとして存在しないのである。